Abu Mashar: Αστρολογικοί σχηματισμοί με τους επτά παραδοσιακούς πλανήτες

Αρχαίο κείμενο με όλους τους αστρολογικούς σχηματισμούς με τους 7 παραδοσιακούς πλανήτες

Δέσποινα Γιαννακοπούλου
Abu Mashar: Αστρολογικοί σχηματισμοί με τους επτά παραδοσιακούς πλανήτες

Σε συνέχεια του προηγούμενου άρθρου, "Abu Mashar: Απόσπασμα κειμένου στην αρχαία Ελληνική γλώσσα" έρχεται ένα ακόμα απόσπασμα αρχαίου κειμένου, το οποίο αναφέρεται σε όλους τους αστρολογικούς σχηματισμούς που πραγματοποιούνται με τους επτά παραδοσιακούς πλανήτες.

Apomasar Astrol., De mysteriis (excerpta e cod. Scorial. I Φ 5, fol. 222). {4361.001}

ρξβʹ. Περὶ ὧν σημαίνει ἕκαστος τῶν (5t)

ἀστέρων ἀπὸ ἀγαθοποιοῦ ἢ κακοποιοῦ συ- (6t)

σχηματιζόμενος ἐν ἐναλλαγῇ χρόνου. (7t)

Σελήνη μετὰ Κρόνου. Εἰ δὲ ἐν ἐναλλαγῇ χρόνου γέ- (8)

νηται τὸ τοιοῦτον σχῆμα, σημαίνει νόσους μελαγχολικὰς καὶ

χαλασμοὺς καὶ πτῶσιν ὀρνέων καὶ χιόνας καὶ παγετούς· καὶ (10)

πολλοὶ τῶν ὁδοιπορούντων ἐν χιόνι χωσθήσονται. εἰ δὲ διαμετρεῖ

ὁ Κρόνος, ἀπὸ τοῦ δεκάτου τόπου ἐν ἔτους τινὸς ἀνθρώπου ἐναλλα-

γῇ, σημαίνει βλάβην παρὰ ἐξουσιαστῶν καὶ ἀποδημίας κινδυνώδεις

καὶ φυλακὰς καὶ φόβους παρὰ βασιλέων. εἰ δὲ συνάπτει τῷ

Κρόνῳ ἐν ἐναλλαγῇ, σημαίνει δόλους καὶ κακουργίας καὶ ἐπιθυμίαν (15)

οἰκοδομιῶν.

Σελήνη μετὰ Διός. Εἰ δὲ ἐν τῇ ἐναλλαγῇ τοῦ κοσμικοῦ

ἔτους συνοδεύει ἡ Σελήνη τῷ Διί, σημαίνει ἀγαθόν, ἔτι δὲ καὶ

ἀνορθώσεις ἐκκλησιῶν καὶ ἐπιμέλειαν τῶν γραφῶν καὶ δοξολογίας

καὶ ἑορτάς. εἰ δὲ τετραγωνίζει αὐτὸν ἡ Σελήνη, σημαίνει κρύψιν (20)

μυστηρίων. εἰ δὲ διαμετρεῖ τοῦτον, σημαίνει μάχας καὶ ἀντιλογίας

καὶ διαλόγους περὶ πίστεως καὶ δογμάτων καὶ ὁμοίων. εἰ δ’ ἐφορᾷ

τοῦτον ἀπὸ τοῦ δεκάτου τόπου, σημαίνει προβολὴν κριτῶν καὶ

ἀρχιερέων καὶ πρόνοιαν τῶν δογμάτων καὶ ὁμοίων· εἰ δὲ ἀπὸ

τριγώνου ἢ ἑξαγώνου τούτῳ <συ>σχηματίζεται, σημαίνει ἔρευ- (25)

ναν τῶν δογμάτων καὶ λύσιν τῶν ἠπορημένων ἐν ταῖς γραφαῖς.

(173.) Σελήνη μετὰ Ἄρεως. Εἰ δὲ συνοδεύει ἡ Σε-

λήνη τῷ Ἄρει κατὰ τὸν καιρὸν τῆς τοῦ κοσμικοῦ χρόνου

ἐναλλαγῆς, σημαίνει πολέμους καὶ αἱματοχυσίας καὶ ψεύδη καὶ

πλαστογραφίας. εἰ δὲ τύχῃ ἐπὶ γενέσεως ἀνθρώπου ἡ Σελήνη συν-

οδεύουσα τῷ Ἄρει ἐν τῷ Κριῷ, σημαίνει τὸν γεννηθέντα ὀλιγοζώ- (5)

ητον, εἰ μή γ’ ἐφορᾷ τοῦτον ἀγαθοποιός. εἰ δὲ ἐφορᾷ τοῦτον ἀπὸ

τοῦ δεκάτου τόπου ἡ Σελήνη, σημαίνει δυναστείας καὶ ἀδικίας

καὶ βίας. εἰ δὲ τούτῳ συσχηματίζεται ἀπὸ τριγώνου ἢ ἑξαγώνου

σχήματος, σημαίνει ἀγῶνα περὶ τὰς ἐπικτήσεις καὶ τοὺς γάμους.

Σελήνη μετὰ Ἀφροδίτης. Εἰ δὲ συνοδεύει ἡ Σε- (10)

λήνη τῇ Ἀφροδίτῃ, σημαίνει μάχην γυναικῶν καὶ γάμους βιαίους

καὶ παραβάσεις καὶ ἐπιορκίας. εἰ δὲ συσχηματίζεται αὐτῇ ἀπὸ

τετραγώνου σχήματος, σημαίνει λαθραίας συνουσίας πρὸς γυναῖκας.

εἰ δὲ ἀπὸ τοῦ δεκάτου τόπου συσχηματίζεται, δηλοῖ τὰς λαθραίας

συνουσίας γενέσθαι φανεράς, καὶ ὡς ἐκ τούτου πομπὴν καὶ ἀχρειο- (15)

σύνην. εἰ δὲ τριγωνίζει ἢ ἑξαγωνίζει ἡ Σελήνη τὴν Ἀφροδίτην,

σημαίνει μουσικάς, μελῳδίας καὶ μετριάσματα καὶ ὀρχήσεις καὶ τὰ

περαματικὰ καὶ συμπόσια ἐν κήποις καὶ τὰ ὅμοια.

Σελήνη μετὰ Ἑρμοῦ. Εἰ δὲ συνοδεύει ἡ Σελήνη

τῷ Ἑρμῇ, σημαίνει ζήτησιν γνώσεως καὶ ἔρευναν τῶν ἀποκρύφων (20)

τῆς ἐπιστήμης, καὶ μάλιστα ὅτε τύχῃ ἐν τῷ ἑβδόμῳ τόπῳ ἢ ἐν τῷ

ὑπογείῳ. εἰ δὲ ἐν τῷ δεκάτῳ τόπῳ τύχῃ ἢ ἐν τῷ ὡροσκόπῳ, φα-

νερὰ ἔσται ἡ γνῶσις πλὴν μετὰ κόπου καὶ δυσχερείας. εἰ δὲ ἀπὸ

τριγώνου ἢ ἑξαγώνου τούτῳ <συ>σχηματίζεται, εὐχερὴς γε-

νήσεται ἡ γνῶσις, καὶ εἰ μὲν ἀγαθοποιῷ συναντᾷ, ἔσονται πάντως (25)

ἀγαθά, εἰ δὲ κακοποιῷ, εἰς τἀναντία.

Ἥλιος μετὰ Ἑρμοῦ. Εἶπον δὲ καὶ τοῦτο, ὅτι ἡ σύν-

οδος τοῦ Ἡλίου καὶ τοῦ Ἑρμοῦ κρύπτει τὰ μυστήρια, καὶ ἀφ-

ανέρωτον ποιεῖ τὴν σοφίαν καὶ τὰ μαθήματα, καλύπτει δὲ καὶ τὰς

γραφὰς καὶ τὰς φήμας. εἰ δὲ ἐν τῷ ὡροσκόπῳ τύχωσιν ὅ τε Ἥλιος (30)

καὶ ὁ Ἑρμῆς συνοδεύοντες ἐπὶ γενέσεώς τινος, μαγείας ἀντιποιη-

θήσεται ὁ ἔχων τὸ τοιοῦτον γενέθλιον. εἰ δὲ ἐν τῷ δευτέρῳ τύχωσι,

(174.) σημαίνει ἐπιχείρησιν χρυσοποιίας. εἰ δὲ ἐν τῷ τρίτῳ τόπῳ, σημαί-

νει ἀσωτίαν καὶ παιδοφθορίαν. εἰ δὲ ἐν τῷ τετάρτῳ τόπῳ, σημαίνει

λύπην παρὰ γονέων καὶ συγγενῶν.

Ἑρμῆς μετὰ Διός. Εἰ δὲ τύχῃ ἐπὶ γενέσεώς τινος ὁ

Ἑρμῆς συνοδεύων τῷ Διί, σημαίνει ἔφεσιν τῆς γνώσεως καὶ τῆς (5)

σοφίας ἔτι δὲ καὶ τῆς ῥητορείας καὶ τῶν διαλεκτικῶν διαλέξεων

καὶ γνῶσιν τῶν ἀπορρήτων. εἰ δὲ ὁ Ἑρμῆς συνάπτει τῷ Διὶ ἀπὸ

τριγώνου ἢ ἑξαγώνου σχήματος, σημαίνει τινὰ ἐπιμελούμενον τῶν

δογματικῶν καὶ φιλονεικοῦντα ἕνεκεν αὐτῶν.

Ἑρμῆς μετὰ Ἄρεως. Εἰ δὲ τύχῃ ὁ Ἑρμῆς συνοδεύων (10)

τῷ Ἄρει, σημαίνει κλέπτας καὶ λῃστὰς καὶ παραχαράκτας καὶ

πλαστογράφους. εἰ δὲ τριγωνίζει ἢ ἑξαγωνίζει ὁ Ἑρμῆς τὸν Ἄρη

σημαίνει πολλὴν ἐπιμέλειαν τῆς χρυσοποιίας καὶ τῶν τεχνῶν

τῶν διὰ πυρὸς εἰργασμένων.

Ἑρμῆς μετὰ Ἀφροδίτης. Εἰ δὲ συνοδεύει ὁ Ἑρμῆς (15)

τῇ Ἀφροδίτῃ, φανεροῖ τὰς φήμας καὶ τὰς γραφὰς καὶ τὰ μυστή-

ρια τῶν γυναικῶν καὶ τὰς παιδιὰς καὶ τὰς μελῳδίας, ποιεῖ δὲ καὶ

πολλοὺς ὑετοὺς ἐν τῷ καιρῷ τῶν ὑετῶν.

Ἀφροδίτη μετὰ Ἡλίου. Ἡ δὲ σύνοδος τῆς Ἀφρο-

δίτης μετὰ τοῦ Ἡλίου σημαίνει δυστοκίας καὶ ἐκτρωσμοὺς καὶ (20)

χολὴν γυναικῶν πρὸς τοὺς ἄνδρας καὶ πολλάκις καὶ χωρισμούς.

Ἀφροδίτη μετὰ Κρόνου. Ἡ δὲ σύνοδος τῆς Ἀφρο-

δίτης πρὸς τὸν Δία σημαίνει σωφροσύνην τε γυναικῶν καὶ εὐε-

ξίαν καὶ ἐπιθυμίαν μυριστικῶν καὶ μαργαριτῶν καὶ λίθων τιμίων.

Ἀφροδίτη μετὰ Ἄρεως. Ἡ δὲ σύνοδος τῆς Ἀφρο- (25)

δίτης μετὰ τοῦ Ἄρεως σημαίνει πορνείας καὶ μοιχείας καὶ βλά-

βας γυναικῶν. εἰ δὲ τύχωσιν ἐν τῷ δεκάτῳ τόπῳ, τοσοῦτον

ἀχρειωθήσονται αἱ γυναῖκες, ὥστε καὶ παρὰ βασιλεῦσιν θεατρί-

ζεσθαι.

Ἥλιος μετὰ Κρόνου. Ἡ δὲ σύνοδος τοῦ Ἡλίου πρὸς (30)

τὸν Κρόνον σημαίνει νόσους λοιμικοὺς καὶ εὐλοβίαν(?) καὶ τραύ-

ματα καὶ δόλους καὶ πανουργίας. εἰ δὲ τὸ τοιοῦτον σχῆμα τύχῃ

ἐν τῷ δεκάτῳ τόπῳ, σημαίνει ἀνάγκας μεγάλας ὑποστήσεσθαι

τὸ ὑπήκοον παρὰ τῶν ἐξουσιαστῶν. εἰ δὲ τύχῃ ἐν τῷ ἑβδόμῳ τόπῳ,

(175.) ἀμφιβολίαι ἔσονται περὶ τοὺς ἀνθρώπους καὶ ἔριδες καὶ φιλονει-

κίαι.

Ἥλιος μετὰ Διός. Ἡ δὲ σύνοδος τοῦ Ἡλίου καὶ τοῦ

Διὸς σημαίνει ἀδικίαν καὶ ἀφανισμὸν δικαιοσύνης καὶ βλάβας κρι-

τῶν καὶ ἀπιστίαν. εἰ δὲ ἐν τῷ δεκάτῳ τόπῳ τύχωσιν, σημαίνει (5)

ἀδικίας βασιλέων πρὸς τὸ ὑπήκοον, καὶ λογίσονται τὰς ἀδικίας

ὡς δικαιοσύνην. γενήσονται δὲ καὶ ἐμπρησμοί. εἰ δέ ἐστιν ἡ σύνο-

δος ἐν τῷ ἑβδόμῳ τόπῳ, γενήσονται παλαισμοί, σφαγαὶ καὶ ἀλλε-

πάλληλοι πόλεμοι.

Κρόνος μετὰ Διός. Ἡ δὲ σύνοδος τοῦ Κρόνου καὶ τοῦ (10)

Διὸς σημαίνει ἀγῶνας μεγάλους περὶ τοὺς ἀνθρώπους καὶ θανα-

τικὸν πολὺ καὶ φιλονεικίας καὶ ἔριδας. καὶ εἴπερ τύχωσιν ἐν τῷ

τετάρτῳ τόπῳ, φανερωθήσονταί τινες ψευδοπροφῆται προσκαλού-

μενοι τοὺς ἀνθρώπους ἐπὶ οἰκεῖον δόγμα ὡς ἀληθές, γενήσονται δὲ

καὶ διάφοροι ἀποστασίαι. εἰ δὲ τύχωσιν ἐν τῷ δεκάτῳ τόπῳ, ἀνάγ- (15)

κας ὑποστήσονται οἱ ἄνθρωποι παρὰ τῶν ἐξουσιαστῶν καὶ λύπας

Εἰσὶν αἱ σημασίαι τῆς ἀστρονομίας διτταί, ἡ μὲν ἐπίπονος καὶ (20)

ἀναλλοίωτος, ἡ δὲ μεταβατικὴ καὶ ἐναλλοίωτος. καὶ βεβαία μέν

ἐστι σημασία ἥ τε τῆς φύσεως τῶν ζῳδίων καὶ ἡ τῆς φύσεως τῶν

ἀστέρων. ἀεὶ γὰρ τὰ πυρώδη ζῴδιά εἰσι πυρώδη, καὶ τὰ γεώδη

εἰσὶ γεώδη, καὶ τὰ ὑδατώδη ὑδατώδη, καὶ τὰ ἀερώδη εἰσὶν ἀερώ-

δη μὴ μεθιστάμενα τῆς ἰδίας φύσεως. τὸ αὐτὸ δὲ ἔστιν καὶ ἐπὶ (25)

τῶν ἀστέρων. ἀεὶ γὰρ ὁ Ἥλιος σημαίνει τοὺς βασιλεῖς καὶ τοὺς

εὐγενεῖς καὶ τοὺς ἄρχοντας, ὁ δὲ Ζεὺς ἀεὶ σημαίνει τὰ τῆς πίστεως

καὶ τοῦ δόγματος καὶ τῆς δικαιοσύνης καὶ τῆς εὐφροσύνης, καὶ

τὴν ἀγαθοεργίαν καὶ τὴν εὐτυχίαν καὶ τὸν πλοῦτον καὶ τὰς ἐλπίδας.

ὁ δὲ Ἄρης ἀεὶ σημαίνει τὰ στρατιωτικὰ πρόσωπα καὶ τὰ τῶν

(176.) πολέμων καὶ τὰ τῶν φόνων καὶ τοὺς ἀναιδεστάτους τῶν ἀνθρώπων

καὶ τοὺς θυμοὺς καὶ τὰς ἀκαταστασίας καὶ τὰς λῃστείας καὶ τὰς

κλεψίας. ὁ δὲ Κρόνος σημαίνει τὰ περὶ τῶν ἐγγαίων καὶ τῶν οἰκο-

δομημάτων καὶ τὰ τῶν δούλων καὶ τὰ τῶν ὑποζυγίων καὶ τοὺς

ποταμοὺς καὶ τοὺς πατέρας καὶ τοὺς πάππους. ἡ δὲ Ἀφροδίτη (5)

σημαίνει τὰς ἡδονὰς καὶ τὰς παιδιὰς καὶ τοὺς καλλωπισμοὺς καὶ

τὰς μυρωδίας καὶ τὰ τῶν τέκνων καὶ γάμων. ὁ δὲ Ἑρμῆς σημαίνει

τὴν παίδευσιν καὶ τὴν ἀγχίνοιαν καὶ τὴν γνῶσιν καὶ τὰς ψηφοφο-

ρίας καὶ τὰ σεκρετικὰ πράγματα καὶ τοὺς διαλόγους. ἡ δὲ Σελήνη,

τὰς φήμας καὶ τοὺς πρέσβεις καὶ τοὺς ἀποδήμους. ἡ δὲ ἑτέρα ση- (10)

μασία τῆς ἀστρονομίας ἀλλοιοῦται καὶ μεταβάλλεται, οἷον ἡ τοῦ

ὡροσκόπου καὶ τοῦ ὅλου θέματος. μεθίσταται γὰρ τὸ θεμάτιον,

καὶ μετατίθενται οἱ ἐν αὐτῷ ἀστέρες, καὶ ὁ ἐν τῷ ὡροσκόπῳ ὢν

νυνὶ ἀστὴρ μετὰ καιρόν τινα γίνεται ἐν τῷ δευτέρῳ τόπῳ, καὶ

μετὰ καιρὸν ἐν τῷ τρίτῳ, καὶ ἑξῆς ὁμοίως. ὁ μὲν γὰρ ὡροσκόπος (15)

σημαίνει τὰ κατὰ τὸ σῶμα καὶ τὰς καταρχάς, ὁ δὲ δεύτερος τόπος

σημαίνει τὰ περὶ τοῦ πλούτου, ὁ δὲ τρίτος τὰ περὶ ἀδελφῶν, ὁ δὲ

τέταρτος περὶ γονέων, ὁ δὲ πέμπτος περὶ τέκνων, ὁ δὲ ἕκτος περὶ

νόσων, ὁ δὲ ἕβδομος περὶ γάμου, ὁ δὲ ὄγδοος περὶ θανάτου, ὁ δὲ

ἔννατος περὶ ἀποδημίας, ὁ δὲ δέκατος περὶ ἐξουσίας, ὁ δὲ ἑνδέ- (20)

κατος περὶ ἐλπίδων καὶ φίλων, καὶ ὁ δωδέκατος περὶ ἐχθρῶν.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved