Επεξήγηση όρων για τον μελετητή
Αφέτης: Ο δότης της ζωής, αυτός που χαρίζει τη ζωή. Πρόκειται για ουράνιο σώμα ή συγκεκριμένο σημείο σε ένα γενέθλιο χάρτη που προκύπτει ύστερα από υπολογισμούς.
Αναιρέτης: Πρόκειται για έναν πλανήτη, ο οποίος προσδιορίζεται έπειτα από συγκεκριμένους υπολογισμούς και σε ένα ωροσκόπιο θεωρείται ότι είναι αυτός που δίνει τέλος στη ζωή.
Balbillus Astrol., Fragmenta. {1215.001} 6
8.
(103.) Συγκεφαλαίωσις τῶν Βαρβίλλῳ πρὸς Ἑρμογένην (10t)
ἀστρολογουμένων. (11t)
Πρῶτον μὲν διέξεισι περὶ τῶν τῆς ζωῆς χρόνων, ἀρχόμενος τῆς (12)
σκέψεως ἀπὸ τῶν ἀφετῶν· ἀφέτας δὲ δʹ λέγει, Κρόνον, Ἄρεα, Ἥλιον,
Σελήνην· λαμβάνει δὲ κύριον ἀφέτην τὸν ἐπὶ τοῦ μεσουρανήματος,
μηδενὸς δὲ παρόντος ἐν αὐτῷ ἀπὸ τοῦ ὡροσκοποῦντος λαμβάνει (15)
τὸν ἀφέτην ἢ τοῦ δύνοντος ἢ τοῦ ὑπογείου. ἐὰν δὲ τὰ δʹ κατέχουσιν
ἀστέρες, ἐκεῖνος λογίζεται τότε μόνος ἀφέτης ὁ ἐπὶ τοῦ μεσουρανή-
ματος. καὶ ἀναιρέτης δὲ τῶν ἀφετῶν ἐκεῖνος κρίνεται ὃς αὐτῶν αʹ κατὰ
μοῖ<ραν?> τύχῃ· εἶτα φησὶν ὅτιπερ ἐὰν ἀπαντήσῃ τῷ ἀφέτῃ ἀναιρέτης,
(104.) σκέπτηται δὲ ὑπὸ ἀκτῖνος ἀγαθοποιοῦ, οὐκ ἀναιρεῖ ὁ ἀναιρέτης, πλὴν
ἐὰν μὴ εὑρεθῇ ἀναιρετικὸν ζῴδιον· τοῦτο δέ ἐστιν τοῦ προανηνεγμένου
τοῦ ἀφέτου καὶ τὸ αὐτοῦ τετράγωνον.
βʹ. Διέξεισι δὲ καὶ ὡς Ζεὺς μὲν καὶ Ἀφροδίτη τῶν ἀγαθῶν, Ἑρμῆς
δὲ ἐπίκοινος, καὶ ἄλλα τινὰ σύστοιχα περὶ ἀφέτου καὶ ἀναιρέτου (5)
διαπραγματεύεται. καθ’ ἣν μέθοδον τὸν περὶ χρόνων ζωῆς <λόγον>
ἐπισκέπτεσθαι προστάσσει, ἐν οἷς καὶ τὴν Σελήνην παρατηρεῖσθαι
θεωροῦσαν τὸν ἀφέτην· δυναμικώτερον γὰρ αὐτόν φησιν τότε γίνεσθαι.
καὶ ὡς ἂν δύο ἀναίρεται ὦσιν, θεωρηθῇ δὲ ἕτερος αὐτῶν ὑπὸ τῆς
Σελήνης, δυναμικώτερον ἔσεσθαι τοῦτο πρὸς τὸ ἀνελεῖν· καὶ περὶ τοῦ (10)
Ἑρμοῦ δὲ τὴν ὁμοίαν σκέψιν καταβάλλεται· καὶ περὶ ἀκτινοβολίας δὲ
κανονίζει τιθεὶς τῶν εἰρημένων καὶ ὑποδείγματα.
γʹ. Ἔπειτα διέξεισι καὶ περὶ δωδεκατημορίων διαγνώσεως.
δʹ. Μεθοδεύει δὲ καὶ περὶ ἐξαλμάτων λέγων οὕτως· «Τὰς ἀναφορὰς
ἑκάστου ζῳδίου δίπλωσον καὶ ποίησον παρὰ τὸν πέμπτον. καὶ (15)
ἐὰν μὲν καταλείπῃ αʹ ἡμέρα, θὲς ἀντὶ τῆς μιᾶς ιʹ· ἐὰν δὲ βʹ, κʹ·
οἷον <εἰ> Δίδυμοι ἀνατέλλουσι κηʹ, δὶς δὲ κηʹ, νϛʹ· ταῦτα παρὰ τῶν
εʹ μέριζε ἑνδεκάκις πέντε, γίνεται νεʹ, λοιπὸν αʹ, ἥ ἐστιν τῶν ιʹ· εἰ δὲ βʹ
ὑπελείποντο, κʹ ἂν ἦσαν καὶ ἑξῆς ὁμοίως.»
εʹ. Ἔτι περὶ τελευτῆς διαλαμβάνει γονέων, ὅπως εἰς πρόγνωσιν (20)

πεσεῖται καὶ περὶ διαστάσεως ἀλλήλων, καὶ πολυτεκνίας καὶ ὀλιγοτεκ-
νίας, ἐλευθερίας τε δούλων καὶ σπορᾶς τέκνων, ἐκπτώσεώς τε καὶ
ξενιτείας καὶ † διαγενείας καὶ τῶν τούτοις παραπλησίων· παραδίδωσι
δὲ καὶ διαφόρους μεθόδους εὑρέσεως ὡροσκόπου καὶ μὴν καὶ κατα-
λήψεως τῶν ἀστέρων ἀναλύσεως ἄνευ. (25)
Ταῦτα καὶ τὰ τοῦ Βαρβίλλου κεφάλαια ὧν ἡμεῖς εἴδομεν αὐτοῦ
ἀστρολογούντων γραμμάτων· γέγονε δὲ ὁ Βάρβιλλος ...
Πηγή: T.L.G.