Abu Mashar: Περὶ κακώσεως αστέρων

Οι κακώσεις, οι αριθμοί και οι ιδιότητες των αστέρων

Δέσποινα Γιαννακοπούλου
Abu Mashar: Περὶ κακώσεως αστέρων

Ένα ακόμα απόσπασμα αρχαίου κειμένου του Abu Mashar, σαν συνέχεια των προηγούμενων, είναι αυτό που ακολουθεί. Για περισσότερη βοήθεια στην κατανόηση του κειμένου από τον μελετητή της αστρολογίας, εκτός από επεξήγηση ορολογίας, χρησιμοποιήθηκαν και πίνακες από το βιβλίο Ωριαία Αστρολογία-Τα χαμένα κλειδιά.

Επεξήγηση όρων για τον μελετητή

Ύπαυγος: Αναφέρεται σε έναν πλανήτη, ο οποίος επειδή βρίσκεται πολύ κοντά στον Ήλιο, καθίσταται «αόρατος», λόγω της μεγάλης φωτεινότητας που εκπέμπεται από τις ηλιακές ακτίνες. Οι Έλληνες όριζαν συνήθως την απόσταση ενός ύπαυγου πλανήτη στις 15 μοίρες εκατέρωθεν του Ηλίου. Ο όρος αντιστοιχεί στις σημερινές εκφράσεις «καμένος πλανήτης» και «πλανήτης κάτω από τις ακτίνες του Ηλίου».

Βοηθητικοί πίνακες

AbuMashar3
AbuMashar3a

Περὶ κακώσεως ἀστέρων. (22t)

Γίνωσκε ὅτι κακοῦνται οἱ ἀστέρες πολυμερῶς. καὶ πρώτη μὲν (23)

κάκωσις αὐτῶν, ὅταν ὑπάρχωσιν ὕπαυγοι, εἶτα ὅταν τύχωσιν ἐν

ταπεινώματι αὐτῶν, εἶτα ὅταν ἀναποδίζωσιν, εἶτα ὅταν συνοδεύ- (25)

ωσιν κακοποιῷ καὶ ὑπάρχωσιν ὑπὸ τὴν αὐγὴν αὐτοῦ, εἶτα ὅταν

τύχωσιν ἀποκεκλικότες, εἶτα ὅταν τύχωσιν ἐν τῷ ἐναντιώματι

αὐτῶν, εἶτα ὅταν εὑρεθῶσιν ἐν τῇ κεκαυμένῃ ζώνῃ. ἔστι δὲ ἡ κε-

καυμένη ζώνη ἀπὸ τῆς ἀρχῆς τοῦ Ζυγοῦ μέχρι τοῦ τέλους τοῦ

(177.) Σκορπίου. γίνωσκε δ’ ὅτι ὁ Ἥλιος βλάπτει τὰ μέγιστα τὴν Ἀφρο-

δίτην καὶ τὴν Σελήνην· ἀμφότεραι γάρ εἰσιν ὑγραί, καὶ ὁ Ἥλιος

διαφέρει αὐτῶν κατὰ τὴν κρᾶσιν· ξηρὸς γάρ ἐστιν καὶ θερμός.

ὁ δὲ Κρόνος εἰ τάχα κατὰ τὴν ψύξιν διαφέρει τοῦ Ἡλίου, ἀλλ’ οὖν

συμφωνεῖ αὐτῷ κατὰ τὴν ξηρότητα. ὁ δὲ Ζεὺς συμφωνεῖ τῷ Ἡ- (5)

λίῳ κατὰ τὴν θερμότητα, διαφωνεῖ δὲ αὐτῷ κατὰ τὴν ὑγρότητα.

καὶ γίνωσκε ὅτι ὁ Ἥλιος μάλιστα γίνεται ἐνδύναμος, ὅταν εὑρεθῇ

ἐν τῷ Κριῷ, διότι ἐστὶν ὕψωμα αὐτοῦ. καὶ ὅτε ἔστιν ἐν τῷ τοιούτῳ

ζῳδίῳ ὁμοιοῖ βασιλεῖ φιλοδικαίῳ καὶ φοβερῷ, ὅτε δὲ ἔστιν ἐν τῷ

Ζυγῷ, ἔστιν ἐν τῷ ταπεινώματι αὐτοῦ, καὶ ὁμοιοῖ βασιλεῖ κατα- (10)

πεφρονημένῳ παρὰ τῶν ὑπηκόων αὐτοῦ. καὶ κακοῦται ὁ Ἥλιος

ἀπὸ τοῦ Ζυγοῦ μέχρι τοῦ Τοξότου· τὰ γὰρ μεταξὺ ζῴδια ὀνο-

μάζονται ταπείνωμα ταπεινωμάτων, διότι ὁ Ἥλιος κατέρχεται

ἐν αὐτοῖς, καὶ πλησιάζει τῇ γῇ. καὶ ὅταν κακωθῇ τις τῶν ἀστέρων

παρὰ τοῦ Ἡλίου, οὐ κακοῦται πολλὴν κάκωσιν διὰ τὸ εἶναι τὸν (15)

Ἥλιον ἐν τῷ τοιούτῳ τόπῳ ἀδύνατον. εἰ δὲ κακωθῇ τις τῶν

ἀστέρων παρὰ τοῦ Ἡλίου ὄντος ἐν τῷ Κριῷ, πάνυ κακοῦται ὑπ’

αὐτοῦ. ὅταν δὲ συνοδεύῃ ἀστὴρ τῷ Ἡλίῳ, καὶ ἐξέλθῃ ὁ ἀστὴρ ἀπὸ

τῶν αὐγῶν τοῦ Ἡλίου, καὶ κακωθῇ παρὰ τοῦ Ἄρεως, ὁμοιοῖ

ἀνδρὶ ἀπὸ πυρὸς σωθέντι καὶ λέοντι περιπεπτωκότι. εἰ δὲ ἐξέλθῃ (20)

ἀπὸ τῶν αὐγῶν τοῦ Ἡλίου ὁ ἀστήρ, καὶ κακωθῇ παρὰ τοῦ Κρόνου,

ὁμοιοῖ ἀνδρὶ ἀπὸ ἀπὸ μεγάλης ἀνάγκης σωθέντι καὶ λάκκῳ περι-

πεπτωκότι. εἰ δὲ συναντήσει ἀστὴρ ἔξαυγος γενόμενος τῷ Διί,

ὁμοιοῖ ἀνδρὶ ὀφιοδήκτῳ, ὅστις ὑπὸ ἐπῳδῷ θεραπεύεται, ἢ ἀνδρὶ

νοσοῦντι, ὅστις ὑπὸ ἰατρῶν σωθήσεται. εἰ δὲ ὁ ἀστὴρ σωθῇ ἀπὸ (25)

τῶν αὐγῶν τοῦ Ἡλίου, καὶ σχηματισθῇ τῇ Ἀφροδίτῃ, ὅμοιός ἐστιν

ταλαιπώρῳ καὶ πεινῶντι καὶ πολλὰς φροντίδας ἔχοντι, ὅστις τύχῃ

μετὰ τὴν ταλαιπορίαν ἐκείνην βρωμάτων καὶ πομάτων καὶ ἱματισ-

μῶν καὶ εὐφροσύνων πραγμάτων.

μθʹ. Περἀριθμῶν ἀστέρων. (30t)

Ἔχουσιν δὲ οἱ ἀστέρες ῥητούς τινας ἀριθμούς, οἳ μὲν λέγονται

(178.) φαρτάριοι, περὶ ὧν ἐνταῦθα ἁπλοικῶς διέξιμεν, τὰς δὲ τούτων

αἰτίας ἐν ἐτέρῳ ἐγράφομεν βιβλίῳ. ἔστιν οὖν ὁ μὲν ἀριθμὸς τοῦ

φαρταρίου τοῦ Ἡλίου ἔτη δέκα, τοῦ δὲ φαρταρίου τῆς Ἀφροδίτης

ἔτη ὀκτώ, τοῦ δὲ Ἑρμοῦ ἔτη τρισκαίδεκα, τῆς δὲ Σελήνης ἔτη ἐννέα,

τοῦ δὲ Κρόνου ἕνδεκα, τοῦ δὲ Διὸς δώδεκα, τοῦ δὲ Ἄρεως ἑπτά, (5)

τοῦ δὲ καταβιβάζοντος τρία, καὶ τοῦ ἀναβιβάζοντος δύο· ὁμοῦ

πέντε καὶ ἑβδομήκοντα. ὁ δὲ ἀριθμὸς τῶν ἐτῶν αὐτῶν τετραχῶς

λαμβάνεται. ἔχουσι γὰρ ἔτη ὑπερμεγέθη καὶ ἔτη μέγιστα καὶ ἔτη

μέσα καὶ ἔτη ἐλάχιστα. καὶ τοῦ μὲν Ἡλίου τὰ ὑπερμεγέθη ἔτη εἰ-

σὶν ͵αυξαʹ, τῆς δὲ Ἀφροδίτης ͵αρναʹ, τοῦ δὲ Ἑρμοῦ υπʹ, τῆς (10)

δὲ Σελήνης ͵αρνβʹ, τοῦ δὲ Κρόνου σνϛʹ, τοῦ δὲ Διὸς υκζʹ, τοῦ δὲ

Ἄρεως σπδʹ. τὰ δὲ μέγιστα ἔτη τοῦ Ἡλίου εἰσὶν ρκʹ, τῆς δὲ Ἀφρο-

δίτης πβʹ, τοῦ δὲ Ἑρμοῦ οϛʹ, τῆς δὲ Σελήνης ..., τοῦ δὲ Κρόνου,

τοῦ δὲ Διὸς ..., τοῦ δὲ Ἄρεως ... τὰ δὲ μέσα αὐτῶν ἔτη· τοῦ

Ἡλίου ἔτη λθʹ ϛʹʹ, τῆς δὲ Ἀφροδίτης μεʹ, τοῦ Ἑρμοῦ μηʹ, τῆς δὲ (15)

Σελήνης λθʹ ϛʹʹ, τοῦ δὲ Κρόνου μγʹ, τοῦ δὲ Διὸς μεʹ, τοῦ δὲ Ἄρεως

μʹ. τὰ δὲ ἐλάχιστα αὐτῶν ἔτη· τοῦ Ἡλίου ιθʹ, τῆς Ἀφροδίτης ηʹ,

τοῦ Ἑρμοῦ κʹ, τῆς δὲ Σελήνης κεʹ, τοῦ Κρόνου λʹ, τοῦ Διός ιβʹ,

τοῦ δὲ Ἄρεως ιεʹ.

νʹ. Περὶ τῶν ἰδιοτήτων τῶν ἀστέρων (20t)

Τοῦ Κρόνου ἡ κρᾶσίς ἐστιν καὶ ἡ ἰδιότης ψυχρὰ καὶ ξηρὰ καὶ (22)

μελαγχολώδης καὶ σκοτεινὴ καὶ τραχεινὴ καὶ βαρεῖα καὶ δυσώδης.

ποιεῖ δὲ καὶ πολυφάγους καὶ φυλάττοντας φιλίας ἀνθρώπους.

σημαίνει δὲ καὶ τὰ γεωργικὰ καὶ τὴν ἐπιμέλειαν τῶν ἀκινήτων (25)

ὑποστάσεων καὶ τὴν ἐπιμέλειαν τῶν γεωπονικῶν καὶ τῶν οἰκο-

δομημάτων καὶ τῶν ὑδάτων, τῶν τε πηγῶν καὶ τῶν ποταμῶν, καὶ

τοῦ μερισμοῦ τῶν ἐγγαίων καὶ τοῦ πλούτου καὶ τῆς ἐπικτήσεως

καὶ τῶν προαστείων. κεκακωμένος δὲ ὢν ὁ Κρόνος σημαίνει κνι-

(179.) πείαν καὶ πενιτείας δεινὰς καὶ πένητας καὶ ἀποδημίας διὰ θαλάσ-

σης καὶ ἀποδημίας μακρὰς καὶ ἀνωφελεῖς. σημαίνει δὲ καὶ φυγά-

δας καὶ πονηροὺς καὶ μνησικάκους καὶ δολίους καὶ ἀπατεῶνας

καὶ βλάπτας καὶ τὸ φιλέρημον καὶ τὸ μισεῖν τὴν τῶν ἀνθρώπων

ὁμιλίαν. ἔτι δὲ ποιεῖ κενοδοξίας καὶ ἐπάρσεις. σημαίνει δὲ ἀνθρώ- (5)

πους, οἵτινες εἰσὶ κακὰ ὄργανα πρός τε βασιλεῖς καὶ τοὺς ἄρχοντας,

καὶ τοὺς συκοφάντας. σημαίνει δὲ καὶ δεσμοὺς καὶ φυλακὰς καὶ

βίας. σημαίνει δέ ποτε καὶ ἀλήθειαν ἐν τῷ λόγῳ καὶ ἐμπειρίας καὶ

πολυνοίας καὶ πείσματα καὶ βάθος καὶ ἐνδομυχίαν. ποιεῖ δὲ τοὺς

ἀνθρώπους ἐν τῇ αὐτῶν βιοτῇ ἐμμένοντας καὶ μὴ ταχέως θυμουμέ- (10)

νους· ὅτε δὲ θυμωθῶσιν, οὐ δύνανται κυριεῦσαι ἑαυτῶν, οἵτινες

οὐδὲ θέλουσιν ἀγαθὸν εἴς τινα. σημαίνει δὲ καὶ γέροντας καὶ βαρυ-

ψύχους καὶ φόβους καὶ ἀνάγκας καὶ φροντίδας καὶ λύπας καὶ στυγ-

νασίας καὶ ἀπορίας περὶ τοῦ τί ὀφείλει ποιῆσαι, καὶ στενοχωρίας.

σημαίνει δὲ καὶ τοὺς νεκροὺς καὶ τὰς κληρονομίας καὶ τοὺς θρήνους (15)

καὶ τὰς ὀρφανίας καὶ τὰ παλαιὰ τῶν πραγμάτων καὶ τοὺς προ-

πάππους καὶ γονεῖς καὶ τοὺς μείζοντας ἀδελφούς, ἔτι δὲ καὶ τοὺς

δούλους καὶ ἀνθρώπους παρὰ πάντων λοιδορουμένους καί τινας

πομπευομένους καὶ λῃστὰς καὶ ὀρυκτὰς τάφων, ἔτι δὲ καὶ ἀνασκάπ-

τας. σημαίνει δὲ καὶ τὰ δένδρα καὶ τοὺς δημογέροντας καὶ τὸν χυ- (20)

δαῖον λαὸν καὶ τοὺς εὐνούχους καὶ τοὺ ὀλιγοσυντύχους καὶ τοὺς

ἐρευνῶντας τὰ κρύφια καὶ τὰ μυστηριώδη τῶν μαθημάτων. σημαί-

νει δὲ καὶ ἀσκητὰς καὶ μοναχοὺς καὶ ἐρημίτας.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved