Ανούβιος: Περί επεμβάσεων
Απόσπασμα κειμένου του Ανούβιου για τους πλανήτες, τις όψεις και τις διελεύσεις τους
Επεξήγηση όρων για τον μελετητή
Καθυπερτερούμαι: Ένας γρήγορος πλανήτης καθυπερτερείται, όταν σχηματίζει όψη με έναν πιο αργό, ο οποίος τον καθυπερτερεί.
Καθυπερτερώ: Ένας πλανήτης α’ καθυπερτερεί ενός άλλου β’, όταν βρίσκεται (10) ζώδια ύστερα από αυτόν, έχοντας μαζί του όψη τετραγώνου.
Το ρήμα δεν περιορίζεται μόνο στο τετράγωνο, αλλά και στις υπόλοιπες πτολεμαϊκές όψεις. Ο καθυπέρτερος πλανήτης α’ είναι συνήθως βαρύτερός από το γρήγορο πλανήτη β’ ο οποίος σχηματίζει αύξουσα όψη μαζί του.
Επέμβασις: Η ερμηνεία του όρου συναντάται σε διαφορετικές περιπτώσεις, κατά τις οποίες ερμηνεύεται το στιγμιαίο της εισόδου ενός πλανήτη κάπου:
α) Η στιγμή που ένα ουράνιο σώμα εισέρχεται στη μηδενική μοίρα ενός ζωδίου.
β) Ως συνώνυμο των λέξεων παράδοσις και παράληψις, οι οποίες σήμαιναν την «παράδοση» της χρονοκρατορίας ενός πλανήτη και την "παράληψη / παραλαβή" του από έναν άλλον.
γ) Όταν ένας πλανήτης εισέρχεται στην μηδενική μοίρα ενός ζωδίου και στο ίδιο ζώδιο υπάρχει τοποθετημένος άλλος πλανήτης.
δ) Η είσοδος του Ήλιου στην μηδενική μοίρα των τεσσάρων παρορμητικών ζωδίων, δηλαδή των δύο τροπικών, Καρκίνου και Αιγόκερω και των δύο ισημερινών, Κριού και Ζυγού.
Διαμετρώ: Αναφέρεται σε όψη αντίθεσης 180 μοιρών μεταξύ δύο ουρανίων σωμάτων.
Λειψιφωτούσα ή Λειψίφωτος (η): Αναφέρεται στο φωτισμό της Σελήνης από τη στιγμή που έχει ολοκληρωθεί η αντίθεση της με τον Ήλιο (Πανσέληνος) και το φως της αρχίζει να μειώνεται. Συναντάται επίσης ως λειψιφαής.
Anubion Poet. Astrol., Fragmenta (e cod. Veneto 7). {1126.002}
2.
(202.) Ἔτι περὶ ἐπεμβάσεων <Anubionis> (25t)
Ὁ Κρόνος ἐπεμβὰς εἰς τὸν Δία νόσους ἢ καμάτους ποιεῖ αἰφνιδίους (26)
ἢ πενίαν ἢ πρὸς συγγενῆ πρόσωπα ταραχὰς καὶ φόνους. ὁ Ζεὺς εἰς
τὸν Κρόνον ἀγαθός· ὁ Κρόνος εἰς Ἄρεα ἔχθρας καὶ κακοφροσύνην ποιεῖ
(203.) καὶ ἀπραξίας καὶ κόπους ἀνωφελεῖς. ὁ Ἄρης εἰς Κρόνον νίκας παρέχει,
καὶ πράξεις καὶ ἡδίστην ζωήν. ὁ Κρόνος εἰς Ἀφροδίτην,
πολλάκις ἀζυγίας ὤλεσεν ἠϊθέους,
ἢ ζῆλον φέρει εἰς γαμετὰς ἢ βλάβην εἰς οἶκον ἢ δόλον, λύπην, νόσον,
θάνατον ἢ φάρμακα ἢ στομάχων ἢ ἄρθρων πόνους ἢ πρότερα τέκνα (5)
βλάπτει· εἰ δὲ μηδὲν τούτων γένηται, ἄλλως θυμωθέντα εἰς κόπον ἐνέ-
βαλε τὸν ἄνθρωπον. ἡ Ἀφροδίτη εἰς Κρόνον εἰρηνοποιεῖ τὰς γυναῖκας
τοῖς ὁμευνέταις καὶ ἐκτὸς δόλου καὶ πόνου καὶ λύπας ποιεῖ καὶ ψόγον
καὶ τοῖς μὲν γήμασι σωφροσύνην, τοὺς δὲ ἀζεύκτους ζευγνύει· ὁ Κρό-
νος εἰς Ἑρμῆν ἢ νόσον ἢ θάνατον σημαίνει ἀπὸ δ’ αἰζηῶν ἀγαθῶν τὰ (10)
μέγιστα διδοῖ, ἡνίκα τῷ Κρόνῳ ἐπιβῇ, τουτέστι Ἑρμῆς εἰς τὸν Κρό-
νον. ὁ Κρόνος εἰς τὸν ὡροσκόπον ἐπιβὰς καὶ διαμετρῶν αὐτὸν ἐνίοτε
τοὺς νεωτέρους θανατοῖ· τότε δὲ τοῦτο ποιεῖ, ὅταν καὶ χρονοκράτωρ
ἐστὶ τῆς ὥρας ἡ Ἀφροδίτη· αἱ γὰρ ἐπισημασίαι τῶν ἀποτελεσμάτων τότε
εἰσὶ βέβαιοι, ἡνίκα οἱ ἐπεμβαίνοντες καὶ χρονοκράτορες ὦσιν. ὁ Ζεὺς (15)
ἐπεμβὰς εἰς Ἄρην ἀγαθός· ὁ δὲ Ἄρης εἰς Δία, φαῦλος· ἀλλ’ οὐκ ἀεὶ ὁ
Ἄρης ἐπεμβαίνων τῷ Διὶ φαῦλα ἀποτελεῖ, ἀλλ’ ὅταν διάμετρός ἐστι τῷ
Ἡλίῳ. ὁ Ζεὺς εἰς Ἀφροδίτην καὶ μάλα χαίρει· ὄφελος γὰρ τῶν κόπων
καὶ κέρδος διδοῖ. ἡ Ἀφροδίτη εἰς Δία οὐ πάνυ χαίρει· ἀχαριστίας γὰρ
ποιεῖ καὶ ματαίας ἐλπίδας. ὁ Ζεὺς εἰς Ἑρμῆν καὶ ὁ Ἑρμῆς εἰς Δία πάνυ (20)
ἐπίδοξα καὶ ἐπικερδῆ καὶ μάλιστα τοῖς ἑρμαϊκὰ ἔργα μετιοῦσι· κἂν γὰρ
διάμετροι ἀλλήλοις ὦσιν, οὐδὲν ἧττον ὠφελοῦσιν. ὁ Ἄρης εἰς Ἀφροδί-
την ζήλους γυναικείους καὶ ταραχὰς ποιεῖ καὶ τὰς ἐγκύους βλάπτει
ὠμοτοκίας ἐπάγων. ὁμοίως καὶ Ἀφροδίτη εἰς Ἄρην πλὴν ἥττων ἡ
βλάβη, (25)
Κύπριδι γὰρ χαίρει νικώμενος ὄμβριμος Ἄρης.
Ὁ Ἄρης εἰς Ἑρμῆν ἢ βλάβην ἢ νόσον καὶ ἐν πᾶσι τοῖς ἄλλοις κακός,
οὐδὲ φέρει νίκην ἀνδρὶ δικαζομένῳ.
Ὁ Ἑρμῆς εἰς Ἄρην νίκην ἐπάγει τοῖς δικαζομένοις καὶ οὔτε νόσος
οὔτε βλάβη ἔσται, ἐν δὲ ταῖς ἐμπορίαις κακός. ἡ Ἀφροδίτη εἰς Ἑρμῆν (30)
εἰς πάσας πράξεις καλή· ὁ Ἑρμῆς δὲ εἰς Ἀφροδίτην κρείττων εἴς τε
βίον καὶ τέχνην καὶ γάμον καὶ φιλίαν,
κἀν ἄλλοις ἔργοισιν ὀνήμονες· ἔξοχα δ’ αὐτὸς
θήκατο κερδαλέην ἀνδράσιν ἐμπορίην,
ἐν δὲ δικασπολίῃ μάλα καίριος· ἀνέρι δ’ αὐτὸς (35)
νίκην ἱμερτὴν δῶκε δικαζομένῳ.
(204.) ργʹ. Περὶ τῶν πρὸς ἀλλήλους σχηματισμῶν (1t)
τῶν ἀστέρων, ἐκ τῶν Ἀνουβίωνος. (2t)
Ὁ Κρόνος Δία τριγωνίζων πολυκτημοσύνην ποιεῖ καὶ πολυχρύσους (3)
καὶ πολυαργύρους καὶ ἱερῶν προεστῶτας καὶ φόρων πράκτορας, ἐπι-
τρόπους, ἀλλοτρίων κληρονομοῦντας, πιστούς, ὑπὸ μεγάλων ἀνδρῶν (5)
τιμωμένους. καλὸν δὲ τοῦτο τὸ σχῆμα καὶ πρὸς πατέρας. εἰ δὲ τριγωνί-
ζοντας ἀλλήλους ἴδοι ὁ Ἑρμῆς, μυστικοὺς σημαίνει καὶ γνωστικοὺς ἢ
βασιλεῦσιν ὑπηρετουμένους ἢ πόλεσιν ἢ λειτουργοὺς καὶ θύτας· ἀνα-
τρέφουσι δὲ καὶ ἀλλότρια τέκνα οἱ τοιοῦτοι, ὅταν ἐπὶ καλῶν τόπων
ἱστάμενοι τύχωσι· τῶν μέντοι ἰδίων τέκνων οὐκ ἀπολαύουσιν· ἢ γὰρ (10)
ἀεὶ τελευτῶσιν οἱ γεννώμενοι ἐν τούτῳ τῷ σχήματι, ἢ ἐν ἀλλοτρίοις
τραφέντες ὕστερον ἐπανίασι πρὸς τοὺς γονεῖς. εἰ δὲ τοῦ Κρόνου καὶ
τοῦ Διὸς κατὰ τρίγωνον ὄντων καὶ ὑπὸ τοῦ Ἑρμοῦ μαρτυρουμένων ὁ
Ἄρης ἴδοι αὐτούς, ἐλαττωθήσεται τὰ εἰρημένα πάντα, ἕξουσι γὰρ φθό-
νους καὶ μέμψεις ἐν ταῖς πράξεσι καὶ διαβολὰς καὶ ἐναντιώματα πολλά. (15)
Ὁ Κρόνος τριγωνίζων Ἄρην εἰ καὶ Ζεὺς μὴ ὁρᾷ μήτε ὁ Ἑρμῆς,
εὔποροι γίνονται καὶ ἐνεργεῖς καὶ δυνατοὶ ἐν ταῖς πράξεσι καὶ ἐν ταῖς
πόλεσι δὲ ὁμοίως· πλὴν οἱ πρὸ αὐτῶν ἀδελφοὶ προτελευτῶσιν.
Ὁ Κρόνος Ἥλιον τριγωνίζων ἐπὶ ἡμερινῆς γενέσεως προκοπὰς ποιεῖ
καὶ δόξας καὶ γνωστούς, ἐπισήμους ἄνδρας, οὐ τοὺς γεννηθέντας (20)
μόνους ἀλλὰ καὶ τοὺς πατέρας· διότι ὁ Ἥλιος καὶ ὁ Κρόνος τὸ πατρι-
κὸν ἐπέχουσι πρόσωπον· ἐπὶ δὲ ἡμέρας εἰ ἐπὶ ἀρρενικοῖς εἶεν ζῳδίοις
καὶ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, πολὺ κρεῖττον τὸ διάθεμα· ἐπὶ δὲ
νυκτερινῆς γενέσεως τοὺς μὲν γεννηθέντας, ἀφ’ ἑαυτῶν πορίζοντας
ποιεῖ· τὰ δὲ τῶν γονέων οὐ συντηροῦσι. (25)
Ὁ Κρόνος Ἀφροδίτην τριγωνίζων εὐσταθῆ τὸν βίον καὶ σεμνότητα·
οἱ τοιοῦτοι δὲ ἀπὸ τῶν καταδεεστέρων φθονοῦνται, βραδύγαμοι μέντοι
γίνονται.
Ὁ Κρόνος Ἑρμῆν τριγωνίζων συνετοὺς καὶ ἐμπείρους καὶ ταῖς γνώ-
(205.) μαις βεβαίους· αἱ δὲ τούτων πράξεις ἀπὸ λόγων καὶ ψήφων ἢ ἐμπειρίας,
ὅθεν αὐτοῖς ὁ βίος αὐτάρκης.
Ὁ Κρόνος Σελήνην τριγωνίζων συστάσεις ποιεῖ μεγάλας, πρὸς
βασιλεῖς καὶ ἄρχοντας γνωρίζων καὶ ἐνδόξους ποιῶν καὶ μᾶλλον αὐξι-
φωτούσης τῆς Σελήνης· λειπούσης γὰρ αὐτῆς πολλὴν μείωσιν ἕξει τὰ (5)
εἰρημένα.
Ὁ Ζεὺς Ἄρεα τριγωνίζων ἀρχικούς, δράστας, παρ’ ἡγεμόσι τιμωμέ-
νους ποιεῖ.
Ὁ Ζεὺς Ἥλιον τριγωνίζων πλουσίους, ἐνδόξους, ἀρχικοὺς ποιεῖ καὶ
τέκνων ἐστὶ δοτὴρ καὶ εὐγαμίας αἴτιος, καὶ βίον ἐπίσημον παρέχει. (10)
Ὁ Ζεὺς Ἀφροδίτην τριγωνίζων χαρίεντα καὶ ποθεινὸν ποιεῖ, παρὰ
φίλων προκόπτοντα ἢ γυναικῶν.
Ὁ Ζεὺς Ἑρμῆν τριγωνίζων φρονίμους, ἐπινοητικούς, ἐμπράκτους,
παρὰ πολλῶν εὐδοκιμοῦντας· τούτων δὲ ἡ πρᾶξις ἀπὸ γραμμάτων ἢ
δημοσίων χρειῶν ἢ βασιλικῶν ὑπηρεσιῶν· τινὰς δὲ καὶ ἀστρονόμους (15)
ἐπισήμους σημαίνει.
Ὁ Ζεὺς Σελήνην ἰδὼν ἐνδόξους καὶ ἐμφανεῖς ἡγεμόνας ἢ δικαστάς,
τοὺς μὲν δημηγόρους τοὺς δὲ στρατιωτικοὺς ποιεῖ, καὶ μᾶλλον αὐξιφω-
τούσης τῆς Σελήνης· εἰ δέ ἐστιν ἡ Σελήνη ἀφαιρετική, οὐκ αὐτοὺς
αὐθέντας ποιεῖ ἀλλὰ τοιούτοις προσώποις ὑπηρετουμένους. (20)
Ὁ Ἄρης Ἥλιον τριγωνίζων ἀρχικοὺς ποιεῖ· εἰ δὲ καί ἐστιν ἡ γένεσις
ἡμερινὴ καὶ τὸν μὲν δεξιὸν τόπον ὁ Ἥλιος κατέχει, τὸν δὲ λαιὸν ὁ Ἄρης,
ἔτι βέλτιον τὸ σχῆμα· ἡγεμόνες γὰρ οὗτοι καὶ δυνάσται γίνονται.
Ὁ Ἄρης Δία τριγωνίζων τοῦ Διὸς ἐπικέντρου ὄντος καὶ τῆς Σελήνης
καλῶς ἑστώσης στρατιώτας ἐπισήμους ποιεῖ, ζωῆς καὶ θανάτου (25)
κυρίους, καὶ μᾶλλον ὅταν ἐπὶ ἀρρενικῶν ὦσι ζῳδίων· τὰ γὰρ ἀρρενικὰ ἐπὶ
ἐξουσίας καὶ ἡγεμονίας παραλαμβάνονται, τὰ δὲ θηλυκὰ ἐπὶ ὑποταγῆς.
Ὁ Ἄρης Ἀφροδίτην τριγωνίζων, ἐμπόρους, εὐγάμους, φιλοκόσμους
καὶ μεγαλόφρονας· οἱ τοιοῦτοι δὲ πολλῶν γυναικῶν λέχη θηρῶσιν, ἤτοι
μοιχοὶ γίνονται. (30)
Ὁ Ἄρης τριγωνίζων Ἑρμῆν ἐμπράκτους καὶ συνετοὺς εἴς τε λόγους
καὶ ἔργα, ἐπιτευκτικούς τε καὶ ὀξεῖς, ἐκ ψήφων ἢ γραμμάτων τὸν βίον
συλλέγοντας.
Ὁ Ἄρης Σελήνην τριγωνίζων ἐπὶ μὲν ἡμερινῆς γενέσεως, λειψιφω-
τούσης <τῆς> Σελήνης, ἔμπρακτοι καὶ ἐπιτευκτικοὶ γίνονται, καὶ πάν- (35)
των ὧν βουλεύσονται περιγίνονται· εἰ δὲ καὶ Ζεὺς αὐτοὺς ἴδῃ, ἔσονται
ἀρχικοί, ἔνδοξοι, μεγάλα δυνάμενοι· ἐπὶ δὲ νυκτερινῆς γενέσεως
(206.) ὁ Ἄρης τριγωνίζων Σελήνην οὖσαν ἐν τῷ ὑπεργείῳ βλάπτει καὶ σῶμα
καὶ βίον, εἰ μάλιστα αὐξιφωτοῦσα ἡ Σελήνη.
Ὁ Ἥλιος τριγωνίζων Σελήνην καλὸν τὸ σχῆμα καὶ μάλιστα ὑπὸ
Διὸς Ἀφροδίτης ὁρωμένης.
Ἡ Ἀφροδίτη Σελήνην τριγωνίζουσα, πραεῖς ποιεῖ καὶ ἱλαρούς, (5)
εὐμόρφους, τοὺς μέντοι γάμους ἀβεβαίους δηλοῖ.
Ὁ Ἑρμῆς Σελήνην τριγωνίζων δηλοῖ εὐμαθεῖς γενέσθαι καὶ συνε-
τούς.
Πηγή: T.L.G.