Abu Mashar: Απόσπασμα κειμένου στην αρχαία Ελληνική γλώσσα
Αρχαίο κείμενο στο οποίο υπάρχουν αναφορές και αποσπάσματα από τον Δωρόθεο της Σιδώνος
Ο διάσημος αστρολόγος, Abu Mashar, είναι μαθητής του πολύ γνωστού αστρολόγου Al Kindi, ενός από τα μεγαλύτερα ονόματα στην ιστορία της Αραβίας. Είναι γνωστός ως ο φιλόσοφος των Αράβων, ο οποίος εργάστηκε στο διάσημο Οίκο της Σοφίας, που ανεγέρθηκε από τον χαλίφη της Βαγδάτης Αλ Μανσούρ, το 762 μΧ με σκοπό να προαγάγει την αφομοίωση της περσικής, ελληνικής και ινδικής σκέψης από τον αραβικό κόσμο. Επιπλέον, ο Al Kindi μετέφρασε τα έργα του Αριστοτέλη και άλλων Ελλήνων στα αραβικά, και ανέπτυξε τη δική του φιλοσοφία που ήταν βαθιά επηρεασμένη από τον νεοπλατωνισμό.
Με το παρακάτω κείμενο, ξεκινά μία σειρά κειμένων από τον Abu Mashar, όπου αναφέρεται σε διάφορα και ποικίλα αστρολογικά φαινόμενα. Παρατηρούμε, όμως, ότι υπάρχουν αναφορές και αποσπάσματα από τον Δωρόθεο της Σιδώνος. Στα επόμενα κείμενα του Abu Mashar υπάρχει μεγάλη ποικιλία θεμάτων που αφορούν στην καθημερινή ζωή
Επεξήγηση όρων για τον μελετητή
Καταρχή: Η στιγμή της "γέννησης" ενός γεγονότος. Η καταγραφή της συγκεκριμένης χρονικής στιγμής μας οδηγεί στην κατάστρωση ενός αστρολογικού χάρτη.
Τόπος: Ονομασία για κάθε ένα από τους 12 αστρολογικούς οίκους στην αρχαία ελληνική αστρολογία επρόκειτο για οίκους που περιλάμβαναν και τις 30 μοίρες ενός ζωδίου είτε για οίκους που προέρχονταν από την τριχοτόμηση των τόξων που μεσολαβούν μεταξύ Ωροσκόπου, Μεσουράνηματος, Δύσεως και Υπογείου. Υπήρχαν δύο τρόποι κατανομής των 12 τόπων ενός ωροσκοπίου, λαμβάνοντας σαν αφετηρία
α) το ζώδιο του Ωροσκόπου και
β) το ζώδιο του Κλήρου της Τύχης
Apomasar Astrol., De mysteriis (excerpta e cod. Scorial. I Φ 5, fol. 222). {4361.001}
Abu Mashar
11,1.
(168.) νεʹ. Περὶ καταρχῆς διδασκαλίας. (1t)
Εἰ βούλει τὴν καταρχὴν εὑρεῖν εἰς τὸ μανθάνειν γράμματα ἢ (2)
ἕτερόν τι μάθημα, ποίησον τὴν Σελήνην συσχηματιζομένην τῷ
Ἑρμῇ, καὶ ἵνα ὦσιν ἀμφότεροι ἀκάκωτοι· ἔστωσαν δὲ ὡροσκο-
ποῦντες οἱ Δίδυμοι ἢ ἡ Παρθένος· ἔστω δὲ ὁ Ἑρμῆς ἑῷος τε καὶ (5)
βορρᾶν ἀναβαίνων, καὶ μὴ ἔστω ἀναποδίζων, μήτε μὴν ἐν τῷ ἰδίῳ
ταπεινώματι, μήτε κεκακωμένος. ποίησον δὲ καὶ τὸν οἰκοδεσ-
πότην τοῦ Ἑρμοῦ τοιουτοτρόπως, μὴ ἔστω δὲ ἡ Σελήνη νότον
καταβαίνουσα ἢ μειουμένη τοῖς φωσίν· ἀργίαν γὰρ ἐν τῇ μαθήσει,
εἰ οὕτως ἔχει, ἐμποιεῖ. εἰ δὲ μὴ δυνηθῇς ἐν καταρχῇ τὴν Σελήνην (10)
ἀγαθυνομένην ποιῆσαι, ποίησον αὐτὴν καὶ τὸν κακοῦντα ἀστέρα
αὐτὴν ἀποκεκλικότας.
Περὶ τοῦ γνῶναι περὶ τίνος μέλ- (13t)
λει σε ἐρωτᾶν. (14t)
Εἰ βούλει γνῶναι τὴν ἐρώτησιν, ἴδε ὅτε γένηται ἢ ἐρώτησις ἐν (15)
νυκτί, καὶ τύχῃ ὁ κλῆρος τῆς Τύχης ἐν τῷ δωδεκάτῳ τόπῳ, καὶ
ὁ Ἥλιος καὶ ἡ Σελήνη ἐν τῷ ἕκτῳ τόπῳ, καὶ ὁ ὁριοκράτωρ αὐτῶν
μήτε ἐν ἰδίῳ οἴκῳ ᾖ, μήτε ἐν ὑψώματι, μήτε ἐν τριγώνῳ, μήτε ἐν
ὁρίῳ, ἔστιν ἡ ἐρώτησις περὶ δούλου ἢ δούλης. ὅτε δὲ τύχῃ ἡ Σελή-
νη μετὰ τοῦ κλήρου τῆς Τύχης ἢ ἐν τῷ ἕκτῳ τόπῳ ἢ ἐν τῷ δωδε-
(169.) κάτῳ, καὶ ἐφορᾶται παρὰ τοῦ Κρόνου καὶ Ἄρεος, ἔστιν ἡ ἐρώτησις
περὶ νοσοῦντος ἢ φαρμακωμένου. εἰ δὲ ἐφορᾶται παρὰ τοῦ Διὸς
ἢ Ἀφροδίτης, ἀπαλλαγήσεται τῆς νόσου.
Ἄλλως. (4t)
Φησὶ δὲ ὁ Δωρόθεος· Ἴδε τὸν κλῆρον τῆς Τύχης, καὶ (5)
εἴπερ εὕροις τοῦτον ἐν τῷ ὡροσκόπῳ, ἐρωτᾷ περὶ ἑαυτοῦ ἢ τῆς
ἰδίας πατρίδος ἢ πράγματος ἀνήκοντος αὐτῷ. εἰ δὲ εὕροις τὸν
κλῆρον τῆς Τύχης ἐν τῷ δευτέρῳ τόπῳ, ἐρωτᾷ περὶ πράγματος
ἢ ἀγροῦ ἢ κοινωνίας ἢ διαθήκης ἢ ἀμφιβολίας. εἰ δέ ἐστιν ἐν τῷ
τρίτῳ τόπῳ, ἐρωτᾷ περὶ ἀδελφῶν ἢ φίλων ἢ συγγενῶν ἢ γαμβρῶν (10)
ἢ περὶ ὀνείρων ἢ βασιλικῶν πραγμάτων ἢ ἀποδημίας. εἰ δέ ἐστιν
ἐν τῷ τετάρτῳ τόπῳ, ἐρωτᾷ περὶ ἀκινήτου ὑποστάσεως, οἷον
οἴκων καὶ κτημάτων. εἰ δέ ἐστιν ἐν τῷ πέμπτῳ τόπῳ, ἐρωτᾷ περὶ
τέκνων ἢ πλούτου ἢ μεταβάσεως ἢ περὶ χαρισμοῦ γυναικός. εἰ
δὲ ἐν τῷ ἕκτῳ, περί τινος νόσου ἐν τῷ ἰδίῳ σώματι ἢ περὶ δούλων (15)
ἢ περὶ ἀρρωστίας ἢ περὶ δαιμονιζομένου ἢ μαγευμένου ἢ ἐμ-
πρησμοῦ ἢ καταποντισμοῦ ἢ μεταβάσεως ἀπὸ τόπου εἰς τόπον.
εἰ δὲ ἐν τῷ ἑβδόμῳ τόπῳ, περὶ γάμου ἢ περὶ γυναικῶν ἢ περὶ
ἀπωλείας πραγμάτων ἢ θανάτου ἢ ἀποδημίας ἢ φιλονεικίας γυ-
ναικῶν. εἰ δέ ἐστιν ἐν τῷ ὀγδόῳ, περὶ κληρονομίας ἢ ἀρρωστίας (20)
ἤ τινος παλαιοῦ πράγματος ἢ φιλονεικίας ἢ δούλων. εἰ δὲ ἐν τῷ
ἐννάτῳ, περὶ ἀποδημίας ἢ γραμμάτων ἢ παλαιῶν πραγμάτων ἢ
βιβλίων ἢ ὀνείρων ἢ περὶ ἀστρονομικῶν ὑποθέσεων ἢ περὶ βασι-
λέων. εἰ δὲ ἐν τῷ δεκάτῳ, περὶ δόξης καὶ πράξεως καὶ γνώσεως
καὶ τιμίων πραγμάτων ἢ περὶ γυναικῶν καὶ τέκνων ἢ ἐξουσιασ- (25)
τοῦ. εἰ δὲ ἐν τῷ ἑνδεκάτῳ, ἐρωτᾷ περὶ φίλων καὶ ὁμιλίας ἀρχόντων.
εἰ δὲ ἐν τῷ δωδεκάτῳ, περί τινος πράγματος, ἐν ᾧ πέπτωκεν ἔναγ-
χος, ἢ συμφορᾶς ἢ κλοπῆς ἢ περὶ ἀποδημίας ἢ ζημίας ἢ περὶ
(170.) δούλων ἢ περί τινος βουλευομένου ἀποστασίαν ποιῆσαι ἢ περὶ
τετραπόδων ζῴων.
Καὶ εἴπερ ἐστὶν ὁ κλῆρος τῆς Τύχης ἐν ἀρρενικῷ ζῳδίῳ, περὶ
ἀνδρῶν ἐστιν ἡ ἐρώτησις· εἰ δ’ ἐν θηλυκῷ, περὶ γυναικῶν. εἰ δέ
ἐστιν ὁ κλῆρος τῆς Τύχης ἐν τῷ τρίτῳ τόπῳ, καὶ συνυπάρχει τού- (5)
τῳ κακοποιός, οἱ φίλοι τοῦ ἐρωτῶντος ἐχθροὶ αὐτοῦ γενήσονται
καὶ εἰ μὲν δίσωμόν ἐστι τὸ ζῴδιον, ἀρχῆθέν ἐστιν ἡ ἔχθρα καὶ
ἐπεκτανθήσεται.
Ἄλλως. (9t)
Τινὲς εἶπον· ἴδε τὸ δωδεκατημόριον τῆς Σελήνης ἐν ποίῳ ζῳ- (10)
δίῳ πίπτει, καὶ εἴπερ εὕροις τοῦτο ἐν τετραπόδῳ ζῳδίῳ, ἔστιν ἡ
ἐρώτησις περὶ τετραπόδων, καὶ μάλιστα εἰ καὶ ὁ ὁριοκράτωρ αὐ-
τοῦ τύχῃ ἐν τετραπόδῳ ζῳδίῳ· ἐὰν δὲ πέσῃ ἐν ἀνθρωπομόρφῳ
ζῳδίῳ, ἐρωτᾷ περί τινων ἀνθρώπων καὶ τῶν κατὰ αὐτοὺς πραγμά-
των· εἰ δὲ ἐν γεώδει, ἐρωτᾷ περὶ ἐγγαίων καὶ οἴκου καὶ οἰκοδομη- (15)
μάτων· εἰ δὲ ἐν ὑδατώδει, ἐρωτᾷ περὶ ὑδάτων καὶ πλοίων καὶ
τῶν ἐν τοῖς ὕδασιν ἀναστρεφομένων.
ριαʹ. Περὶ ἡνιόχων τίς νικήσει. (19t)
Εἰ ἐρωτηθῇς παρά τινος περὶ ἡνιόχων ὁποῖος νικήσει, ἔχει δὲ ὁ (20)
ἐρωτῶν ἵππον ἐν τοῖς τρέχουσιν ἵπποις, εἴ γε δὴ καὶ ὑπάρχει δή-
μαρχος ἢ ἡνίοχος ὁ ἐρωτῶν ἢ φροντίζει ἵππου, ἴδε τὸν διέποντα,
καὶ εἰ ὡροσκοπεῖ, νικήσει ὁ ἵππος αὐτοῦ· εἰ δὲ μεσουρανεῖ, δεύ-
τερος ἔλθῃ· ὡσαύτως καὶ εἰ ἐν τῷ ἑνδεκάτῳ τόπῳ ὑπάρχει καὶ ἐν
τῷ τρίτῳ. εἰ δὲ ἐν τῷ ἐννάτῳ, μέσος ἐλεύσεται. εἰ δὲ ἐν τῷ τετάρ- (25)
τῳ, ἔσχατος, μὴ ἔχων ἕτερον κατόπιν αὐτοῦ ἵππον. εἰ δὲ ὁ διέπων
ἐστὶν ἐν τῷ ἰδίῳ ταπεινώματι, δειλιάσει ὁ ἔφιππος ἡνίοχος ἐν τῷ
(171.) δρόμῳ ἐκείνῳ, καὶ πεσεῖται ἀπὸ τοῦ ἵππου. εἰ δὲ καὶ ἐπιβλέπουσι
τὸν διέποντα κακοποιοὶ ὄντα ἐν τῷ ἰδίῳ ταπεινώματι, θλασθήσεται
μέρος τοῦ σώματος αὐτοῦ, οὗ κυριεύει τὸ ζῴδιον ἐν ᾧ ὑπάρχει ὁ
διέπων. εἰ δὲ τὸν τοιοῦτον διέποντα ἐπίδωσιν ἀπὸ τετραγώνου ἢ
συνόδου ἢ διαμέτρου ὄντα ἀπὸ τοῦ ἰδίου οἴκου ἐν τῷ ὀγδόῳ τόπῳ, (5)
πεσὼν ὁ ἐλαύνων ἀπὸ τοῦ ἵππου αὐτοῦ θανεῖται. καὶ χεῖρον ἔσται
τὸ τοιοῦτον, ἐὰν ὁ κύριος τοῦ ζῳδίου, ἐν ᾧ ἐστιν ὁ διέπων, καὶ ἡ
Σελήνη, κεκακωμένοι ὦσιν.
ριβʹ. Περὶ τοῦ μὴ ἔχοντος ἄλογον καὶ (9t)
ἐρωτῶντος τίς νικήσει. [ζήτει καὶ τὰ λοιπὰ κεφά- (10t)
λαια εἰς τὸ ἕτερον βιβλίον]. (11t)
Εἰ ἐρωτηθῇς περὶ τούτου, ἴδε τὸν κύριον τοῦ ὡροσκόπου, ἤγουν (12)
τὸν διέποντα, καὶ εἴ ἐστιν ἐν ὡροσκόπῳ, ἢ ὡροσκοπεῖ τις τῶν
ἀστέρων ἢ μεσουρανεῖ ἢ ἀγαθοδαιμονεῖ, ἐκεῖνος νικήσει ὁ ἔχων
τὸ χρῶμα τοῦ ἀστέρος ἐκείνου. καὶ εἴ ἐστιν ὁ δηλῶν ἀστὴρ τὴν (15)
νίκην ἐν τῷ ἰδίῳ ὑψώματι ἢ τῷ οἴκῳ ἢ τῷ ὁρίῳ ἢ τῷ δεκανῷ,
ἔσται ὁ ἵππος ἐκεῖνος τῶν περιφήμων καὶ περιβοήτων· εἰ δὲ μὴ
οὕτως ἔχει, τῶν εὐτελῶν.
ξʹ Ὅτι ἀκριβεστέρα ἐστὶν ἡ (19t)
μέθοδος τῆς ἀκτινοβολίας τοῦ Μασάλλα (20t)
τῆς ἀκτινοβολίας τοῦ Πτολεμαίου, καὶ ὅτι (21t)
αἱ ἰσόμοιροι ἀκτινοβολίαι ἀνήκουσι τοῖς (22t)
οἰκοῦσι τὸν ἰσημερινὸν κύκλον. (23t)
Εἶπεν ὁ Σαδᾶν ὅτι· ἡ λεγομένη ἀκτινοβολία κατὰ ποίαν μέθοδόν (24)
ἐστιν ἀληθής; ὁ δὲ εἶπεν· κατὰ τὴν μέθοδον τοῦ Πτολεμαίου· ἀκρι- (25)
βεστέρα δ’ ἐστὶν ἡ μέθοδος τοῦ Μασάλλα, ᾗ δὲ καὶ χρῶμαι. εἶπον
δὲ τῷ Ἀπομάσαρ ὅτι τινὲς ἰσομοίρως λαμβάνουσι τὰς ἀκτινοβολίας,
καὶ οὐ χρῶνται ταῖς μεθόδοις ταῖς περὶ αὐτῶν. ὁ δὲ εἶπεν· ἀληθῶς
(172.) λέγεις καὶ ψευδῶς· ἐπὶ μὲν γὰρ τῶν οἰκούντων τὸν ἰσημερὸν
κύκλον, ἀληθῶς λέγεις, καὶ ἰσομοίρως δεῖ λαμβάνειν τὰς ἀκτινο-
βολίας· ἐπὶ δὲ ταῖς ἡμετέραις χώραις ἁρμοδίως χρήσασθαι τῇ
μεθόδῳ τῶν ἀκτινοβολιῶν.
Πηγή: T.L.G.