Αντίοχος: Περί των συναφών της Σελήνης
Ο όρος "συναφή" χρησιμοποιούνταν για να δηλωθούν όλες οι συγκλίνουσες όψεις, κυρίως της Σελήνης και όχι μόνο την σύνοδο
Επεξήγηση όρων προς μεγαλύτερη κατανόηση του κειμένου
Συναφή: Τον όρο αυτό χρησιμοποιούσαν για να δηλώσουν όλες τις συγκλίνουσες όψεις, κυρίως της Σελήνης και όχι μόνο την σύνοδο.
Όπως παρατηρούμε για άλλη μία φορά, οι ερμηνείες δίδονται με την Χαλδαϊκή σειρά
των πλανητών δηλ. Κρόνος, Δίας, Άρης, Αφροδίτη, Ερμής, Ήλιος.
Δωδεκατημόρια: Ο χωρισμός ενός ζωδίου σε 12 τμήματα των δυόμισι μοιρών έκαστο. Η λέξη στα ελληνικά αστρολογικά κείμενα απαντάται με τρεις σημασίες:
α) αντί της λέξης ζώδιον,
β) για να δηλώσει την διαίρεση ενός ζωδίου σε 12 τμήματα των 2,5 μοιρών έκαστο,
γ) ως η 13η αρμονική οποιασδήποτε μοίρας του ζωδιακού, όπου συνήθως βρισκόταν τοποθετημένος ένας πλανήτης.
Διαμετρώ: Αναφέρεται σε όψη αντίθεσης 180 μοιρών μεταξύ δύο ουρανίων σωμάτων.
Κακοποιοί αστέρες: Αναφέρεται κυρίως στους δυσμενείς πλανήτες Άρη και Κρόνο. Ονομάστηκαν έτσι λόγω των δυσάρεστων επιρροών τους.
Κλήρος: Σημαντικά σημεία πάνω στην εκλειπτική, η θέση των οποίων προκύπτει από το συνδυασμό άλλων σημείων ή πλανητών π.χ. ο Κλήρος της Τύχης έχει τόση απόσταση από τον Ωροσκόπο όση έχει η Σελήνη από τον Ήλιο. Οι Έλληνες ήταν οι πρώτοι που επινόησαν και έβαλαν σε εφαρμογή την χρήση των κλήρων στην αστρολογία.
Ύψωμα: Το ζώδιο στο οποίο ένας πλανήτης βρίσκεται σε έξαρση.
Υψούμαι: Όρος που δηλώνει τον πλανήτη, ο οποίος βρίσκεται στη θέση της έξαρσης του, π.χ. ο Ήλιος στον Κριό η ο Δίας στον Καρκίνο.
Ταπεινούμαι: Όρος που δηλώνει τον πλανήτη που βρίσκεται στο ταπείνωμά του, όπως π.χ. ο Ήλιος στο Ζυγό ή ο Δίας στον Αιγόκερω.
Ταπείνωμα: Το ζώδιο, στο οποίο ένας πλανήτης βρίσκεται σε "πτώση"
Antiochus Astrol., Fragmenta (e cod. Monac. 7). {1144.003}
7.
(107.) κδʹ. <Ἐκ τῶν Ἀντιόχου> περὶ τῶν συναφῶν (27t)
τῆς Σελήνης πρὸς τοὺς ζʹ ἀστέρας τοὺς πλάνητας (28t)
Σελήνη συνοδεύουσα τῷ Κρόνῳ ἐναντία εὑρίσκεται εἰς πᾶν (29)
πρᾶγμα· καλὴ δὲ σύνοδος Σελήνης καὶ Κρόνου εἴς τε φυτεύειν καὶ
(108.) φλεβοτομεῖν· δηλοῖ δὲ ἐμποδισμὸν ἐν ταῖς πράξεσι· ὁ πίνων
καθάρσιον οὐκ ἐνεργήσει, καὶ ὁ ἀποδημῶν οὐκ ἀποστρέψει·
ἐμπόδιος δὲ καὶ τοῖς ναυτιλλομένοις εὑρίσκεται. Ἑξαγωνίζουσα δὲ
τούτῳ καλὴ πρὸς κτίσματα καὶ φυτείας δένδρων καὶ σπόρον ὀσπρίων·
μάλιστα δὲ πρὸς οἰκοδομὰς εὐθετεῖ. Τετραγωνίζουσα δὲ τούτῳ (5)
ἐναντία εὑρίσκεται· ὁ ἀποδημῶν αἰχμαλωτισθήσεται καὶ ὁ κτίζων οὐ
τελειώσει, ἀλλὰ τὸ κτίσμα πεσεῖται, καὶ ὁ πραγματευόμενος ζημιωθήσε-
ται. Τριγωνίζουσα δὲ τούτῳ καλὴ πρὸς κτίσεις καὶ φυτείας δένδρων
καὶ συνουσίας καὶ ὠνησίας πραγμάτων παντοίων. Διαμετροῦσα δὲ
τούτῳ δηλοῖ συνοχάς, ἀκαταστασίας, καὶ ὁ κτίζων οὐ τελειώσει τὸ (10)
κτίσμα, καὶ ὁ ἀρξάμενος μάχης ἡττηθήσεται καὶ ὁ γυναῖκα γήμας
ταχέως διαζευχθήσεται.
Σελήνη συνοδεύουσα τῷ Διὶ ἀγαθὴ πρὸς πᾶν πρᾶγμα, πρὸς
ἀπαιτήσεις καὶ συνουσίας καὶ κοινωνίας φίλων, κτίσματα, ὁμιλίας
κριτῶν, ἀποδημίας, εὐποιίας· ὁ ἀρξάμενος πράγματος ἐπιτύχῃ ταχέως (15)
τῶν θελημάτων αὑτοῦ· πιπράσκειν, ἐξωνεῖσθαι, γάμους ποιεῖν, κοινω-
νεῖν· καὶ ἁπλῶς εἰς πᾶν εὐθετεῖ. Ἑξαγωνίζουσα δὲ τούτῳ ἀγαθὴ
πρὸς πάντα, ἐπισκέπτεσθαι, ἀποτελεῖν, ὁμιλεῖν μεγιστᾶσιν, προσέρ-
χεσθαι ἄρχουσι, δικασταῖς, φιλοσόφοις, ἔργων ἀπάρχεσθαι γαμικῶν,
μαθημάτων, τεχνῶν, πράξεων, ἐκμισθοῦσθαι καὶ φίλους κτᾶσθαι. (20)
Τετραγωνίζουσα δὲ τούτῳ καλὴ πρὸς πάντα, πρὸς δόσεις, πρὸς
λήψεις, πρὸς ἀγοράς, πρὸς πράσεις, πρὸς ἀποδημίας, πρὸς ὁμιλίας,
προσέρχεσθαι δικασταῖς· καὶ εὐθετεῖ εἰς τὸ ποιεῖν βιωτικὰ πράγματα.
Τριγωνίζουσα δὲ τούτῳ καλὴ πρὸς πάντα· δόσεις, ἀγοράς, λήψεις,
ἀποδημίας, ὁμιλίας, γάμους ποιεῖν, χάριτας αἰτεῖν, ἐξωνεῖσθαι, πιπρά-
(109.) σκειν. Διαμετροῦσα δὲ τούτῳ ἀγαθὴ πρὸς ἀπαιτήσεις καὶ σύστασιν
φιλίας καὶ κοινωνίας, συνοδεύσεις ὁδοιπόρων, κριταῖς προσέρχεσθαι,
θεμέλια οἰκοδομεῖν, ἀναγνῶναι γραφάς, εἰς μαθήματα δοῦναι παῖδας·
εὐθετεῖ φιλοσόφοις καὶ μεγιστᾶσι προσέρχεσθαι.
Σελήνη συνοδεύουσα τῷ Ἄρει ἐναντία πρὸς πάντα εὑρίσκεται (5)
καὶ ὁ μνηστευθεὶς ἢ γήμας τότε γυναῖκα, ἑταιρὶς καὶ μοιχαλὶς γενήσεται
ἡ γυνὴ καὶ ὁ ἄνδρας βιαιοθάνατος· καὶ ὁ ἀποδημήσας πολλὰ βλαβή-
σεται καὶ οὐκ ἀποστρέψει, καὶ ὁ κοινωνήσας τινὶ παραδοθήσεται.
Ἑξαγωνίζουσα δὲ τούτῳ ἀγαθὴ εἰς πόλεμον, ἀποδημίας, φυτεύειν,
πρὸς κυνηγέσια, πρὸς πᾶν πρᾶγμα κατασκευαζόμενον διὰ πυρός, φλε- (10)
βοτομεῖν, μετοικεῖν, στρατεύεσθαι καὶ πολεμῆσαι. Τετραγωνίζουσα
δὲ τούτῳ ἐναντία εὑρίσκεται· ὁ ἀποδημῶν ὀλισθήσεται καὶ τὸ κτιζόμε-
νον πεσεῖται ἢ κατακαυθήσεται· εὐθετεῖ δὲ τοῖς ὠνοῦσι τετράποδα καὶ
<πρὸς τὸ> πίνειν καθάρσιον. Τριγωνίζουσα δὲ τούτῳ ἀγαθὴ πρὸς
στρατιωτικὰ καὶ κατασκευὴν πολεμικῶν ὅπλων· καὶ ὁ βαστάζων αὐτὰ (15)
ἄτρωτος ἐν πολέμῳ μένει· καὶ κινήσεις στρατευμάτων, ὁπλοφορεῖν,
ἀποδημεῖν, οἰκοδομὰς καθαίρειν καὶ ἀνοικοδομεῖν. Διαμετροῦσα
δὲ τούτῳ ἐναντία ἐστὶ πρὸς τεκνογονίαν· καὶ εἰ συλληφθῇ γυνή,
ἐκτρώσει· εἰ δὲ γεννήσει, ταχέως θανεῖται· καὶ ὁ προσελθὼν δικαστῇ
βλαβήσεται, ὁ δὲ γήμας γυναῖκα, μοιχαλὶς γενήσεται· εὐθετεῖ δὲ μόνον (20)
τοῦ ὠνεῖσθαι πολεμικὰ ὅπλα.
Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἐναντία πρὸς πάντα εὑρίσκε-
ται· εὐθετεῖ δὲ πρὸς δικαστήρια καὶ μάχας καὶ πρὸς τὸ φυλάξαι
πράγματα ὑπὸ γῆν· ἐναντία δέ ἐστι καὶ πρὸς τὸ γάμους ποιεῖν καὶ
συναλλάγματα. Ἑξαγωνίζουσα δὲ τούτῳ ἀγαθὴ πρὸς ὁμιλίας καὶ (25)
ὑπουργίας καὶ καταρχὰς πραγμάτων, καὶ τοῖς αἰτοῦσιν ἀρχήν τινα καὶ
τοῖς ναυτιλλόμενοις, καὶ τοῖς ὠνοῦσι πολεμικὰ ὅπλα. Τετραγωνί-
ζουσα δὲ τούτῳ ἐναντία πρὸς πάντα καὶ κατάλυσιν κτισμάτων καὶ
μετοικήσεις. Τριγωνίζουσα δὲ τούτῳ ἀγαθὴ πρὸς ἀρχάς, καὶ συν-
θήκας ποιεῖν καὶ συνομιλεῖν βασιλεῦσι καὶ μεγιστᾶσιν καὶ αἰτεῖν (30)
ὅπερ βούλει καὶ συναλλάγματα ποιεῖν καὶ παντοίων ἔργων
(110.) ἀπάρχεσθαι. Διαμετροῦσα δὲ τούτῳ ἐναντία πρὸς τὰς αἰτήσεις καὶ
λήψεις· ὁ δὲ γήμας, τὸ συνοικέσιον φιλόνεικον ἔσται <καὶ> ἡ γυνὴ
ἀπειθής, πλὴν πολύπαις· οἱ δὲ ναυτιλλόμενοι κινδυνεύουσιν.
Σελήνη συνοδεύουσα τῇ Ἀφροδίτη ἀγαθὴ πρὸς πάντα, πρὸς
γάμους καὶ αἰτήσεις ἐρωτικὰς γυναικῶν καὶ πρὸς συμπόσια καὶ μεγά- (5)
λως εὐθετεῖ πρὸς συναλλάγματα τὰ ἐξ ἀμφοτέρων. Ἑξαγωνίζουσα
δὲ ταύτῃ ἀγαθὴ πρὸς ὠνήσεις παντοίας καὶ ἀκροάσεις καὶ κτίσεις καὶ
φυτεύσεις δένδρων καὶ σπείρειν· <καὶ> μεγάλως εὐεργετοῦνται. Τετρα-
γωνίζουσα δὲ ταύτῃ ἀγαθὴ πρὸς οἰκοδομάς, πρὸς κυνηγέσια, πρὸς
εὐωχίας καὶ ὁμιλίας φίλων καὶ μαθήσεις παντοίας, ἐξόχως μουσικῶν (10)
μελῶν καὶ ὀργάνων. Τριγωνίζουσα δὲ ταύτῃ ἀγαθὴ πρὸς καταρχὰς
παντοίων πραγμάτων καὶ μάλιστα πρὸς γαμικὰ συναλλάγματα καὶ
πρὸς ἀγορὰς καὶ μετοικήσεις καὶ φυτεύσεις καὶ σπείρειν καὶ συναυλί-
ζεσθαι φίλοις καὶ ὠνεῖσθαι τετράποδα. Διαμετροῦσα δὲ ταύτῃ
ἀγαθὴ πρὸς τὸ καλλωπίζεσθαι καὶ ποιεῖν καταρχὰς καὶ συναλλάγματα (15)
καθαίρειν καὶ οἴκους ἀνοικοδομεῖν καὶ κοσμεῖν· εὐθετεῖ πάντας τοὺς
ἐν αὐτοῖς οἰκοῦντας ἀεί.
Σελήνη συνοδεύουσα τῷ Ἑρμῇ ἀγαθὴ πρὸς γραφὰς καὶ λόγων
συνθήκας καὶ γραμμάτων καταρχὰς καὶ διδόναι παῖδας εἰς μαθήματα
καὶ ἄρχειν λογικὰς τέχνας, καὶ ἁπλῶς εἰς πάντα εὐθετεῖ. Ἑξαγωνί- (20)
ζουσα δὲ τούτῳ ἀγαθὴ εἰς τὸ μετοικίζειν καὶ οἰκοδομεῖν, ἀποδημεῖν,
συναυλίζεσθαι λογοθέταις, πωλεῖν, ἀγοράζειν, συναλλάγματα ποιεῖν,
ὑποθέσεις συμβιβάζειν. Τετραγωνίζουσα δὲ τούτῳ ἀγαθὴ πρὸς
ἱππασίας, ἱπποδρόμια, πέμπειν ἀγγελίας, λαμβάνειν ἐν δήμῳ πολύ,
ἐγκρατεῖς γίνεσθαι, ἐπιτηρεῖν δημοσίας διοικήσεις, ὁδοιπορεῖν ἀφό- (25)
βως. Τριγωνίζουσα δὲ τούτῳ ἀγαθὴ πρὸς ὑπαντήσεις
ἐνδόξων ἀνθρώπων καὶ γνωστικῶν καὶ παῖδας διδόναι εἰς μάθησιν·
εὐθετεῖ τοῖς ναυτιλλομένοις, συναυλίζεσθαι μεγιστᾶσιν, κριταῖς, γραμ-
ματικοῖς, στέλλειν πρέσβεις, πωλεῖν, ἀγοράζειν, λογοθετεῖν. Διαμε-
(111.) τροῦσα δὲ τούτῳ ἀγαθὴ πρὸς διαλέξεις· καὶ ἐν πάσῃ ἐπιστήμῃ
καταρχὴν ποιεῖν καὶ μεταγράφειν βιβλία καὶ ὠνεῖν καὶ πιπράσκειν καὶ
δημοσίοις παρεῖναι καὶ δικάζεσθαι καὶ πράγματα ἀποστέλλειν εἰς
ἄλλον τόπον εὐθετοῦσιν.
Ἡ Σελήνη ὅταν ἐστὶν ἐν τῇ κεκαυμένῃ ζώνῃ, ἀπὸ <τῆς> κʹ μοίρας (5)
τοῦ Ζυγοῦ μέχρι τῆς ιεʹ μοίρας τοῦ Σκορπίου, οὐχ ἁρμόττει ἐπιχειρῆσαί
τινι πράγματι· οὐκ εὐθετεῖ γάρ, ἀλλ’ ἐναντίον ἀεὶ εὑρίσκεται [ἤγουν ἀπὸ
τῆς ιδʹ τοῦ Ὀκτωβρίου μέχρι τῆς θʹ τοῦ Δεκεμβρίου]. ἢ ὅταν ἐστὶν ἡ
Σελήνη ἐν στερεῷ ζῳδίῳ τουτέστιν ἐν Ταύρῳ καὶ Λέοντι καὶ Σκορπίῳ
καὶ Ὑδροχόῳ, καὶ μᾶλλον ἐν Λέοντι, οὐχ ἁρμόττει ἐνδύεσθαι νέα ἱμάτια, (10)
νοσοποιὰ γὰρ τὰ ἱμάτια γενήσονται τοῖς ἐνδυομένοις αὐτά. Χρὴ δὲ καὶ
τοῦτο παρατηρεῖν, ὡς ἐπὶ πάσης καταρχῆς παντὸς πράγματος τήν τε
πρώτην καὶ ὀγδόην ὥραν τῆς τρίτης τῶν ἡμερῶν καὶ τῆς ἑβδόμης διὰ
τὸ πολεύειν καὶ διέπειν ἐν ταύταις ταῖς ὥραις τοὺς κακοποιοὺς ἀστέ-
ρας, τὸν Ἄρεά φημι καὶ τὸν Κρόνον, ἤγουν τὸν μὲν Ἄρεα κατὰ τὴν (15)
αʹ τῆς τρίτης, τὸν δὲ Κρόνον κατὰ τὴν ηʹ τῆς ἑβδόμης.
<ιθʹ>. <Ἀντιόχου.> Περὶ σινωτικῶν μοιρῶν (17t)
τῶν ζῳδίων. (18t)
Τῶν ζῳδίων σινωτικαὶ μοῖραί εἰσιν αὗται· Λέοντος μοῖρα ιηʹ κζʹ κηʹ· (19)
Σκορπίου θʹ κεʹ· Τοξότου αʹ ζʹ ηʹ ιηʹ· Ταύρου ϛʹ ζʹ ηʹ ιʹ· Καρκίνου ἀπὸ (20)
θʹ ἕως ιεʹ· Ὑδροχόου ιηʹ ιθʹ· Αἰγοκέρωτος ἀπὸ κϛʹ ἕως κθʹ· ἐν ταύταις
ταῖς μοίραις ἡ Σελήνη λήγουσα σίνη καὶ πάθη ποιεῖ τοὺς οὕτω
γεννηθέντας, γλαυκώσεις, ῥεύματα, ἀμβλυωπίας, λέπρας, χοιράδας,
ἐπιληψίας καὶ παρέσεις. ἔτι πρὸς τούτοις· Λέοντος χαίτη κζʹ κηʹ· κέν-
τρον Σκορπίου ἀπὸ ϛʹ ἕως ιʹ, κράσεως Ἄρεως καὶ Κρόνου· καὶ <ἡ>
(112.) πρώτη μοῖρα κράσεως Ἑρμοῦ· ἡ ἀκὶς τοῦ Τοξότου ϛʹ ζʹ· ἡ Πλειὰς
Ταύρου εʹ ϛʹ ζʹ· τὸ νεφέλιον τοῦ Καρκίνου ἀπὸ ιʹ ἕως ιεʹ· ὁ ὀφθαλμὸς
τοῦ Τοξότου μοίρας ιεʹ· ἡ κάλπη τοῦ Ὑδροχόου ἀπὸ ιϛʹ ἕως ιθʹ· ἡ
ἄκανθα τοῦ Αἰγοκέρωτος ἀπὸ μοίρας κϛʹ ἕως κθʹ.
κʹ. <Ἀντιόχου> περὶ σινῶν, φαλακρῶν, ποδαλγῶν, (5t)
μαινομένων, ἀσελγῶν καὶ τῶν λοιπῶν παθῶν. (6)
Οἱ Λεοντιανοὶ καὶ Παρθενιανοὶ καὶ Σκορπιανοὶ καὶ Τοξιανοὶ φαλα- (7)
κροὶ γίνονται ἢ ἀναφαλαντιαῖοι· ὅσοι <δὲ> ἔχουσι τὸν κλῆρον τῆς
τύχης ἐν Τοξότῃ ἢ Αἰγοκέρωτι ἢ Ὑδροχόῳ ἢ Ἰχθύσιν, ποδαλγοὶ ἢ
ῥευματικοὶ γίνονται· ἐὰν δὲ ἐν † Κρόνῳ ἢ ἐν Λέοντι πέσῃ, ὑπὸ ποδαλ- (10)
γίας ἢ ὑγρῶν ὀχλήσεων τελευτᾷ. εἰ δὲ Σελήνη καὶ Κρόνος ὡροσκοποῦ-
σιν, ὁ δὲ Ἑρμῆς κατὰ κέντρον <ἐστίν>, μαινομένους καὶ φρενοβλαβεῖς
ποιεῖ. ἐὰν δὲ Κρόνος καὶ Ἑρμῆς ὡροσκοπῶσι καὶ Κρόνος μεσημβρινὸς
<ᾖ> καὶ Ἑρμῆς δύνων, παραπληκτικοὺς καὶ φρενοβλαβεῖς ποιοῦσιν·
Ἄρης καὶ Ἑρμῆς ἐπὶ κέντρῳ τυχόντες ψευδοκατηγόρους ποιοῦσιν, ἐπιόρ- (15)
κους. Σελήνη καὶ Κρόνος <ἐὰν> ἐπιθεωρήσωσιν ἀλλήλοις, ῥυπαροὺς
καὶ γοήτας ποιοῦσιν. ὁ Ἑρμῆς ἀπόστροφος ὢν τοῦ ὡροσκόπου καὶ
Σελήνης ἐπιληψίας ποιεῖ· εἰ δὲ κακὸς ἐπιθεωρήσῃ, δαιμονιοπλήκτους
ποιεῖ. Σελήνη σύνδεσμον πανσεληνιακὸν ἔχουσα ποιεῖ θεολήπτους καὶ
φοιβαζομένους. Κρόνος ἢ Ἄρης ἐπικείμενοι τῷ δαίμονι ἢ διάμε- (20)
τροι μανιώδεις καὶ ἐκστατικοὺς ποιοῦσιν· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν
(113.) πανσελήνων <ἢ> συνόδων, ἡνίκα ὁ κύριος τοῦ κλήρου τοῦ δαίμο-
νος ἐναντιούμενος <ᾖ> αὐτῷ, ποιεῖ ἀλαζόνας καὶ ὑβριστάς. Ἀφρο-
δίτη Αἰγοκέρωτι ἢ Ἰχθύσιν ἢ Σκορπίῳ ἢ Ταύρῳ ὑπὸ Κρόνου καὶ
Ἄρεως θεωρουμένη ἀσελγεῖς ποιεῖ, μαινομένους ἐν γυναιξίν, μαλα-
κούς, καὶ τὰς γυναῖκας ὁμοίως. Σελήνη ὡροσκοποῦσα <καὶ> Ἀφροδίτη (5)
ἐν τετραπόδοις ζῳδίοις ἤγουν Κριῷ Ταύρῳ Λέοντι Αἰγοκέρωτι τὰς
γυναῖκας ἀσελγεῖς ποιοῦσιν, τοὺς δὲ ἄνδρας κλέπτας καὶ αἰσχροποιούς·
ὁ Ἄρης καὶ <ἡ> Ἀφροδίτη ἰσομοιροῦντες <ἢ> θεωροῦντες ἢ διαμε-
τροῦντες ἐν τροπικοῖς ζῳδίοις καὶ ἀλλήλων τὰ δωδεκατημόρια
ἐπιδεξάμενοι ποιοῦσι μεθύσους, μοιχούς, ἀνουστάτους. τὸ ὡροσκοποῦν (10)
ἕως μοίρας ιγʹ, ιδʹ, κβʹ, κδʹ, κζʹ, κηʹ, λʹ ἐμπαθεῖς καὶ ἀσελγεῖς ποιεῖ· καὶ
<...> μοῖραι ἀπὸ ιβʹ ἕως ιζʹ, Λέοντος ἀπὸ μοίρας κεʹ ἕως λʹ, Αἰγο-
κέρωτος ιαʹ ιβʹ, ἐπὶ τούτων τῶν μοιρῶν δέον παρατηρεῖν τὸν ὡροσκό-
πον καὶ τὸν δύνοντα καὶ τὴν Ἀφροδίτην καὶ τὴν Σελήνην, τὸν κλῆρον
τῆς τύχης καὶ τοῦ ἔρωτος. καὶ τόποι δὲ μαλακοί εἰσιν αἱ τελευταῖαι (15)
μοῖραι Κριοῦ, Λέοντος, Τοξότου· οἱ ὡροσκοπηθέντες ταύταις μοίραις
μαλακόσωμοι γίνονται καὶ κιναιδίζοντες τοῖς τρόποις.
καʹ. <Ἐκ τῶν Ἡλιοδώρου καὶ Ἀντιόχου>· (18t)
περὶ τοῦ πολεύοντος καὶ διέποντος. (19t)
<Ἐκ τῶν Ἡλιοδώρου.> Ὅτι τὸν πολεύοντα καὶ διέποντα ἐφ’ (20)
ἑκάστης γενέσεως καὶ ἐπὶ πάσης ἡμέρας σκοπεῖν δεῖ διὰ τῆς τῶν
ἀστέρων σφαιρικῆς θέσεως ἀκολούθως τῷ τῆς ἑπταζώνου στοιχικῷ
λόγῳ· δι’ αὐτῶν γὰρ τὰς γινομένας ἀθρόως συντυχίας [ἐπί τε συν-
τυχίας] ἐπί τε συνθηκῶν καὶ ὑποσχέσεων καὶ χάριτος καὶ δωρεῶν ἔστι
συλλαβεῖν καὶ πάσας τὰς γινομένας πράξεις τὰς τούτων παραπλησίας. (25)
ἔστι δὲ ἡ τάξις τῆς ἑπταζώνου ἔχουσα οὕτως.
Ὁ μὲν τοῦ Κρόνου ἀστὴρ ἐκληρώθη τὴν πρώτην καὶ ἀνωτάτω
ζώνην ψυχρὰν οὖσαν ὡς ἐν τῷ πάγῳ κειμένην· ὁ δὲ τοῦ Διὸς τὴν
βʹ εὔκρατον οὖσαν καὶ ζῳογόνον· ὁ δὲ τοῦ Ἄρεως τὴν γʹ καὶ διάπυρον
φθαρτικὴν καὶ ἐπισινῆ οὖσαν· ὁ δὲ τοῦ Ἡλίου τὴν δʹ καὶ μεσαιτάτην
(114.) διάπυρον καὶ θερμὴν ἅμα καὶ ζῳογόνον· ὁ δὲ Ἀφροδίτης τὴν εʹ καὶ
εὔδιον σπορᾶς οὖσαν καὶ γονῆς κυρίαν· ὁ δὲ Ἑρμοῦ τὴν ϛʹ καὶ
ἐπίκοινον ὑγρὰν οὖσαν καὶ ξηράν· ὁ δὲ Σελήνης τὴν ζʹ ὑγρὰν οὖσαν
καὶ περιγειοτέραν, ἥτις δέχεται καὶ τὰς τῶν ἀστέρων ἀπορροίας. ἡ δὲ
μέθοδος τοῦ διέποντος καὶ πολεύοντός ἐστιν αὕτη· ὅταν ὁ τοῦ Κρόνου (5)
κύριος γίνηται τῆς ἡμέρας, λέγομεν· πολεύει ὅλην ἡμέραν καὶ διέπει
τὴν αʹ ὥραν καὶ αὐτὸς πολεύων καὶ διέπων· τὴν βʹ ὥραν παραδίδωσι
τῷ Διὶ καὶ λέγομεν τὴν βʹ ὥραν Κρόνου πολεύοντος καὶ Διὸς διέπον-
τος· εἶτα τὴν γʹ ὥραν παραδίδωσι τῷ Ἄρεως καὶ λέγομεν Κρόνου
πολεύοντος καὶ Ἄρεως διέποντος· ὁμοίως τὴν δʹ ὥραν τοῦ Ἡλίου, τὴν (10)
εʹ τῆς Ἀφροδίτης, τὴν ϛʹ τοῦ Ἑρμοῦ καὶ τὴν ζʹ τῆς Σελήνης
λέγομεν καὶ Κρόνον πολεύοντα, ἐπεὶ κύριος τῆς ἡμέρας ἐστὶν καὶ τοῦ
διέποντος. πάλιν οὖν τὴν ηʹ ὥραν πολεύει καὶ διέπει· καὶ καθεξῆς τῶν
λοιπῶν οὕτως ἔχει ἡ ἀκολουθία· τὴν μὲν αʹ ἡμέραν πολεύει ὁ Ἥλιος
καὶ διέπει τὴν αʹ ὥραν, τὴν δὲ βʹ ἡ Σελήνη ὁμοίως, τὴν δὲ γʹ ὁ Ἄρης (15)
ὁμοίως, τὴν δὲ δʹ ὁ Ἑρμῆς, τὴν δὲ εʹ ὁ Ζεύς, τὴν δὲ ϛʹ ἡ Ἀφροδίτη,
τὴν δὲ ζʹ ὁ Κρόνος.
<Ἐκ τῶν Ἀντιόχου.> Ἔστιν δὲ ἡ ἐπίσκεψις τῶν εἰρημένων
οὕτως· πολεύοντος δὲ τοῦ Κρόνου ὥρας αʹ γʹ ηʹ ιʹ οἱ γενόμενοι
ἀγενεῖς, ἐπισινεῖς καὶ βιοθάνατοι. τοῦ Διὸς πολεύοντος ὥρας αʹ δʹ ιʹ ιαʹ (20)
οἱ γενόμενοι ἄρχοντες, ἔνδοξοι, ὡραῖοι, ἐπιχαρεῖς. τοῦ Ἄρεως
πολεύοντος ὥρας αʹ βʹ γʹ ϛʹ ηʹ οἱ γενόμενοι χολώδεις, θυμοειδεῖς,
αἱματικοί, ἔμπειροι. τοῦ Ἡλίου πολεύοντος ὥρας αʹ βʹ γʹ ϛʹ ηʹ οἱ γενό-
μενοι λαμπροί, ἔνδοξοι, μεγιστάνων φίλοι, θεοφιλεῖς. τῆς Ἀφροδίτης
πολευούσης ὥρας αʹ βʹ εʹ ηʹ θʹ ιʹ οἱ γενόμενοι πρακτικοί, ἐπαφρόδιτοι, (25)
ἐπιχαρεῖς. τοῦ Ἑρμοῦ πολεύοντος ὥρας αʹ δʹ ϛʹ ζʹ ηʹ οἱ γενόμενοι
δραστικοί, πολυίστορες, διανοητικοί, ἔμπρακτοι. τῆς Σελήνης πολευ-
ούσης ὥρας αʹ γʹ ϛʹ ζʹ ηʹ οἱ γενόμενοι ἔξαρχοι μεγάλων πραγμάτων
τασσόμενοι, ἡγούμενοι, καταστάται λαοῦ. ὁμοίως καὶ ἐπὶ τῶν νυκτε-
ρινῶν ὡρῶν, ἐὰν ὁ κύριος τῶν ὡρῶν τοῦ διέποντος κακοδαιμονήσῃ, (30)
θηριοβρώτους ποιεῖ· ἐὰν δὲ ὁ Κρόνος διέπῃ Σελήνης διαμετρούσης,
ἐπιληπτικοὺς καὶ θεοφορουμένους ποιεῖ.
<Ἐκ τῶν Ἀντιόχου.> Ἰδίως περὶ Σελήνης. (33t)
Σελήνη ἰσομοιροῦσα Σκορπίῳ ἢ Ἰχθύσιν ἢ Καρκίνῳ ἢ Κρόνῳ ἢ (34)
Ἄρει λέπρας ποιεῖ· Σελήνη σὺν Κρόνῳ καὶ Ἄρει ἐν ὑστέραις μοίραις (35)
τῶν ζῳδίων χωλοὺς ποιεῖ· Σελήνη ἀπόστροφος τοῦ ὡροσκόπου ποιεῖ
τοὺς γεννηθέντας ἀνοήτους καὶ παράφρονας· Σελήνη διάμετρος καὶ
πανσέληνος κακοδαιμονοῦντας καὶ ἐκπτώτους ποιεῖ· Σελήνη καὶ Ἥλιος
(115.) ἐν τῷ ϛʹ ἢ ιβʹ Κρόνου καὶ Ἄρεως καὶ Ἑρμοῦ ἐπὶ κέντρῳ ὄντων δίχα
Διὸς καὶ Ἀφροδίτης, κυνανθρώπους ποιοῦσιν ἢ κυνοβρώτους· Σελήνη
καὶ Ἀφροδίτη ὁμοῦ ποιοῦσι ῥευματιζομένους, μαλακοὺς καὶ τὰς
μίξεις ἐπὶ κακῷ ἔχοντας. Σελήνη καὶ Ἑρμῆς κατὰ διάμετρον
ποιοῦσι σίντας, ψεύστας, ἅρπαγας· Σελήνη διαμετροῦσα ἢ διαμε- (5)
τροῦσα] τὸν ἴδιον οἰκοδεσπότην φυγάδας ποιεῖ, μετανάστας, μετοικι-
ζομένους· Σελήνη ὑποτριταία καὶ ὑπὸ κακοποιῶν ἀστέρων ἀκτινοβο-
λουμένη βιοθανάτους ποιεῖ καὶ ἐπισυναπτική ἐστι κακῶν.
κβʹ. Ἀντιόχου περὶ δεκανῶν ἀσελγοποιῶν. (9t)
Ἡ Ἀφροδίτη ἐπιτυχοῦσα δεκανῷ αʹ Κριοῦ ἀσελγεῖς ποιεῖ καὶ (10)
ἐμπαθεῖς καὶ <εἰς> ἄρσενας ἐπιμαινομένους. Ἀφροδίτη Διδύμων
δεκανῷ βʹ λάγνους ποιεῖ, αἰσχρούς, κατωφερεῖς πρὸς ἀφροδίσια. ἐν δὲ
Λέοντος δεκανῷ αʹ ποιεῖ ἐρωτικούς, κακογάμους. ἐν δὲ γʹ δεκανῷ
ποιεῖ μοιχούς, ἅρπαγας γυναικῶν, καὶ ὑπὸ γυναικῶν ἀτυχῆσαι. ἐν
δὲ Ζυγοῦ δεκανῷ [δὲ] πρώτῳ ἀσελγεῖς ποιεῖ καὶ ἐπὶ τὰς ὀρέξεις (15)
ἐπιμανεῖς. ἐν δὲ Σκορπίου δεκανῷ αʹ ποιεῖ αἰσχροποιῶν βλάβην γυναι-
κῶν. ἐν δὲ Τοξότῃ δεκανῷ γʹ ποιεῖ ἀτυχῆσαι διὰ γυναῖκα, καὶ
ἔπαισχρος ἔσται. ἐν δὲ Αἰγοκέρωτι δεκανῷ αʹ ποιεῖ ἀσελγεῖς,
αἰσχροποιοὺς καὶ ταῦτα παρὰ φύσιν πράττοντας. ἐν δὲ τῷ βʹ δεκανῷ
ποιεῖ μοιχούς, πόρνους. ἐν δὲ τῷ Ὑδροχόῳ δεκανῷ γʹ ποιεῖ ῥυπαρούς. (20)
ἐν δὲ Ἰχθύσι δεκανῷ γʹ ποιεῖ μοιχοὺς καὶ ἐπιμανεῖς ταῖς μίξεσιν.
Ὁ Ἥλιος Κριοῦ δεκανῷ γʹ ποιεῖ μαλακοὺς καὶ ἀσελγεῖς καὶ ἐν
Ζυγῷ δεκανῷ αʹ καὶ βʹ καὶ γʹ καὶ Σκορπίῳ δεκανῷ αʹ καὶ Ἰχθύσιν
Ἡ Σελήνη Κριοῦ δεκανῷ γʹ μαλακοὺς καὶ ἀσελγεῖς καὶ ἐμπαθεῖς (25)
ποιεῖ καὶ Λέοντος δεκανῷ γʹ καὶ Ἰχθύων δεκανῷ αʹ καὶ Αἰγοκέρωτος
δεκανῷ γʹ καὶ Ζυγοῦ δεκανῷ γʹ καὶ Ὑδροχόου δεκανῷ γʹ. εἰ δὲ καὶ ὁ
κύριος τῆς κατὰ πῆξιν Σελήνης τύχῃ ἀπόστροφος καὶ ὁ κύριος τοῦ
ὡροσκόπου ἀπόστροφος αὐτοῦ, οὔτε ἄνθρωπός ἐστιν ὁ γεννηθεὶς
οὔτε κτῆνος, ἀλλὰ τέρας τι ἄσημον. οἱ δὲ κακοποιοὶ <εἰ> (30)
ἐπιθεωρήσουσιν τὰ κέντρα, τῶν ἐκθειαζομένων ἔσται τὸ γεννηθὲν οἷον
κύων ἢ αἴλουρος· οἱ δὲ ἀγαθοποιοὶ <εἰ> ἐπιθεωρήσουσιν τὰ κέντρα
τῶν ἀγαθοποιῶν ἀποστρόφων, ἄγριόν τι ζῷον ἔσται τὸ γεννηθέν.
Κρόνος Κριοῦ δεκανῷ γʹ καὶ Ζυγοῦ δεκανῷ γʹ καὶ Αἰγοκέρωτος
δεκανῷ αʹ καὶ γʹ ἀσελγεῖς ποιεῖ. Ζεὺς Κριοῦ δεκανῷ γʹ (35)
καὶ Ζυγοῦ
(116.) δεκανῷ αʹ καὶ γʹ καὶ Αἰγοκέρωτος δεκανῷ αʹ καὶ γʹ. Ἄρης Κριοῦ
δεκανῷ αʹ καὶ Αἰγοκέρωτος δεκανῷ αʹ. ὡροσκόπος Κριοῦ δεκανῷ γʹ
καὶ Ζυγοῦ δεκανῷ αʹ καὶ γʹ καὶ Αἰγοκέρωτος δεκανῷ αʹ ἀσελγεῖς καὶ
ἡδυπαθοῦντας ποιεῖ.
Ὁ κλῆρος τῆς τύχης καὶ τοῦ δαίμονος καὶ οἱ κύριοι (5)
αὐτῶν ἐν ἀσελγεῖ ζῳδίῳ ἐμπεπτωκότες μαλακοὺς καὶ ἀσελγεῖς ποιοῦ-
σιν. ἀσελγῆ δὲ ζῴδιά εἰσιν Κριός, Ταῦρος, Λέων, Αἰγόκερως, ἀπὸ
μέρους δὲ Ἰχθύες καὶ Ζυγός. Ἀφροδίτη ἐν ἀρσενικῷ ζῳδίῳ καὶ
οἴκῳ ἢ ὁρίοις Ἑρμοῦ ἀσελγεῖς ποιεῖ. Ἀφροδίτη ἐπὶ κέντρῳ καὶ ἐν
θηλυκῷ ζῳδίῳ ὑπὸ Ἄρεως θεωρουμένη πρὸς φίλτρον ἐγείρει τοὺς (10)
ἔρωτας καὶ ἐπιχαρεῖς <ποιεῖ>, μάλιστα δὲ ἑσπέριος.
(126.) Ἀντιόχου. Περὶ καλανδῶν. (1t)
Ἐὰν γένηται κάλανδα τῇ αʹ ἡμέρᾳ, ἔσται χειμὼν χρήσιμος, ἔαρ ὑγρὸν (2)
εὔκαρπον, θέρος ξηρόν, μετόπωρον μέσον· τετραπόδων πτώσεις,
νεωτέρων ἀπώλεια, πνοαὶ ἀνέμων ἐλάχισται.
Ἐὰν γένηται κάλανδα τῇ βʹ ἡμέρᾳ, χειμὼν χρήσιμος, ὑετοὶ μεγάλοι (5)
καὶ χαλαζώδεις, θέρος ἀνεμῶδες, μετόπωρον ὑγρόν, σπόρος πρώιμος
εὔθετος, πυρετοὶ συχνοί, θρεμμάτων πλῆθος, μελιττῶν καὶ πτηνῶν
δαψίλεια.
Ἐὰν γʹ, χειμὼν μέσος χιονώδης, ἀέρες καλοί, πλεόντων ναυάγιον,
νόσοι πολλαί, θάνατοι βίαιοι, ἔαρ ὑγρόν, θέρος καλόν, μετόπωρον (10)
ξηρόν, θηλειῶν ἀπώλεια.
Ἐὰν δʹ, χειμὼν κεκερασμένος, ξυλοκαρπίαι συγκεκερασμέναι, ἔαρ
ὑγρόν, θέρος ξηρόν, νεωτέρων ἀπώλεια.
Ἐὰν εʹ, καιρὸς ἐπαχθής, θέρος καλόν, μετόπωρον ὑγρόν, τρύγος
πολὺ καὶ δυναστῶν ἀπώλεια. (15)
Ἐὰν ϛʹ, χειμὼν πολύς, βρονταὶ ὀλίγαι ταραχώδεις, ἔαρ ὑγρόν,
χιονῶδες καὶ χαλαζῶδες, τρύγος πολύ, ὀφθαλμῶν πόνοι, νηπίων
θνῆσις.
Ἐὰν ἐν σαββάτῳ, καιρὸς ἐμπαθής, ἔαρ ψυχρόν, θέρος ὑγρόν,
ἄνεμοι ὀλίγοι, καρποὶ δένδρων χρήσιμοι, φθινόπωρον ξηρόν, θρεμμά- (20)
των ἀπώλεια, πηγῶν καὶ ποταμῶν κίνησις ἐκ πολυομβρίας.
(127.) Περὶ τῶν ζʹ πλανωμένων ἐν ἐπιτομῇ (6t)
ἐκ τῶν Ἀντιόχου. (7t)
Ὁ Κρόνος ἄρχειν λέγεται τῶν χρονίων πραγμάτων, ὑγρότητός τε (8)
καὶ ψύξεως· καλῶς δὲ σχηματισθεὶς ὠφελεῖ τοῖς γινομένοις, καὶ
αὔξησιν αὐτοῖς ἀπονέμων· κακῶς δὲ σχηματισθεὶς ἐπάγει συμφοράς· (10)
καλεῖται δὲ Φαίνων.
Ὁ δὲ Ζεὺς ἄρχειν λέγεται μεγαλοπρεπείας καὶ δόξης καὶ σεμνό-
τητος· καλεῖται δὲ Φαέθων.
Ὁ δὲ Ἄρης πυρρός τέ ἐστι τὸ χρῶμα, ἄρχει δὲ τοῦ ἐν ἡμῖν αἵματος
καὶ τῆς σπερματικῆς ὁρμῆς, θυμοῦ τε καὶ ὀργῆς καὶ θάρσους αἴτιος· (15)
καλεῖται δὲ Πυρόεις.
Ὁ δὲ Ἥλιος ἄρχει μὲν πνεύματος καὶ ψυχῆς καὶ κινήσεως.
Ὁ δὲ Ἑρμῆς ἅτε δὴ συναπτόμενος τῷ Ἡλίῳ σπανιωτέρως μὲν
ὁρᾶται, ἄρχει δὲ φρονήσεως καὶ λόγου καὶ ἐπιστήμης καὶ τῶν παρα-
πλησίων· καλεῖται δὲ Στίλβων. (20)
Ἡ δὲ Ἀφροδίτη καὶ αὐτὴ παρακειμένη τῷ Ἡλίῳ, μέγεθος ἔχουσα,
ἄρχει μὲν εὐπρεπείας καὶ καθαρότητος καὶ φιλοστοργίας καὶ ἔρωτος·
καλεῖται δὲ Φωσφόρος.
Ἡ δὲ Σελήνη προσγειοτέρα οὖσα τὰς ἀπορροίας τῶν ἄνωθεν
αὐτῆς δεχομένη ἀστέρων καὶ διακονοῦσα πρὸς τὰ περίγεια, ἄρχει τοῦ (25)
ἀνθρωπίνου σώματος παντός. φάσεις δὲ ποιεῖται πρὸς τὸν Ἥλιον ζʹ.
Ὅτι μὲν οἱ πλάνητες ὡς ἐν τῷ βαλτέῳ τῶν ζῳδίων οἱ ἀστέρες φερό-
μενοι ἑλικοειδῶς φέρονται καὶ ποιοῦνται σχήματα δʹ. αʹ ἀπὸ μὲν τῆς ἀνω-
τάτης ἀψίδος καταβαίνοντες <ὑψηλὸν> ταπεινοῦσθαι λέγονται. βʹ πρὸς
τῷ κατωτάτω, ὅτε καὶ ταπεινὸν ταπεινοῦσθαι λέγονται. γʹ ἐκ τοῦ κατω- (30)
τάτω ταπεινοῦ ἐπὶ τὸ μέσον ἀναβαίνοντες, ὅτε καὶ ταπεινὸν ὑψοῦσθαι
λέγονται. δʹ ἀπὸ τοῦ μέσου πρὸς τὸ ἀνωτάτω ὅτε καὶ ὑψηλὸν ὑψοῦσθαι
λέγονται. —Ἰστέον ὅτι ἡ Σελήνη τὴν μὲν ἄνω ἕλικα τρέχουσα διὰ νυχ-
θημέρου ιαʹ διέρχεται μοίρας, τὴν δὲ κάτω διὰ τοῦ αὐτοῦ διαστήματος
μοίρας ιδʹ, ὅθεν δύο λύσεις συνδέσμων λέγεται ποιεῖσθαι, μίαν μέν, (35)
ὅταν ἐκ τοῦ ὑψηλοτάτου ἄρχεται ταπεινοῦσθαι, ἃ καὶ χαλεπὰ καὶ ἄκριτα
(128.) ἐπὶ γενέσεως ὁρᾶται σχήματα, ἑτέραν διὰ τῶν μέσων ἀνιοῦσα, καὶ
τότε οὖσα χαλεπή. ἐκλειπτικὸς ὁ τόπος οὗτος· ἐν τούτῳ γὰρ γινομένη
καὶ πανσεληνιάζουσα πρὸς τὴν ὄψιν ἡμῶν τὸ τῆς ἐκλείψεως ὑπομένειν
φαίνεται πάθος.
Ἐκ τῶν Ἀντιόχου κεφ. λθʹ. Κανόνιον (12t)
τῶν δʹ ἀνέμων καὶ τῶν κδʹ βαθμῶν. (13t)
Ἐπὶ γὰρ ἑκάστου ἀνέμου ἐστὶ τέταρτον μόριον, ζῴδια δὲ γʹ, ὡς (14)
γίνεσθαι κατὰ ζῴδιον βαθμοὺς δύο. ὁ δὲ βαθμὸς ἔχει μοίρας ιεʹ. (15)
δὶς ιεʹ λʹ, ἰδοὺ τοῦ καθ’ ἕκαστον ζῳδίου λʹ μοῖραι εὑρίσκονται. τοίνυν
ὁ Ἥλιος ἀπὸ Κριοῦ ἄνεισι τὸν βορρᾶν ἕως ἀρχῆς Καρκίνου· διὰ τοῦτο
λέγεται ὕψος ὑψοῦται· ἀπὸ δὲ τοῦ Καρκίνου κάτεισι τὸν βορρᾶν ἕως
ἀρχῆς Ζυγοῦ· δι’ αὐτὸ λέγεται ὕψος ταπεινοῦται, ἐπεὶ ἀπὸ τοῦ ὑψη-
λοτάτου ἄρχεται ταπεινοῦσθαι· ἀπὸ δὲ Ζυγοῦ ἕως Αἰγόκερω τὸν νότον (20)
κάτεισι· δι’ αὐτὸ <λέγεται> ταπεινὸν ταπεινοῦται· ἀπὸ δὲ Αἰγόκερω
ἕως τοῦ Κριοῦ τὸν νότον ἄνεισι· δι’ αὐτὸ <λέγεται> ταπεινὸν ὑψοῦται,
ἐπεὶ ἀπὸ τοῦ ταπεινοτάτου ἄρχεται ὑψοῦσθαι, δηλονότι ἐν τῇ καθ’
ἡμᾶς οἰκουμένῃ. ἐν δὲ τῇ ἀντοικουμένῃ τὸ ἀνάπαλιν συννοείσθω.
Πηγή: T.L.G.