Αντιόχου των Αθηνών απόσπασμα, 2ος αι. μΧ

Έγραψε το Θησαυρό, στον οποίο οφείλεται, κατά ένα μεγάλο μέρος, η μεταφορά των αρχαιότερων κειμένων της ελληνικής αστρολογικής παράδοσης

Δέσποινα Γιαννακοπούλου
Αντιόχου των Αθηνών απόσπασμα, 2ος αι. μΧ

Ο Αντίοχος ο Aθηναίος είναι η καλύτερη πηγή για την αποσαφήνιση της εξειδικευμένης αστρολογικής ορολογίας που αποδέχονταν και χρησιμοποιούσαν ο Κλαύδιος Πτολεμαίος και οι σύγχρονοί του.

Έγραψε το Θησαυρό, στον οποίο οφείλεται, κατά ένα μεγάλο μέρος, η μεταφορά των αρχαιότερων κειμένων της ελληνικής αστρολογικής παράδοσης σε μεταγενέστερους μελετητές.

Επεξήγηση όρων

Τόπος: Ονομασία για κάθε ένα από τους 12 αστρολογικούς οίκους στην αρχαία ελληνική αστρολογία. Επρόκειτο είτε για οίκους που περιλάμβαναν και τις 30 μοίρες ενός ζωδίου είτε για οίκους που προέρχονταν από την τριχοτόμηση των τόξων που μεσολαβούν μεταξύ Ωροσκόπου, Μεσουρανήματος, Δύσεως και Υπογείου. Υπήρχαν δύο τρόποι κατανομής των 12 τόπων ενός ωροσκοπίου, λαμβάνοντας σαν αφετηρία α) το ζώδιο του Ωροσκόπου και β) το ζώδιο του Κλήρου της Τύχης

Ωρονόμος: Ο Ωροσκόπος

Ώραις, Ώρα: Ο Ωροσκόπος
Άλλη μία ονομασία συναντάμε εδώ για την Αφροδίτη. Κυπρογένεια θεά. Άλλες ονομασίες που γνωρίζουμε για την Αφροδίτη είναι η εξείς: Φωσφόρος, Έσπερος, χρυσή, λαμπάκτης, αφρογένεια, διπρόσωπος, ευστέφανος, *Παφίη, * Κυθερεία.
Όσα σημειώνονται με αστερίσκο βρίσκονται στους στίχους του Δωρόθεου στο κείμενο με τίτλο: Δωροθέου Σιδωνίου των επτά αστέρων επίθετα

Antiochus Astrol., Fragmenta (e cod. Florentino 11). {1144.001}

ρλδʹ. Ἀντιόχου ὅσα οἱ ἀστέρες ἐν τοῖς τόποις (2t)

τοῦ θέματος τυχόντες σημαίνουσιν. (2t)

Σελήνη ὡρονομοῦσα. (3t)

Ἤδη μὲν πρῶτον μερόπων πέλεν ὡρονομῆος· (5)

ἢν δὲ Σεληναίη *** τοῦδ’ ἄγχις ὁδεύσῃ, (5)

νύκτωρ μὲν μέγα σῆμα κατορθοῦται βιότοιο·

πλοῦτον δ’ ἑξείης δῶκεν καὶ κέρδεα πολλά,

ἠδὲ χρόνους ζωῆς πολυγηθέας· ἢν δέ μιν ἠώς

χρυσοφαὴς ἐπίδῃ, τότ’ ἐναντία σήματα πέμπει·

ἢν δὲ κακοὶ συνίδωσιν ἐποπτεύοντες ἔπειτα

(109.) πλεύνασιν ἔν τε κακοῖς πορσύνατο καὶ χρόνον ὠκύν·

ζωῆς σῆμα δύνει καὶ ἄγρια πήματ’ ἔδωκεν.

Ἥλιος ὡρονομῶν. (3t)

Ἠέλιος δ’ ἀκτῖνι θοῇ περιφέγγεϊ διήκων (4)

ὥρης ἐμβεβαὼς τάχος ἥματα καλὰ δίδωσι, (5)

πολλοῖς φαινομένοισι τε ἐν ἀρσενικοῖσι μάλιστα

ὀφθεὶς ζωιδίοισιν, ἐσήμανε πλοῦτον ἔχοντας

καὶ χρόνον ἐν ζωοῖς ἵλεον πολύν· ἢν δὲ κακοῖσι

σύμμιξιν δόξας μείων πάλιν, πλὴν καλός ἐστι

καὶ πατρὶ καὶ βιότῳ καὶ ἀτάσθαλα πήματα λύει. (10)

Κρόνος ὡρονομῶν. (11t)

Ἢν δὲ Κρόνος λεύσσῃ κέντρον κατέχων κατὰ μοῖραν (12)

ὡρονομοῦν, κακός ἐστιν, ἀχρειότερος δ’ ἐπὶ νυκτί,

ὀρφανίας, ἄτας, κακοέργετα πήματα πέμπει

καὶ κακώσεων πολύπλαγκτον ὑπερμύρασ(ιν) δαμέντων (15)

νούσοις τε φθιμένοις τ’ ἔβαλεν πολεμήϊος ἀστήρ·

δεινὴ γὰρ νιφαδέσσι Κρόνου πεφάτισται πορεία.

Ζεὺς ὡρονομῶν. (18t)

Ζεύς τε κατηγάθεος πολὺ φέρτερος ὡρονομεύων (19)

ἥματι δὴ πολὺ κρεῖσσον· ἐπὴν δ’ ἄρα νυκτὶ ὁδεύσῃ, (20)

οὐ κακὸς οὐδὲ μὲν ἐσθλὸς ἐπίφανε φαιδρότατον φῶς

μεσσοτύχους ὀλίγοισι χρόνοις εὐσχήμονας ἄνδρας

γήραϊ δʹ ἔκπτωσιν [νυκτὸς] δοίη νύκτιος ἀστήρ.

ἢν δ’ ἄρα φαιδρὸν Ὄλυμπον ἀγαλλόμενος διοδεύσῃ,

εὐτυχέας, προὔχοντας ἀεὶ, πατρίδος δὲ μάλιστα· (25)

ἢν δὲ κακὸς τούτῳ κατ’ ἐπέμβασιν ἄγριος ἔλθῃ,

δεινοῖς ἐξολέσειε κακοῖς πολυάλγεα πέμπων.

Ἄρης ὡρονομῶν. (28t)

Ἄρης δ’ ὡρονόμου κέντρον κατέχων τὸ μέγιστον (29)

ἄλκιμα θωρηχθεὶς δῶκεν χρυσοέργεα δῶρα, (30)

πλοῦτόν τε μεγάλυνεν ἀνδράσιν οἱ δʹ ἄφαρ

κύριον καὶ ψυχῆς πολυάλγεα πήματα τ’ οὐ λύων·

νυκτερινὸς πολὺ κρεῖσσον ἐπ’ ἀρσενικοῖσι φανείη.

(110.) Ἀφροδίτη ὡρονομοῦσα. (1t)

Ἢν δὲ θεὰ βασίλεια κόρη βαθυκύμονος ἅλμης (2)

ὡρονομῇ κατὰ νύκτα καλὴ πολυγήθεσιν Ὥραις

εὐχαρίτας ἀγαθοῖσιν ἀγαλλομένους κτέατοισιν.

.......................................... (5)

Ἑρμῆς ὡρονομῶν. (6t)

Ἑρμείας δὲ δρόμοις ἱεροῖς ταχὺς ὡρονομήσας (7)

ἡμάτιος Μουσῶν δωρήσατο θέσπιν ἀοιδήν.

Ἥλιος ἐν βίου τόπῳ. (9t)

Ἠέλιος βιότοιο δρόμον καὶ μοίραν ἐλαύνων (10)

τεύχει ἐνὶ μεσάτοισι χρόνοις βιοτέρμονα πλοῦτον.

Σελήνη ἐν βίου τόπῳ. (12t)

Ἡ δὲ Σεληναίη βιότου δρόμον ἀμφιέπουσα (13)

θῆκε καλοὺς καὶ μᾶλλον ἐπὴν νυκτὸς διοδεύσῃ.

Κρόνος ἐν βίου τόπῳ. (15t)

Εἰ δὲ Κρόνος βιότοιο μόλῃ πρὸς μοίραν ἀλυκτὸς (16)

ἔκπτωσιν βιότοιο τελεῖ καὶ τέρμα κάκιστον,

καὶ νιφάδας, πράξεις τε κακὰς καὶ ἀκερδέα δῆριν.

Ἄρης ἐν βίου τόπῳ. (19t)

Ἢν δ’ Ἄρης εἰς μοῖραν ἐπεμβαίνῃ βιότοιο (20)

ἄλγεσι καὶ στοναχαῖς καὶ πήμασι καὶ κακότησιν

..........................................

Ζεὺς ἐν βίου τόπῳ. (23t)

Ζεὺς δὲ φαεννὸς ἐὰν βιότου πρὸς μοίραν ὁδεύσῃ (24)

ἔστι καλὸς κατὰ πάντα καὶ ἐσθλὰ δίδωσι μέγιστα. (25)

Ἑρμῆς ἐν βίου τόπῳ. (26t)

Εἰ δ’ Ἑρμῆς πτερόεις μοίραν βιότοιο πορεύ<σ>ῃ, (27)

πλοῦτον τε ζάθεον δωρήμασι πουλὺν ἀγείρει.

Ἀφροδίτη ἐν βίου τόπῳ. (29t)

Εἰ δὲ θεὰ βασίλεια φιλομμειδὴς Ἀφροδίτη (30)

..........................................

Σελήνη ἐν τῷ τῶν ἀδελφῶν τόπῳ. (32t)

Εἰ δὲ Σεληναίη μορίῳ τριτάτῳ προφανείη, (33)

ἐσθλοὺς, εὐβιότους, λήγουσα δὲ μεῖον ἐλαύνει.

(111.) Ἥλιος ἐν ἀδελφῶν τόπῳ. (1t)

Ἠέλιος δὲ δρόμοισι μολὼν ὅτε φαίδιμος ἀστήρ (2)

οὔτε καλὸν νεύσειε τεύχος πάλιν οὔτε χερεῖον.

Κρόνος ἐν ἀδελφῶν τόπῳ. (4t)

Ἢν δὲ Κρόνος νεύσειε τρίτον δρόμον αἶψα γενέσθαι (5)

πολλαῖσιν κακότησιν ἀδελφοῖσιν προκομίζει.

Ἄρης ἐν ἀδελφῶν τόπῳ. (7t)

Ἄρης δ’ ἔνθα τελῶν πολεμήτορα δῶκεν ἀδελφόν, (8)

αἵμασι δ’ ἤμβλυνεν φοβερὸν δέμας ἠδὲ σιδήρῳ.

Ζεὺς ἐν ἀδελφῶν τόπῳ. (10t)

Ζεύς δε μεγασθενέας κλήρους δωρήσατο πλείστους, (11)

κληρονόμων ἀγαθῶν εὐδαίμονας· ἐκ νεκύων δὲ

ἀφνειοὺς τελέθει καὶ ἀεὶ μέγα κυδαίνοντας.

Ἑρμῆς ἐν ἀδελφῶν τόπῳ. (14t)

Ἑρμείας δὲ ἄναξ δῶκεν πολυέργεα δῶρα, (15)

Μουσῶν καὶ Χαρίτων ἐξαίρετα τεκταίνοντας.

Ἀφροδίτη ἐν ἀδελφῶν τόπῳ. (17t)

Ἡ δ’ ἄρα Κυπρογένεια θεὰ ποίησεν ἀοιδοὺς, (18)

ἐν φιλίαις τε μάλιστα προκόπτοντας βιότοιο.

Σελήνη ἐν γονέων τόπῳ. (20t)

Εἰ δὲ Σεληναίη χαριλάμπετις ἔνθα φανείη (21)

καὶ μεγάλου κόσμοιο τὸν ἡμάτιον δρόμον ἕρπει,

φέρτερόν ἐστι τὸ σῆμα καὶ θίει νυκτός δὲ κακίστη·

ἢν δ’ ἄλλως ὀλοοί τε προσαυγάζωσι μολόντες,

ἔστι χερειότερον, τοκέων γὰρ ἄγει βαρύτητας. (25)

Ἥλιος ἐν γονέων τόπῳ. (26t)

Ἠέλιος δὲ μολὼν πατρὶ φέρτερος, ἡ δὲ Σελήνη (27)

μητρὶ φίλη καὶ πάμπαν ὅποι κακὸς οὔ ποτιφαίνοι.

Κρόνος ἐν γονέων τόπῳ. (29t)

Εἰ δὲ Κρόνος βαίνοι καὶ μοίραν ἔχοιτο τοκήων, (30)

οὐκ ἀγαθὸς Φαίνων, ἐπεί οἱ κακὰ πολλὰ προπέμπει,

ἠδὲ σίνη, νούσους στυγερὰς καὶ ἀεικέα λοιγόν,

ὀρφανίσας φθείρει δὲ πατρώϊα καὶ μετέπειτα.

Ζεὺς ἐν γονέων τόπῳ. (34t)

Ἡνίκα δὴ Φαέθων τέτρατον δρόμον ἡνιοχεύσῃ,

(112.) εὐδήλους τοκέας καὶ εὐπρεπέας τε φίλους τε·

πλούτου καὶ καρπῶν δωτὴρ μέγας οὐράνιος Ζεύς.

ἐσχατιὴ δ’ ἐπὶ τοῖς πολὺ φερτάτη δ’ ἀκόρητον

πλοῦτον ὑπερδῴησι καὶ ἐκ χθονὸς εὐρυχόροιο

χρυσὸν ἄγαν ἐριτίμον ἀολλέα γήραϊ τιμάς (5)

δῴη Ζεὺς ἀγαθὸς πολυκέρδεα τέρματι μοιρῶν

κληρονόμους σφετέρων ἠδ’ ἀλλοτρίων προβεβῶτας.

Ἄρης ἐν γονέων τόπῳ. (8t)

Ἤν δ’ Ἄρης νεύσῃ καὶ ἐς δρόμον ὠκὺν ἐλαύνῃ, (9)

ὠκυμόρους δειναῖσι νόσοις σπανίῃ τε τοκήων (10)

ἠδὲ σιδηρείαισι τομαῖς καὶ πήμασι δεινοῖς

αἵμασι καὶ νούσοις στυγεροῖς πολυάλγεα πέμπει,

σώματι δειλαίῳ κακὸν ἴκτερον ὠχροσύνην τε,

ἔν τε βίῳ μόχθους παναεικέας ἀλγύνοντας.

Ἀφροδίτη ἐν γονέων τόπῳ. (15t)

Φωσφόρον ἣν καλέουσι φιλομμειδὴς Ἀφροδίτη (16)

ἀστὴρ οὐράνιος, μεγάλης ἐξαίρετος ἀλκῆς

ἐς τοκέας τε φίλος τε καὶ εὔδιος, εἰς ἀλόχους δὲ

ἔστι χερειότερος πολυαλγέας κύδιμος ἀστήρ,

ἐν δήμοις προφανεῖς τε ποιεῖ καὶ δόξαν ἐπ’ αὐτοῖς (20)

ἔκδημόν τε τίθησι καὶ ὄλβιον ὃν προσέειπε·

δεινὰ φέρει πινυτοῖς ἀλόχους φθείρουσα λέχεσσιν.

Ἑρμῆς ἐν γονέων τόπῳ. (23t)

Ἑρμείας βαίνων γονέων τόπον οὐ κακός ἐστι, (24)

θαρσύνων δὲ τέχναισι σοφαῖς ποικίλματα ποιεῖ, (25)

δόξαις ἠδὲ τέχναις ἐπισήμους κάλλεϊ χειρῶν,

Μουσῶν πλασματοεργέσιν ἐν τέχναισι φαεινούς.

Σελήνη ἐν τέκνων τόπῳ. (28t)

Εἰ δὲ Σεληναίην χρυσήνιον αὖθις ἀθρήσης (29)

ἐκ τεκεῶν φιλοπαῖδ(α) φίλων δρόμον ἀμφικρατοῦσαν, (30)

δῶκε μὲν ὀλβήεντα δόμον γενεήν τε φυλάξαι

παίδων ἠΐθεων περικαλλέα κόσμον ἐχόντων,

ἐν δὲ χρόνοις πολὺν ὂλβον, ἐν εὐτέκνοις δὲ μάλιστα

καὶ ζωῆς ἐρίτιμον ἔχειν αὐξητὸν ἀριθμόν.

(113.) Ἥλιος ἐν τέκνων τόπῳ. (1t)

Ἠέλιος δ’ ἀκτῖνι θοῇ περὶ παῖδας ἄχρηστος (2)

..........................................

ἔστι τρίγωνος ἐών· μέγα δ’ ἄντιος ἐστὶν Ἀρήει

ἐν φιλίαις δὲ καλὸς καὶ ἐν ἔργοισιν καὶ ἐν ὄλβῳ.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved