Το παρόν κειμενο είναι ένα ακόμα απόσπασμα από το περίφημο σύγγραμμα του Αράτου «Φαινόμενα και Διοσημεία», ένα αστρονομικό και μετεωρολογικό ποίημα, που προκάλεσε το θαυμασμό των συγχρόνων του. Άλλα γνωστά του συγγράματα είναι το «Περί ανατολής ή ανατομής» και «Αστρολογία».
Ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι.
Πληιάδες φορέονται. Ὁ δ’ οὐ μάλα πολλὸς ἁπάσας (255)
χῶρος ἔχει, καὶ δ’ αὐταὶ ἐπισκέψασθαι ἀφαυραί.
Ἑπτάποροι δὴ ταίγε μετ’ ἀνθρώπους ὑδέονται,
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
Οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλ’ αὕτως (260)
εἴρεται· ἑπτὰ δ’ ἐκεῖναι ἐπιρρήδην καλέονται
Ἀλκυόνη Μερόπη τε Κελαινώ τ’ Ἠλέκτρη τε
καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα.
Αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ’ ὀνομασταὶ
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ’ αἴτιος, εἱλίσσονται, (265)
ὅ σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ’ ἀρότοιο.
Καὶ Χέλυς ἥδ’ ὀλίγη. Τὴν ἆρ’ ἔτι καὶ παρὰ λίκνῳ
Ἑρμείης ἐτόρησε, Λύρην δέ μιν εἶπε λέγεσθαι,
κὰδ δ’ ἔθετο προπάροιθεν ἀπευθέος εἰδώλοιο (270)
οὐρανὸν εἰσαγαγών. Τὸ δ’ ἐπὶ σκελέεσσι πέτηλον
γούνατί οἱ σκαιῷ πελάει· κεφαλή γε μὲν ἄκρη
ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺ
ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται.
Ἤτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος Ὄρνις, (275)
ἄλλα μὲν ἠερόεις, τὰ δέ οἱ ἐπὶ τετρήχυνται
ἀστράσιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς.
Αὐτὰρ ὅγ’ εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς
οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς
Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων. (280)
Λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.
Τὸν δὲ μετὰ σκαίροντα δύ’ Ἰχθύες ἀμφινέμονται
Ἵππον· πὰρ δ’ ἄρα οἱ κεφαλῇ χεὶρ Ὑδροχόοιο
δεξιτερὴ τάνυται. Ὁ δ’ ὀπίστερος Αἰγοκερῆος
τέλλεται· αὐτὰρ ὅγε πρότερος καὶ νειόθι μᾶλλον (285)
κέκλιται Αἰγόκερως, ἵνα ἲς τρέπετ’ ἠελίοιο.
Μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ
πεπταμένῳ πελάγει κεχρημένος. Οὔτε κεν ἠοῖ
πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν,
οὔτ’ ἄν τοι νυκτὸς πεφοβημένῳ ἐγγύθεν ἠὼς (290)
ἔλθοι καὶ μάλα πολλὰ βοωμένῳ. Οἱ δ’ ἀλεγεινοὶ
τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότ’ Αἰγοκερῆϊ
συμφέρετ’ ἠέλιος· τότε δὲ κρύος ἐκ Διός ἐστιν
ναύτῃ μαλκιόωντι κακώτερον. Ἀλλὰ καὶ ἔμπης
ἤδη πάντ’ ἐνιαυτὸν ὑπὸ στείρῃσι θάλασσα (295)
πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίῃσιν
πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες
ἥμεθ’, ἐπ’ αἰγιαλοὺς τετραμμένοι· οἱ δ’ ἔτι πόρσω
κλύζονται· ὀλίγον δὲ διὰ ξύλον ἄϊδ’ ἐρύκει.
Καὶ δ’ ἂν ἔτι προτέρῳ γε θαλάσσῃ πολλὰ πεπονθώς, (300)
τόξον ὅτ’ ἠέλιος καίει καὶ ῥύτορα τόξου,
ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί.
Σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου
Σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός.
Ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου (305)
Τοξευτής· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ
Σκοπρίος ἀντέλλων, ὁ δ’ ἀνέρχεται αὐτίκα μᾶλλον.
Τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς
ὕψι μάλα τροχάει· ὁ δὲ δύεται ἠῶθι πρὸ
ἀθρόος Ὠρίων, Κηφεὺς δ’ ἀπὸ χειρὸς ἐπ’ ἰξύν.
Ἔστι δέ τοι προτέρω βεβλημένος ἄλλος Ὀϊστὸς
αὐτὸς ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις
ἀσσότερος βορέω. Σχεδόθεν δέ οἱ ἄλλος ἄηται
οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθών
νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν Ἀητόν. (315)
Δελφὶς δ’ οὐ μάλα πολλὸς ἐπιτρέχει Αἰγοκερῆϊ
μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται
γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα.
Καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο
μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα (320)
πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου.
Λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς
Ὠρίων. Μὴ κεῖνον ὅτις καθαρῇ ἐνὶ νυκτὶ
ὑψοῦ πεπτηῶτα παρέρχεται, ἄλλα πεποίθοι
οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσεσθαι. (325)
Τοῖός οἱ καὶ φρουρὸς ἀειρομένῳ ὑπὸ νώτῳ
φαίνεται ἀμφοτέροισι Κύων ἐπὶ ποσσὶ βεβηκώς,
ποικίλος, ἀλλ’ οὐ πάντα πεφασμένος· ἀλλὰ κατ’ αὐτὴν
γαστέρα κυάνεος περιτέλλεται, ἡ δέ οἱ ἄκρη
ἀστέρι βέβληται δεινῷ γένυς, ὅς ῥα μάλιστα (330)
ὀξέα σειριάει· καί μιν καλέουσ’ ἄνθρωποι
Σείριον. Οὐκέτι κεῖνον ἅμ’ ἠελίῳ ἀνιόντα
φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι·
ῥεῖα γὰρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀΐξας,
καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα. (335)
Κείνου καὶ κατιόντος ἀκούομεν· οἱ δὲ δὴ ἄλλοι
σῆμ’ ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.
Ποσσὶν δ’ Ὠρίωνος ὑπ’ ἀμφοτέροισι Λαγωὸς
ἐμμενὲς ἤματα πάντα διώκεται· αὐτὰρ ὅγ’ αἰεὶ
Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς, (340)
καὶ οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει.
Ἡ δὲ Κυνὸς μεγάλοιο κατ’ οὐρὴν ἕλκεται Ἀργὼ
πρυμνόθεν· οὐ γὰρ τῇγε κατὰ χρέος εἰσὶ κέλευθοι,
ἀλλ’ ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ
νῆες, ὅτ’ ἤδη ναῦται ἐπιστρέψωσι κορώνην (345)
ὅρμον ἐσερχόμενοι· τὴν δ’ αὐτίκα πᾶς ἀνακόπτει
νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο·
ὣς ἥγε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ.
Καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρ’ αὐτὸν
ἱστὸν ἀπὸ πρῴρης φέρεται, τὰ δὲ πᾶσα φαεινή. (350)
Καὶ οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται
ποσσὶν ὕπ’ οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος.
Τὴν δὲ καὶ οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν
Ἀνδρομέδην μέγα Κῆτος ἐπερχόμενον κατεπείγει.
Ἡ μὲν γὰρ Θρήϊκος ὑπὸ πνοιῇ βορέαο (355)
κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ
Κῆτος, ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισιν,
βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος.
Οἶον γὰρ κἀκεῖνο θεῶν ὑπὸ ποσσὶ φορεῖται
λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο. (360)
Καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει·
δεσμοὶ δ’ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται,
ἄμφω συμφορέονται ἀπ’ οὐραίων κατιόντες,
κητείης δ’ ὄπιθεν λοφίης ἐπιμὶξ φορέονται
εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δ’ ἀστέρι πειραίνονται, (365)
Κήτεος ὃς κείνου πρώτῃ ἐπίκειται ἀκάνθῃ.
Οἱ δ’ ὀλίγῳ μέτρῳ, ὀλίγῃ δ’ ἐγκείμενοι αἴγλῃ
μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται,
γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ
νώνυμοι· οὐ γὰρ τοίγε τετυγμένου εἰδώλοιο
βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ
ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα
ἀνομένων ἐτέων, τά τις ἀνδρῶν οὐκέτ’ ἐόντων
ἐφράσατ’ ἠδ’ ἐνόησεν ἅπαντ’ ὀνομαστὶ καλέσσαι
ἤλιθα μορφώσας· οὐ γάρ κ’ ἐδυνήσατο πάντων (375)
οἰόθι κεκριμένων ὄνομ’ εἰπέμεν οὐδὲ δαῆναι·
πολλοὶ γὰρ πάντη, πολέων δ’ ἐπὶ ἶσα πέλονται
μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι.
Τῷ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι
ἀστέρας, ὄφρ’ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος
εἴδεα σημαίνοιεν. Ἄφαρ δ’ ὀνομαστὰ γένοντο
ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ,
ἀλλ’ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιν
φαίνονται, τὰ δ’ ἔνερθε διωκομένοιο Λαγωοῦ
πάντα μάλ’ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται. (385)
Νειόθι δ’ Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο,
Ἰχθῦς ἐς Κῆτος τετραμμένος αἰωρεῖται
οἶος ἀπὸ προτέρων, Νότιον δέ ἑ κικλήσκουσιν.
Ἄλλοι δὲ σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ
Κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται (390)
μέσσοι νωχελέες καὶ ἀνώνυμοι· ἐγγύθι δέ σφεων,
δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,
οἵη τις τ’ ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα
σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.
Ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται (395)
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ’ ἐγγύς,
εἷς μὲν ὑπ’ ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε
Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῇ·
τοὺς πάντας καλέουσιν Ὕδωρ. Ὀλίγοι γε μὲν ἄλλοι
νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν
ἄγνωτοι κύκλῳ περιηγέες εἱλίσσονται.
Αὐτὰρ ὑπ’ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο
Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται.
Τοῦ δ’ ἤτοι ὀλίγον μὲν ἐπὶ χρόνον ὑψόθ’ ἐόντος
πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο. (405)
Καὶ τοῦ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι
Ἀρκτούρου, τὸ δὲ θᾶσσον ὑφ’ ἑσπερίην ἅλα νεῖται.
Ἀλλ’ ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ,
ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν
εἰναλίου μέγα σῆμα· κεδαιόμεναι γὰρ ἐκείνῃ
νῆες ἀπὸ φρενός εἰσι· τὰ δ’ ἄλλοθεν ἄλλα πιφαύσκει
σήματ’, ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους.
Τῷ μή μοι πελάγει νεφέων εἰλυμένῳ ἄλλῳ
εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον,
αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλον (415)
κυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ
θλίβετ’ ἀναστέλλοντος ὀπωρινοῦ ἀνέμοιο.
Πολλάκι γὰρ καὶ τοῦτο νότῳ ἔπι σῆμα τιτύσκει
νὺξ αὐτή, μογεροῖσι χαριζομένη ναύτῃσιν.
Οἱ δ’ εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσῃ, (420)
αἶψα δὲ κοῦφά τε πάντα καὶ ἄρτια ποιήσωνται,
αὐτίκ’ ἐλαφρότερος πέλεται πόνος· εἰ δέ κε νηῒ
ὑψόθεν ἐμπλήξῃ δεινὴ ἀνέμοιο θύελλα
αὕτως ἀπρόφατος, τὰ δὲ λαίφεα πάντα ταράξῃ,
ἄλλοτε μὲν καὶ πάμπαν ὑπόβρυχα ναυτίλλονται, (425)
ἄλλοτε δ’, αἴ κε Διὸς παρανισσομένοιο τύχωσιν
εὐχόμενοι, βορέω δὲ πάρ’ ἀστράψῃ ἀνέμοιο,
πολλὰ μάλ’ ὀτλήσαντες ὅμως πάλιν ἐσκέψαντο
ἀλλήλους ἐπὶ νηΐ. Νότον δ’ ἐπὶ σήματι τούτῳ
δείδιθι, μέχρι βορῆος ἀπαστράψαντος ἴδηαι. (430)
Εἰ δέ τοι ἑσπερίης μὲν ἁλὸς Κενταύρου ἀπείη
ὦμος ὅσον προτέρης, ὀλίγη δέ μιν εἰλύοι ἀχλὺς
αὐτόν, ἀτὰρ μετόπισθεν ἐοικότα σήματα φαίνοι
νὺξ ἐπὶ παμφανόωντι Θυτηρίῳ, οὔ σε μάλα χρὴ
ἐς νότον, ἀλλ’ εὔροιο περισκοπέειν ἀνέμοιο. (435)
Δήεις δ’ ἄστρον ἐκεῖνο δύω ὑποκείμενον ἄλλοις·
τοῦ γάρ τοι τὰ μὲν ἀνδρὶ ἐοικότα νειόθι κεῖται
Σκορπίου, ἱππούραια δ’ ὑπὸ σφίσι Χηλαὶ ἔχουσιν.
Αὐτὰρ ὁ δεξιτερὴν αἰεὶ τανύοντι ἔοικεν
ἀντία δινωτοῖο Θυτηρίου. Ἐν δέ οἱ ἀπρὶξ (440)
ἄλλο μάλ’ ἐσφήκωται, ἐληλάμενον διὰ χειρός,
Θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.
Ἀλλ’ ἔτι γάρ τι καὶ ἄλλο περαιόθεν ἕλκεται ἄστρον·
Ὕδρην μιν καλέουσι· τὸ δὲ ζώοντι ἐοικὸς
ἠνεκὲς εἰλεῖται, καί οἱ κεφαλὴ ὑπὸ μέσσον (445)
Καρκίνον ἱκνεῖται, σπείρη δ’ ὑπὸ σῶμα Λέοντος·
οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο.
Μέσσῃ δὲ σπείρῃ Κρητήρ, πυμάτῃ δ’ ἐπίκειται
εἴδωλον Κόρακος σπείρην κόπτοντι ἐοικός.
Ναὶ μὴν καὶ Προκύων Διδύμοις ὕπο καλὰ φαείνει. (450)
Ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν
ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλ’ αὕτως
οὐρανῷ εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
Οἱ δ’ ἐπιμὶξ ἄλλοι πέντ’ ἀστέρες οὐδὲν ὁμοῖοι
πάντοθεν εἰδώλων δυοκαίδεκα δινεύονται. (455)
Οὐκ ἂν ἔτ’ εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο
κείνων ἧχι κέονται, ἐπεὶ πάντες μετανάσται.
Μακροὶ δέ σφεών εἰσιν ἑλισσομένων ἐνιαυτοί,
μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων,
οὐδ’ ἔτι θαρσαλέος κείνων ἐγὼ ἄρκιος εἴην (460)
ἀπλανέων τά τε κύκλα τά τ’ αἰθέρι σήματ’ ἐνισπεῖν.
Ἤτοι μὲν τάγε κεῖται ἀλίγκια δινωτοῖσιν,
τέσσαρα, τῶν κε μάλιστα ποθὴ ὄφελός τε γένοιτο
μέτρα περισκοπέοντι κατανομένων ἐνιαυτῶν.
Σήματα δ’ εὖ μάλα πᾶσιν ἐπιρρήδην περίκειται (465)
πολλά τε καὶ σχεδόθεν πάντη συνεερμένα πάντα.
Αὐτοὶ δ’ ἀπλατέες καὶ ἀρηρότες ἀλλήλοισιν
πάντες· ἀτὰρ μέτρῳ γε δύω δυσὶν ἀντιφέρονται.
Εἴ ποτέ τοι νυκτὸς καθαρῆς, ὅτε πάντας ἀγαυοὺς
ἀστέρας ἀνθρώποις ἐπιδείκνυται οὐρανίη Νύξ, (470)
οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ,
ἀλλὰ τάγε κνέφαος διαφαίνεται ὀξέα πάντα,
εἴ ποτέ τοι τῆμόσδε περὶ φρένας ἵκετο θαῦμα
σκεψαμένῳ πάντη κεκεασμένον εὐρέϊ κύκλῳ
οὐρανόν, ἢ καί τίς τοι ἐπιστὰς ἄλλος ἔδειξεν (475)
κεῖνο περιγληνὲς τροχαλόν, Γάλα μιν καλέουσιν.
Τῷ δή τοι χροιὴν μὲν ἀλίγκιος οὐκέτι κύκλος
δινεῖται, τὰ δὲ μέτρα τόσοι πισύρων περ ἐόντων
οἱ δύο, τοὶ δέ σφεων μέγα μείονες εἱλίσσονται.
Τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο. (480)
Ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,
ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,
λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπ’ αὐτῷ
Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν
δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται (485)
ἀσσότερον βορέαο, νότῳ δ’ ἐπικέκλιται ἀγκών.
Ὁπλαὶ δ’ Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον
ἄκρῃ σὺν κεφαλῇ, καλοί τ’ Ὀφιούχεοι ὦμοι
αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον.
Ἡ δ’ ὀλίγον φέρεται νοτιωτέρη, οὐδ’ ἐπιβάλλει, (490)
Παρθένος, ἀλλὰ Λέων καὶ Καρκίνος. Οἱ μὲν ἅμ’ ἄμφω
ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος
τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρ’ αἰδῶ
τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου
Καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις (495)
ὀρθόν, ἵν’ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
Τοῦ μὲν, ὅσον τε μάλιστα, δι’ ὀκτὼ μετρηθέντος,
πέντε μὲν ἔνδια στρέφεται καθ’ ὑπέρτερα γαίης,
τὰ τρία δ’ ἐν περάτῃ· θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.
Ἀλλ’ ὁ μὲν ἐν βορέω περὶ Καρκίνον ἐστήρικται. (500)
Ἄλλος δ’ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα
τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·
ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν
αἴνυται, ἀλλ’ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ
καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δέ τε κέντρον (505)
Σκορπίου· ἐν καὶ τόξον ἐλαφροῦ Τοξευτῆρος.
Τὸν πύματον καθαροῖο παρερχόμενος βορέαο
ἐς νότον ἠέλιος φέρεται, τρέπεταί γε μὲν αὐτοῦ
χειμέριος. Καί οἱ τρία μὲν περιτέλλεται ὑψοῦ
τῶν ὀκτώ, τὰ δὲ πέντε κατώρυχα δινεύονται. (510)
Μεσσόθι δ’ ἀμφοτέρων, ὅσσος πολιοῖο γάλακτος,
γαῖαν ὑποστρέφεται κύκλος διχόωντι ἐοικώς·
ἐν δέ οἱ ἤματα νυξὶν ἰσαίεται ἀμφοτέρῃσιν,
φθίνοντος θέρεος, τοτὲ δ’ εἴαρος ἱσταμένοιο.
Σῆμα δέ οἱ Κριὸς Ταύροιό τε γούνατα κεῖται, (515)
Κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου,
Ταύρου δὲ σκελέων ὅσση περιφαίνεται ὀκλάς.
Ἐν δέ τέ οἱ ζώνη εὐφεγγέος Ὠρίωνος
καμπή τ’ αἰθομένης Ὕδρης· ἐνί οἱ καὶ ἐλαφρὸς
Κρητήρ, ἐν δὲ Κόραξ, ἐνὶ δ’ ἀστέρες οὐ μάλα πολλοὶ (520)
Χηλάων· ἐν τῷ δ’ Ὀφιούχεα γοῦνα φορεῖται.
Οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλά οἱ ἐγγὺς
Ζηνὸς ἀητεῖται μέγας ἄγγελος. Ἡ δὲ κατ’ αὐτὸν
Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.
Πηγή: T.L.G.