Άρατος: Τα ζώδια, οι πρωινές και οι βραδινές ώρες

Απόσπασμα κειμένου του Αράτου για τα ζώδια

Τα παρακάτω δύο αρχαία κείμενα είναι από τον Άρατο, ποιητή, μαθηματικό, αστρονόμο και συγγραφέα, ο οποίες έγραψε τα «Φαινόμενα και Διοσημεία», ένα αστρονομικό και μετεωρολογικό ποίημα, που προκάλεσε το θαυμασμό των συγχρόνων του. Άλλα γνωστά του συγγράματα είναι το «Περί ανατολής ή ανατομής» και «Αστρολογία».

11.

(437.) ΑΡΑΤΟΥ (p1)

Αἰάζω Διότιμον, ὃς ἐν πέτραισι κάθηται (1)

Γαργαρέων παισὶν βῆτα καὶ ἄλφα λέγων.

12.

(129.) ΑΡΑΤΟΥ (p1)

Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός, αἵ τε Κορίνθου (1)

στῆλαι καὶ Μεγαρέων ταὐτὸ βοῶσι τάφοι·

γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου

ὡς καλός. ἀλλ’ ὀλίγον· γράμμασι λειπόμεθα.

τῷδ’ οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς (5)

αὐτὸς ἰδών, ἑτέρου δ’ ἐστὶ περισσότερος.

11,2.

(133.) Ἐκ τοῦ Ἀράτου. Γίνωσκε ὅτι ἀπὸ καʹ Μαρτίου (5)

δέχεται ὁ Κριὸς τὸν Ἥλιον. καὶ ἐὰν θέλ(ῃς) γνῶναι πότε ἀλλάσσει

ἀπὸ ζῳδίου εἰς ζῴδιον ὁ Ἥλιος, ἀπόδος ἑκάστῳ ζῳδίῳ ἀπὸ καʹ

Μαρτίου ἀνὰ ἡμέρας λʹ, καὶ εὑρήσεις ἐν ἑκάστῳ ζῳδίῳ πόσας

μοίρας ἔχει ὁ Ἥλιος, ἤγουν Κριῷ, Μαρτίου καʹ ὥρᾳ νυκτερινῇ

δʹ. καὶ μένει ἐν Κριῷ ἡμέρας λεʹ, ὥρας εʹ· εἰς τὸν Ταῦρον Ἀπρ(ι- (10)

λίου καʹ) ὥρᾳ νυκτερινῇ θʹ καὶ μένει ἐν Ταύρῳ ἡμέρας λαʹ ὥ-

ρας* εἰς τοὺς Διδύμους Μαίου κβʹ ὥρᾳ ἡμερινῇ ιβʹ καὶ μένει ἐν

Διδύμοις ἡμέρας λαʹ ὥρας ιϛʹ. εἰς τὸν Καρκίνον Ἰουνίου κγʹ ὥρᾳ

νυκτερινῇ δʹ· καὶ μένει ἐν Καρκίνῳ ἡμέρας λαʹ ὥρας ιʹ. εἰς τὸν

Λέοντα Ἰουλίου κδʹ ὥρᾳ νυκτερινῇ βʹ, καὶ μένει ἐν Λέοντι ἡμέ- (15)

ρας λʹ ὥρας κδʹ. εἰς τὴν Παρθένον Αὐγούστου κδʹ ὥρᾳ ἡμερινῇ

ιδʹ καὶ μένει ἐν Παρθένῳ ἡμέρας λʹ ὥρας ιεʹ. εἰς τὸν Ζυγὸν Σεπ-

τεμβρίου κγʹ ὥρᾳ νυκτερινῇ δʹ καὶ μένει ἐν Ζυγῷ ἡμέρας κθʹ

ὥρας ιϛʹ. εἰς τὸν Σκορπίον Ὀκτωβρίου κγʹ ὥρᾳ ἡμερινῇ ηʹ καὶ

μένει ἐν Σκορπίῳ ἡμέρας κθʹ ὥρας ζʹ. εἰς τὸν Τοξότην Νοεμβρίου (20)

καʹ ὥρᾳ νυκτερινῇ ζʹ καὶ μένει ἐν Τοξότῃ ἡμέρας κθʹ ὥρας δʹ.

εἰς τὸν Αἰγόκερων Δεκεμβρίου κʹ ὥρᾳ ἡμερινῇ βʹ καὶ μένει ἐν

Αἰγόκερῳ ἡμέρας κθʹ ὥρας ιδʹ. εἰς τὸν Ὑδροχόον Ἰανουαρίου ιθʹ

ὥρᾳ ἡμερινῇ ϛʹ καὶ μένει ἐν Ὑδροχόῳ ἡμέρας λʹ ὥρας ιϛʹ. εἰς

τοὺς Ἰχθύας Φεβρουαρίου ιηʹ ὥρᾳ νυκτερινῇ ιʹ καὶ μένει ἐν Ἰχ- (25)

θύσιν ἡμέρας λʹ ὥρας ϛʹ.

Ἐὰν δὲ θέλῃς γνῶναι καθ’ ἑκάστην ἡμέραν ἐν ποίῳ ζῳδίῳ ἀνα-

τέλλει καὶ πόσα ζῴδια διέρχεται τὴν ἡμέραν καὶ πόσα τὴν νύκτα,

ποίει οὕτως· ἐὰν εὕρῃς ἑκάστου ἀριθμοῦ τὸν τριακοστὸν ἐν ποίῳ

ζῳδίῳ ἐστὶν ὁ Ἥλιος ἐν αὐτῷ, καθ’ ἑκάστην ἡμέραν ἀπόδος τῷ (30)

ζῳδίῳ ἐκείνῳ αʹ βʹ καὶ τῷ μετ’ ἐκεῖνον γʹ, δʹ, καὶ οὕτως καθεξῆς

ἕως τῶν ιβʹ, ἀπόδος ἑκάστῳ ζῳδίῳ βʹ ὥρας. —Οἷον· ἀνατέλλει ὁ

(134.) Ἥλιος ἐν Διδύμοις, ἀπόδος αʹ καὶ βʹ Διδύμοις. γʹ δʹ Καρκίνῳ,

εʹ ϛʹ Λέοντι, ζʹ ηʹ Παρθένῳ, θʹ καὶ ιʹ Ζυγῷ, ιαʹ ιβʹ Σκορπίῳ καὶ

πάλιν ὥρας αʹ καὶ βʹ νυκτερινὰς Τοξότῃ, γʹ δʹ Αἰγόκερῳ, εʹ ϛʹ

Ὑδροχόῳ, ζʹ ηʹ Ἰχθύσι, θʹ ιʹ Κριῷ, ιαʹ ιβʹ <Ταύρῳ> καὶ ἀνα-

τέλλει ὁ Ἥλιος ἐν Διδύμοις. (5)

Τῶν ιβʹ ζῳδίων· (6a,t)

αἱ στάσεις (7a,t)

Α Κριός Ν (8a)

Β Ταῦρος Ξ (9a)

Δ Καρκίνος Π (10a)

Ε Λέων Ρ (11a)

Ζ Παρθένος Σ (12a)

Η Ζυγός Τ (13a)

Θ Σκορπίος Υ (14a)

Ι Τοξότης Φ (15a)

Κ Αἰγόκερως Χ (16a)

Λ Ὑδροχόος Ψ (17a)

Μ Ἰχθύες Ω (18a)

Αἱ ζῶναι τῶν (6b,t)

ζʹ ἀστέρων. (7b,t)

Λάμπων Κρόνος αʹ ζώνην ἐπέχει. (8b)

Φαέθων Ζεὺς βʹ. (9b)

Πυρόεις Ἄρης γʹ. (10b)

Ἥλιος δʹ. (11b)

Κάλλιστος Ἀφροδίτη εʹ. (12b)

Στίλβων Ἑρμῆς ϛʹ. (13b)

Σελήνη ζʹ. (14b)

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved