Ανούβιος: Λειψιφωτούσα και Ύπαυγος

Το δεύτερο μέρος από το κείμενο του Ανούβιου

Επεξήγηση όρων για τον μελετητή

Λειψιφωτούσα ή λειψίφωτος: Αναφέρεται στο φωτισμό της Σελήνης από τη στιγμή που έχει ολοκληρωθεί η αντίθεση της με τον ήλιο (Πανσέληνος) και το φως της αρχίζει να μειώνεται. Συναντάται επίσης ως λειψιφαείς.
Αυξιφωτώ: Ο φωτισμός της Σελήνης αυξάνεται, όταν έχει ολοκληρώσει την σύνοδο της με τον Ήλιο και πηγαίνει για αντίθεση μαζί του.

Καθυπερτερώ: Ένας πλανήτης α’ καθυπερτερεί ενός άλλου β’ όταν βρίσκεται 10 ζώδια ύστερα από αυτόν, έχοντας μαζί του όψη τετραγώνου. Το ρήμα δεν περιορίζεται μόνο στο τετράγωνο, αλλά και στις υπόλοιπες Πτολεμαϊκής όψεις. Ο καθυπέρτερος πλανήτης α’ είναι συνήθως βαρύτερος από τον γρήγορο πλανήτη β’ ο οποίος σχηματίζει αύξουσα όψη μαζί του.

Ύπαυγος: Αναφέρεται σε ένα πλανήτη, ο οποίος επειδή βρίσκεται πολύ κοντά στον Ήλιο, καθίσταται αόρατος, λόγω της μεγάλης φωτεινότητας που εκπέμπεται από τις ηλιακές ακτίνες. Οι Έλληνες όριζαν συνήθως την απόσταση ενός ύπαυγου πλανήτη στις 15 μοίρες εκατέρωθεν του Ηλίου. Ο όρος αντιστοιχεί στις σημερινές εκφράσεις "καμμένος πλανήτης" και "πλανήτης κάτω από τις ακτίνες του Ηλίου".

Περὶ τετραγώνων. (9t)

Ὁ Κρόνος Δία τετραγωνίζων, τοῦ Κρόνου καθυπερτεροῦντος, ἐλαττοῦται

ἡ ὕπαρξις· αὐτοὶ δὲ ἐναντία ἑαυτοῖς βουλεύονται καὶ ἐν ταῖς

πράξεσιν ἐμποδίζονται ἢ ἀνάστατοι γίνονται· τόν τε πατέρα βλάπτει

τοῦτο τὸ σχῆμα καὶ τὰ πατρικὰ πάντα ἀφανίζονται. εἰ δὲ Ζεύς ἐστιν

καθυπερτερῶν τὸν Κρόνον, ἥττων ἡ κάκωσις· τῷ τε γὰρ πατρὶ εὔκλειαν

δώσει καὶ τῷ παιδὶ βίου πορισμὸν κατὰ τὸ μέτρον τοῦ σχήματος καὶ (15)

τῆς θέσεως.

Ὁ Κρόνος Ἄρεα τετραγωνίζων τοῦ Κρόνου καθυπερτεροῦντος ἀτα-

κτοῦσι, τῷ δὲ σώματι ἔσονται φρικώδεις καὶ νοσεροί, ἐνίοτε καὶ ῥίγει

καὶ πυρετῷ δαμάζονται· τὰ πατρικὰ δὲ κτήματα ὄλλυνται. οἱ δὲ

τοιοῦτοι καὶ θανάτους ὁρῶσι τῶν ἀδελφῶν· εἰ δὲ ὁ Ἄρης καθυπερτερεῖ (20)

τοῦ Κρόνου πάντως οἱ πατέρες πρὸ τῆς μητρὸς τελευτῶσιν, αὐτῷ δὲ

ἔσονται τῷ βίῳ μερικῶς ἐνεργεῖς καὶ ἔμπρακτοι, πλήν, ὡς εἴρηται, τῶν

πατρικῶν κτημάτων τὸ σχῆμα ὀλέθριον· οἱ τοιοῦτοι καὶ ἀπὸ τῶν

οἰκείων φθονοῦνται.

Ὁ Κρόνος Ἥλιον τετραγωνίζων τοῦ Κρόνου καθυπερτεροῦντος, (25)

ἔκπτωσις ἔσται τοῖς πατράσι ἢ σπασμός· πρὸ δὲ τῶν μητέρων οἱ πατέρες

τελευτῶσι, σφάλλονται δὲ καὶ οἱ παῖδες ἐν πολλαῖς περιπίπτοντες ταῖς

βλάβαις καὶ σωματικαῖς ὀχλήσεσιν, τὸ δὲ πλεῖον ῥιγοπυρέτοις· εἰσὶ δὲ

καὶ περὶ τὰς πράξεις ψυκτικοί, τοῦ δὲ Ἡλίου καθυπερτεροῦντος τὸν

Κρόνον, σκορπίζονται τὰ πατρῷα, τοὺς δὲ ἐχθροὺς τοῖς οἰκείοις ποιεῖ (30)

καὶ τὰς πράξεις ἐλαττοῖ καὶ ἐπαλλήλοις νόσοις περικυλίει ἀσήμους τε

τῷ βίῳ καὶ ἐν ταῖς οἰκείαις πόλεσιν ἀγνοουμένους.

Ὁ Κρόνος τετραγωνίζων Ἀφροδίτην τοῦ Κρόνου καθυπερτεροῦντος

ἐκπτώσεις γίνονται καὶ ἐκ θηλυκῶν προσώπων κακὰ πολλὰ καὶ πένθη·

οὗτοι τὰ πολλὰ ἀτυχοῦσιν ἐν οἷς ἐπιβάλλονται, καὶ ἐν γυναιξὶν οὐκ (35)

ἔχουσι χάριτας. εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὸν Κρόνον, ἐνδόξους

(207.) δίδωσι γάμους καὶ γυναῖκας ἀρχικάς, εὐνοϊκὰς καὶ φιλοστόργους, αἳ

καὶ πάνυ ὑπὸ ἀνδρῶν φιληθήσονται.

Ὁ Κρόνος τετραγωνίζων Ἑρμῆν, τοῦ Κρόνου καθυπερτεροῦντος,

ψύξεις περὶ τὰς πράξεις καὶ ἐναντιότητες πολλαὶ ἔσονται καὶ ἐναν-

τιογνωμίαι· ἔσονται δὲ οἱ τοιοῦτοι ἐν τοῖς ἔργοις ὑπ’ ἄλλων κυριευό- (5)

μενοι, οἱ δὲ βάσκανοι γίνονται, ἄλλοι τραυλοὶ ἢ κωφοί. εἰ δὲ ὁ Ἑρμῆς

καθυπερτερεῖ τὸν Κρόνον, ἥττονα τὰ προειρημένα ποιεῖ.

Ὁ Κρόνος Σελήνην τετραγωνίζων τοῦ Κρόνου καθυπερτεροῦντος

κακοθάνατος ἡ μήτηρ καὶ ὁ παῖς ἐν νόσοις πολλαῖς καὶ κινδύνοις ἔσσε-

ται καὶ συνεχέσι ῥευματισμοῖς· ἐπὶ δὲ ζῳδίων θηλυκῶν ἔτι χεῖρον· εἰ γὰρ (10)

ᾖ τούτῳ πεπρωμένος ὁ γάμος, δύσγονόν τε γυναῖκα λήψεται καὶ οὔτε

φίλοι οὔτε τέκνα τούτῳ ἔσονται. τούτων δὲ καὶ ὁ βίος ἐλαττοῦται. εἰ δὲ

ἡ Σελήνη τὸν Κρόνον καθυπερτερεῖ, πρός τε τῷ ἀπράκτους ποιεῖν καὶ

ἐχθροὺς ταῖς μητράσι δείκνυσιν καὶ τὰ μητρικὰ φθείρει καὶ ῥεύματα

κινεῖ. (15)

Ὁ Ζεὺς τετραγωνίζων Ἄρεα Ἄρεως Δία καθυπερτεροῦντος δόξα

καὶ τιμὴ ἕπεται τούτοις καὶ σύστασις, οἱ μὲν ἐν στρατιαῖς διαπρέπουσιν,

οἱ δὲ ἐν βασιλικαῖς αὐλαῖς ἀναστρέφονται ἢ ἐν δημοσίαις πράξεσι, πλὴν

τὰ μητρικὰ ἢ πατρικὰ οὐ φυλάττονται καὶ ἐπὶ τέκνοις λύπαι ἔσονται ἢ

σπανότεκνοι γίνονται. εἰ μέντοι ὁ Ἄρης τὸν Δία καθυπερτερεῖ, ὀξεῖς μὲν (20)

καὶ ὁρμητὰς πλὴν σφαλλομένους ἐν τῷ βίῳ ποιεῖ, καὶ μάτην κάμνον-

τας ἔν τε δημοσίαις ἢ βασιλικαῖς πράξεσι διαβαλλομένους καὶ κατηγο-

ρουμένους.

Ὁ Ζεὺς Ἥλιον τετραγωνίζων καὶ τῷ πατρὶ καὶ τῷ τεχθέντι καλός,

προκοπὰς γὰρ ἐπάγει· καὶ ἐν μεγάλοις ἀνδράσι συστάσεις, καὶ ἄλλων (25)

ἡγεμονεύοντας ποιεῖ. τοῦ δὲ Ἡλίου τὸν Δία καθυπερτεροῦντος, λαμ-

πρὸς μὲν ὁ πατήρ· τὰ δὲ ὑπάρχοντα τούτων μειοῦται ἐν περιστάσεσι

κοιναῖς· πολλάκις δὲ καὶ ἐξ ἀναστάσεως ἐχθρῶν τοῦτο γίνεται.

Ὁ Ζεὺς τετραγωνίζων Ἀφροδίτην τοῦ Διὸς καθυπερτεροῦντος,

πολλοὺς οἱ τοιοῦτοι φίλους ἕξουσιν, καὶ μάλιστα ἀπὸ θηλυκῶν προσώ- (30)

πων κερδανοῦσι καὶ ἀστεῖον βίον ἕξουσι καὶ θεοσεβεῖς ἔσονται· εἰ δὲ ἡ

Ἀφροδίτη τὸν Δία καθυπερτερεῖ, ἐρωτικοὶ ἔσονται καὶ φιλόκοσμοι καὶ

πρὸς τούτων τερπόμενοι· πολλὰ μέντοι οἱ τοιοῦτοι ἐναντία πείσονται

καὶ ἀποτυχίας ἐν τοῖς ἔργοις.

Ὁ Ζεὺς Ἑρμῆν τετραγωνίζων τοῦ Διὸς καθυπερτεροῦντος γραμμα- (35)

τικοὶ ἢ γεωμέτραι γίνονται· ἐνίοις δὲ ὁ βίος ἔσται ἀπὸ κοινῆς προστα-

σίας καὶ αἱ πράξεις ἀστεῖαι. εἰ δὲ ὁ Ἑρμῆς τὸν Δία καθυπερτερεῖ,

τῷ μὲν βίῳ οὐκ ἄποροι ἔσονται, πλὴν ἄκρατοι ἐν ταῖς πράξεσι καὶ

ἐναντία ἑαυτοῖς ποιοῦντες· καὶ τὰ μὲν ἀγαθὰ ὡς κακὰ ἀποφεύγουσι, τὰ

(208.) δὲ κακὰ αἱροῦνται ὡς ἀγαθά· πολλάκις δὲ οἱ τοιοῦτοι καὶ αὐτόματόν τι

ἀγαθὸν ἐπελθὸν ἀποφεύγουσι, καὶ οὓς εὐεργετήσουσιν ὑπὸ τῶν τοιού-

των ἀχαριστοῦνται, καὶ ἀμοιβὰς οὐ λαμβάνουσιν, ἀφ’ ἑαυτῶν δὲ

πορίζονται τὰ καλά.

Ὁ Ζεὺς Σελήνην τετραγωνίζων τοῦ Διὸς καθυπερτεροῦντος ἐπὶ (5)

ἡμερινῆς γενέσεως ἢ νυκτερινῆς, τῇ τε μητρὶ αἴσιον καὶ αὐτὸν κρείτ-

τονα τῶν γονέων ποιεῖ, καὶ ἐν τιμαῖς καὶ προεδρίαις δοξάζει καὶ εὐφη-

μίαις. τῆς δὲ Σελήνης καθυπερτερούσης τὸν Δία δοξαστικὸν μὲν τὸ

σχῆμα καὶ ἐν ἡγεμόσι συστάσεις ποιοῦν, πλὴν κατά τινας χρόνους

βλάπτει, ἢ ἣν ἔχει πρᾶξιν, ἐνίοτε ἐλαττοῖ. (10)

Ὁ Ἄρης Ἥλιον τετραγωνίζων τοῦ Ἄρεως καθυπερτεροῦντος, πολύ-

νοσοι, ἀπρόκοποι· εἰ δὲ καὶ προκόψουσιν, ἀλλ’ ἐναντιώσεσι πολλαῖς

περιπεσοῦνται. τοῦ Ἡλίου μέντοι καθυπερτεροῦντος τῷ τε παιδὶ καὶ

τῷ πατρὶ χαλεπόν· σφάλλονται ἐν ταῖς πράξεσι καὶ τὰ κτήματα τούτων

διασκεδάννυνται. φρενοβλαβεῖς τε ποιεῖ καὶ μαινομένους, ἔστιν ὅτε καὶ (15)

τυφλούς· χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέσεως.

Ὁ Ἄρης Ἀφροδίτην τετραγωνίζων τοῦ Ἄρεως καθυπερτεροῦντος,

πονηραὶ κρίσεις καὶ ζημίαι καὶ μάχαι καὶ βλάβαι διὰ γυναῖκας. εἰ δὲ καὶ

ἐν τροπικῷ ζῳδίῳ, μαλακοὶ ἔσονται· εἰ δὲ καὶ ζῳτικοὺς χρόνους ἔχει ὁ

τοιοῦτος, τὴν ἑαυτοῦ γυναῖκα παρακοιμήσει ἢ μοιχευομένην εἰδὼς (20)

ἀνέξεται· καὶ ἡ γυνὴ δὲ ἀσελγοῦντος τοῦ ἀνδρὸς ἀνέξεται. εἰ δὲ

Ἀφροδίτη τὸν Ἄρην καθυπερτερεῖ, τὰ ἴσα μὲν ποιεῖ, ὅμως λαθραίως

καὶ αἰδημόνως.

Ὁ Ἄρης Ἑρμῆν τετραγωνίζων τοῦ Ἄρεως καθυπερτεροῦντος

πολλῶν δεινῶν αἴτιος, βλάβας ἐπάγων καὶ συνοχὰς καὶ τὰς πράξεις (25)

ἐμποδίζων ἢ διαβολὰς διὰ πράξεις ποιῶν, χεῖρον δὲ ἐπὶ ἡμερινῆς γενέ-

σεως, εἰ μάλιστα ἢ ἀμφότεροί εἰσιν ὑπὲρ γῆν, ἢ ὅμως ὁ Ἄρης· ἐπὶ δὲ

νυκτερινῆς γενέσεως ἥττονα τὰ δεινά. εἰ δὲ τὸν Ἄρην ὁ Ἑρμῆς ἐπιδε-

κατεύει, δεινοὺς ἐξετέλεσε, πανούργους, ἀλλοτρίων ἅρπαγας· οἱ

τοιοῦτοι γὰρ ἀπὸ ἄλλου εἰς ἄλλον μετέρχονται, ὅπως κακόν τι αὐτοῖς (30)

προστρεψάμενοι προδώσουσιν αὐτοὺς καὶ τῶν χρημάτων γυμνώσουσιν.

Ὁ Ἄρης Σελήνην τετραγωνίζων τοῦ Ἄρεως καθυπερτεροῦντος τὴν

μητέρα χήραν ποιεῖ· καὶ τὸν πατρικὸν ἐλαττοῖ βίον καὶ αὐτὴν τὴν

μητέρα ἀναιρεῖ δι’ αἵματος ἢ βιαίου θανάτου· ὁ δὲ τεχθεὶς ἐπὶ ἱεροὺς

καταφεύγει τόπους καὶ ὑπὸ φαντασμάτων καὶ εἰδώλων ἐνοχλεῖται· καὶ (35)

μᾶλλον τὸ κακὸν ἔσται ὅταν ὁ Ἄρης ἐν ὁρίοις ἐστὶ Κρόνου· εἰ

δὲ <>

Σελήνη τὸν Ἄρην ἐπιδεκατεύει ἄδοξον καὶ πενιχρὰν τὴν μητέρα, τῷ δὲ

παιδὶ καθαίρεσιν τύχης καὶ πλάνας δηλοῖ.

Ὁ Ἥλιος Σελήνην τετραγωνίζων ἀλλήλους ἐπιδεκατεύοντες, ἐπὶ μὲν

(209.) τῶν κέντρων ἑστῶτες καὶ μαρτυρούμενοι ὑπὸ ἀγαθοποιῶν, ἐμπράκτους,

ἐνδόξους ἐν συστάσεσι ποιοῦσιν· ὑπὸ δὲ κακοποιῶν ὁρώμενοι καὶ ζωῇ

καὶ βίῳ λυπηροί· εἰ δὲ καὶ τοῦ Ἡλίου καὶ τῆς Σελήνης ὄντων ἀλλήλων

ἐπὶ τῶν κέντρων καὶ ὑπὸ Κρόνου καὶ Ἄρεως ὁρωμένων ἡ Σελήνη τῷ

Διὶ συνάπτει, λαμπροὶ μὲν ἔσονται, πλὴν βασκαινόμενοι ὑπὸ πολλῶν· (5)

ἀπόντος δὲ τοῦ Διός, πλείστην καὶ μεγάλην κάκωσιν ἕξει τὸ διάθεμα.

ὁ Ἑρμῆς <καὶ ἡ> Ἀφροδίτη ἀλλήλους καθυπερτεροῦντες, ἀστείας

τέχνας παρέχουσι ἢ ἐπεράστους ποιοῦσι ἢ διδασκάλους ἐπιφανεῖς· αἱ

μέντοι λαλιαὶ τούτων ἐπίψογοι καὶ περὶ τὰ ἀφροδίσια οἱ τοιοῦτοι

λάγνοι. (10)

Ἡ Σελήνη Ἀφροδίτην τετραγωνίζουσα τῆς Σελήνης καθυπερτερού-

σης ἀσπόρους μέν, πολυψόγους δέ· οἳ καὶ διὰ θηλυκὰ ἢ καὶ ἀπὸ θηλυκῶν

προσώπων βλάπτονται· εἰ δὲ ἡ Ἀφροδίτη καθυπερτερεῖ τὴν Σελήνην,

ἐπάλληλα παρέχει τὰ ἀγαθά, ἐμπράκτους καὶ πολυβίους ποιοῦσα· οἷς

καὶ γυναῖκας διδοῖ φιλοστόργους καὶ σώφρονας· αὐτόν τε εὔχαριν καὶ (15)

κόσμιον καὶ γλυκύλαλον ποιεῖ, πλὴν ἀστάτους ἐν τοῖς γάμοις ποιεῖ καὶ

αὐτοὺς καὶ τὰς τούτων μητέρας· οὐκ ἔσονται γάρ, φησί, μονογα-

μοῦντες.

Ἡ Σελήνη Ἑρμῆν τετραγωνίζουσα τῆς Σελήνης καθυπερτερούσης

κοῦφοι ἔσονται ἄστατοι εὐμετάβολοι, ἄπιστοι ὑπὸ μηδενὸς ἀκουόμε- (20)

νοι. τοῦ δὲ Ἑρμοῦ τὴν Σελήνην καθυπερτεροῦντος συνετοὶ μὲν καὶ

λόγιοι πλὴν δι’ ὄχλον καὶ πλήθους λυποῦνται· εἰ δὲ ὁ Ἑρμῆς καθυπερ-

τερῶν τὴν Σελήνην αὐτὸς ὑπὸ κακοποιῶν καθυπερτερεῖται, πλαστο-

γράφοι ἔσονται· οἳ καὶ ληφθέντες ἐπί τισι γραπτοῖς ἐν φυλακαῖς

εἴργνυνται καὶ δεσμοῖς. (25)

Περὶ διαμέτρων. (26t)

Ὁ Κρόνος Δία διαμετρῶν λυπηρὸς εἰς πρᾶξίν τε καὶ τέκνα· εἰ δὲ ὁ (27)

μὲν Κρόνος ὡροσκοπεῖ, ὁ δὲ Ζεὺς δύνει, ὀψίτυχοι ἔσονται.

Ὁ Κρόνος Ἄρην διαμετρῶν, περιστάσεσι βιωτικαῖς περιπίπτουσι καὶ

ἐναντιώμασι χαλεποῖς καὶ φθόνοις καὶ ἐνδείαις καὶ σωματικαῖς ὀχλή- (30)

σεσι καὶ κινδύνοις ζωῆς τε καὶ τέκνων οἰκείων τε ἔχθρας καὶ στάσεις

ποιεῖ καὶ πατέρας προαναιρεῖ τῆς μητρὸς καὶ ἀλλεπάλληλα παρέχει τὰ

κακά· εἰ δὲ καὶ ἐπὶ ὑγρῶν εἰσι ζῳδίων, ἐξ ὑγρῶν τὰς ὀχλήσεις, ναυα-

γοῦντας ποιοῦσιν ἢ ἐκ ποταμῶν καὶ ῥευμάτων ἐπιφορὰς ἐπάγουσιν.

(210.) πολλάκις δὲ καὶ ἀπὸ ἐνύδρων ἀδικοῦνται θηρίων ἢ φαρμάκοις τισὶ

τελευτῶσιν. εἰ δὲ τὸ σχῆμα ἐν τοῖς τετράποσι ζῳδίοις ἐστίν, ἐκ

συμπτώσεως θνήσκουσιν, ἢ ἐγγὺς τοῦ θανεῖν ἔρχονται, ὅταν ὁ Ζεὺς

ἴδῃ· εἰ γὰρ μὴ ἴδῃ, ἄφυκτα τὰ κακά. ἀλλ’ ἐπὶ μὲν τῶν κέντρων διαμε-

τροῦντες θάνατον ἐπιφέρουσιν ἢ χωρισμοὺς οἰκείων καὶ τῆς πατρίδος· (5)

τοὺς δὲ εἰς ὑποταγὴν ἄγουσι καὶ δουλείαν, κἂν ἐλεύθεροι ὦσιν· ἐπὶ δὲ

τῶν ἐπαναφορῶν τὰς ἐλπίδας ἐκκόπτουσιν, ἔτι δὲ καθαιρέσεις ἐπά-

γουσιν ἐν μέσοις τοῖς χρόνοις. ἂν δ’ ἐν τοῖς ἀποκλίμασιν ἧττον μὲν

βλάπτουσιν, λύπας δὲ ὅμως καὶ μόχθους καὶ ἐκπτώσεις ἐπάγουσιν.

Ὁ Κρόνος Ἥλιον διαμετρῶν τοῦ Διὸς μὴ μαρτυροῦντος, καματηρὸς (10)

ἔσται ὁ πατὴρ καὶ φειδωλὸς καὶ σεσινωμένος, τά τε κτήματα καὶ τὰ

πατρικὰ φθείρεται, ὅσα τῷ παιδὶ καταλείπεται· ἀλλ’ οὔτε εὐθάνατος

ἔσται ὁ πατήρ, ὁ δὲ τεχθεὶς ἐν πολλοῖς ἔσται μόχθοις καὶ μᾶλλον ὅταν

ἐπὶ θηλυκῶν ζῳδίων τὸ σχῆμα γένηται.

Ὁ Κρόνος Ἀφροδίτην διαμετρῶν πόρνους, ἀσχήμονας, ἀγάμους (15)

ποιεῖ· εἰ δὲ καὶ γήμωσι, ἐφυβρίστους ἢ ξένας λήψονται ἢ δούλας ἢ

σεσινωμένας, καὶ αὐτοὶ δὲ ἐκτὸς τῶν ἀφροδισιακῶν χαρίτων εἰσίν.

Ὁ Κρόνος τὸν Ἑρμῆν διαμετρῶν δυσγλώττους ἢ τραυλοὺς σημαίνει

καὶ μάλιστα τοῦ Ἑρμοῦ ἐν ἀφώνῳ ζῳδίῳ ὄντος ἢ ὑπαύγῳ· εἰ δὲ σὺν

τῷ Ἑρμῇ καὶ τὴν Σελήνην διαμετρεῖ ὁ Κρόνος, χεῖρον βλαβήσεται ἡ (20)

λαλιά, εἰ μὴ ὁ Ἄρης ἰδών ποθεν λύσει τὴν κάκωσιν· πλὴν τῆς μὲν

ἀφωνίας, ὁ Ἄρης ἀπαλλάττει, πολυμόχθους δὲ ποιεῖ, ὅμως συνετοὺς

λίαν καὶ ἐμπείρους· ὄνησις δέ τις αὐτοῖς ἀπὸ τῆς συνέσεως καὶ ἐμπει-

ρίας οὐκ ἔσται οὔτε κτῆσις οὔτ’ ὠφέλεια· ἀεὶ δ’ ἐμμέριμνοι καὶ κατά-

στυγνοι διάγουσι, τύφου γέμοντες καὶ τῶν προγενεστέρων ἀδελφῶν (25)

ὄψονται θανάτους ἢ προγενέστεροι τῶν ἄλλων ἔσονται· τούτων καὶ ὁ

πατὴρ προτελευτᾷ τῆς τεκούσης.

Ὁ Κρόνος Σελήνην διαμετρῶν τὴν μητρικὴν κτῆσιν ἀπόλλυσιν καὶ

αὐτῇ τῇ μητρὶ θλίψεις καὶ κρυπτῶν τόπων πόνους ἐπάγει ἢ λυπηρὰ

σημαίνει· εἰ δὲ μὴ ὁ Ζεὺς ἢ Ἀφροδίτη ὁρᾷ, ἔσται χαλεπῶς ἔχουσα τῷ (30)

σώματι καὶ ζημίας ὑπομένουσα· ἐν δὲ τοῖς τετράποσιν, ἀπὸ τῶν ὁμοίων

ἡ βλάβη· εἰ δὲ ἐν θηριώδεσιν, ἐκ θηρίων· εἰ δὲ ἐν ἀνθρωποειδέσι, ἐξ

ἀνθρώπων· εἰ δὲ ἐν καθύγρῳ, ἐξ ὑδάτων ἢ κακοχυμίας τοῦ σώματος· καὶ

τῷ γεννηθέντι δὲ ὁμοίως, εἰ μὴ ἴδοι Ζεὺς Ἀφροδίτην, σῖνος ἔσται.

τινῶν μὲν τὴν ὄψιν ἐτύφλωσεν, ἄλλους τῆς πατρίδος ἐξήλασεν, ἑτέρους (35)

ἐν διαφόροις τόποις τοῦ σώματος ἔβλαψεν.

(211.) Ὁ Ζεὺς Ἄρην διαμετρῶν ἀνώμαλον ποιεῖ τὸν βίον πάνυ τοῖς τοιού-

τοις καὶ οἱ φίλοι ἐχθροὶ γίνονται, οἱ δὲ καὶ ἐκ προπετείας καὶ ταραχῆς

λογισμῶν ζάλαις λυποῦνται.

Ὁ Ζεὺς Ἥλιον διαμετρῶν τῶν πατρικῶν ὀλετὴρ κτημάτων· ὁ δὲ

γεννηθεὶς ἐν ὑποταγῇ ἔσται τῶν ἐπιτρόπων αὐτοῦ ἢ δούλων ἢ τοιού- (5)

των ὁμοίων.

Ὁ Ζεὺς Ἀφροδίτην διαμετρῶν ἀπροκόπους ποιεῖ, ἀληθὴς δὲ φίλος

τούτοις οὐδείς, ἀλλ’ ἕτερα μὲν νοῶν, ἕτερα δὲ λέγων, ἕξει δὲ καὶ

φίλων ἐπαναστάσεις καὶ οἱ εὐεργετηθέντες ὐπ’ αὐτοῦ ἐχθροὶ ἔσονται

αὐτοῦ, καὶ οἷς δωρεὰς παρέξει, ἀμοιβὰς κακὰς παρ’ αὐτῶν ἀντιδέξεται· (10)

ἐν ἄλλοις δέ τισιν εὐτυχήσει καὶ βίος ἄρκιος ἔσται αὐτῷ, καὶ πρὸς μὲν

τὴν γνησίαν γαμετὴν ἀστατήσει, πρὸς δὲ τὰ μοιχικὰ ἐπιτευκτικὸς ἔσται.

Ὁ Ζεὺς Ἑρμῆν διαμετρῶν, φαῦλος καὶ μάλιστα τοῖς δικολόγοις καὶ

ῥήτορσι· ποιεῖ γὰρ ὄχλων ἐπαναστάσεις καὶ ὀργὰς καὶ διαβολὰς πρὸς

μείζονας ἔκ τινων βασκάνων· ὄψονται καὶ ἀδελφῶν θανάτους καὶ δίκας (15)

ἕξουσι πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς κατὰ γένος προσήκοντας.

[Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ πῆξιν ταῦτα τὰ σχήματα ἀποτελεστικὰ

γίνεται ἀλλὰ καὶ κατὰ τὰς ἐπεμβάσεις, οἷον κατὰ πῆξιν ἦν Ἥλιος Σκορ-

πίῳ, Ἄρης Παρθένῳ, κατὰ δὲ ἐπέμβασιν γενόμενος Ἄρης Ταύρῳ διέ-

τεμε τὸν κατὰ πῆξιν Ἥλιον, καὶ ἐδήλωσε κίνδυνον ἀφ’ ὕψους ἢ πυρός]. (20)

Ὁ Ζεὺς Σελήνην διαμετρῶν εἰ μὲν αὐξιφωτοῦσα προεδρίαν καὶ βίον

διδοῖ καὶ ἐπίσημον καὶ ἀρχικὸν σημαίνει,

Ἤθεσιν ὁρμητήν τε καὶ οὐκ εἴκοντά περ ἄλλῳ. (23t)

ταῦτα δὲ ποιεῖ κατ’ ἐξοχὴν ἡνίκα ἡ Σελήνη ἐλαττόνων ἐστὶ μοιρῶν, ὁ (24)

δὲ Ζεὺς πλειόνων· εἰ δὲ λειψιφωτοῦσα, δεινόν, τὰ γὰρ εἰρημένα πάντα (25)

μειοῖ, καὶ ἄλλα δὲ ἐναντιώματα καὶ σφάλματα σημαίνει.

Ὁ Ἄρης Ἥλιον διαμετρῶν ἐν ἡμερινῇ γενέσει βιαιοθανάτους ποιεῖ ἢ

καὶ τὰς τοῦ πατρὸς ὄψεις σινοῖ, τῇ δὲ γενέσει κινδύνους ἀφ’ ὕψους

καὶ ἐναντιώσεις ποιεῖ πολλάς· ἐν δὲ νυκτὶ ἀδρανεῖς ποιεῖ καὶ τῷ βίῳ

ἐκπτώτους. (30)

Ὁ Ἄρης διαμετρῶν Ἀφροδίτην, ῥέμβους καὶ ἀστάτους ποιεῖ· βάσκα-

νον δὲ ἡ Ἀφροδίτη εἰς γάμον καὶ τέκνα· εἰ δὲ καὶ ἐν τροπικῷ, τοιαῦτα

ποιεῖ ἃ καὶ τετράγωνοι ὄντες· *** γίνονται γὰρ πλαστογράφοι, καὶ τῶν

φαρμακείων συνίστορες· ἀεί τε δανείοις καὶ ἐγγύαις ὑποπίπτουσιν καὶ

πίστιν δικαίαν ἀποστέργουσιν, ὧν ἕνεκα καὶ παρ’ ἡγεμόνων κρίνονται καὶ

(212.) φόβους ὑφίστανται· ἄλλοι τῆς πατρίδος ἐξελαύνονται, καὶ μᾶλλον ἡνίκα

ὁ Ἑρμῆς ἐστι ἐν ὁρίοις Κρόνου ἢ ζῳδίῳ ἢ ἐν ἰδίοις ὁρίοις ἢ ζῳδίῳ.

Ὁ Ἄρης Σελήνην διαμετρῶν ὀλιγοχρονίους ποιεῖ ἢ κινδύνοις περι-

πίπτοντας, τινὲς μὲν ἄγαμοι, τινὲς δὲ τὰς γυναῖκας θάπτουσιν· τούτοις

ὁ Ἑρμῆς ἐστι ἐν ὁρίοις Κρόνου ἢ ζῳδίῳ ἢ ἐν ἰδίοις ὁρίοις ἢ ζῳδίῳ.

Ὁ Ἄρης Σελήνην διαμετρῶν ὀλιγοχρονίους ποιεῖ ἢ κινδύνοις περι-

πίπτοντας, τινὲς μὲν ἄγαμοι, τινὲς δὲ τὰς γυναῖκας θάπτουσιν· τούτοις

καὶ ἡ τελευτὴ δεινή, ἢ γὰρ μανίας ἢ τομὰς ὁ Ἄρης ποιεῖ. (5)

Ἡ Ἀφροδίτη Σελήνην διαμετροῦσα τὰ πρὸς γάμον οὐκ ἀγαθά· ἢ

γὰρ οὐ διδοῖ τέκνα ἢ παρέχουσα ταῦτα θανατοῖ ἢ ἄλλως πως ἀποστερεῖ·

ἕνεκα δὲ τῶν γυναικῶν αὐτῶν ὕβρεις καὶ θλίψεις καὶ βλάβας πάσχουσι,

καθόλου γὰρ Σελήνη καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ἐπὶ

παντὸς πράγματος ζηλοτυπίαν παρέχουσιν. (10)

Ὁ Ἑρμῆς Σελήνην διαμετρῶν ἀπὸ πλήθους καὶ δήμου στάσεις

ἐγείρει καὶ κραυγάς, καὶ ἐν λόγοις ἀθαρσεῖς ποιεῖ. [ὅσα δὲ δηλοῦσι τρί-

γωνοι πρὸς ἀλλήλους οἱ ἀστέρες, τοσαῦτα καὶ ἑξάγωνοι ὄντες πλὴν

ἀσθενέστερα καὶ ἥττονα ποιοῦσιν].

Ἡ Σελήνη Ἥλιον διαμετροῦσα ὄλβου καὶ δόξης παραίτιος γίνεται. (15)

καθόλου δὲ πᾶς ἀστὴρ τὸν ἴδιον οἶκον διαμετρῶν ἃ παρέχει αὐτὸς

πάντα ἀφ’ ἑαυτοῦ μειοῖ.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved