Άρατος: Φαινόμενα ΣΤ' μέρος
Το έκτο μέρος των Φαινομένων του Αράτου
Το παρόν κειμενο είναι ένα ακόμα απόσπασμα από το περίφημο σύγγραμμα του Αράτου «Φαινόμενα και Διοσημεία», ένα αστρονομικό και μετεωρολογικό ποίημα, που προκάλεσε το θαυμασμό των συγχρόνων του. Άλλα γνωστά του συγγράματα είναι το «Περί ανατολής ή ανατομής» και «Αστρολογία».
Σκέπτεο δ’ ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν
ἠμὲν ἀεξομένην ἠδ’ ἐς κέρας αὖθις ἰοῦσαν· (800)
καί οἱ ἐπὶ χροιῇ τεκμαίρεο μηνὸς ἑκάστου.
Πάντη γὰρ καθαρῇ κε μάλ’ εὔδια τεκμήραιο·
πάντα δ’ ἐρευθομένῃ δοκέειν ἀνέμοιο κελεύθους·
ἄλλοθι δ’ ἄλλο μελαινομένῃ δοκέειν ὑετοῖο.
Σήματα δ’ οὐτἂρ πᾶσιν ἐπ’ ἤμασι πάντα τέτυκται· (805)
ἀλλ’ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέλονται
μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ’ αὐτὴν
σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου
ἐς διχάδα φθιμένην· ἔχεται δέ οἱ αὐτίκα τετρὰς
μηνὸς ἀποιχομένου, τῇ δὲ τριτάτη ἐπιόντος. (810)
Εἰ δέ κέ μιν περὶ πᾶσαν ἀλωαὶ κυκλώσωνται
ἢ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μί’ οἴη,
τῇ μὲν ἰῇ ἀνέμοιο γαληναίης τε δοκεύειν,
ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης·
ταὶ δύο δ’ ἂν χειμῶνι περιτροχάοιντο σελήνην· (815)
μείζονα δ’ ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή,
καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.
Καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο.
Ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος·
ἠελίῳ καὶ μᾶλλον ἐοικότα σήματα κεῖται (820)
ἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι.
Μή οἱ ποικίλλοιτο νέον βάλλοντος ἀρούρας
κύκλος, ὅτ’ εὐδίου κεχρημένος ἤματος εἴης,
μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη.
Εἰ δ’ αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη, (825)
δύνοι δ’ ἀνέφελος μαλακῇ ὑποδείελος αἴγλῃ,
καί κεν ἐπερχομένης ἠοῦς ἔθ’ ὑπεύδιος εἴη.
Ἀλλ’ οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλλῃ,
οὐδ’ ὁπότ’ ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα
σχιζόμεναι βάλλωσι, τὰ δ’ αὖ περὶ μέσσα φαείνῃ· (830)
ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.
Σκέπτεο δ’, εἴ κέ τοι αὐγαὶ ὑπείκωσ’ ἠελίοιο,
αὐτὸν ἐς ἠέλιον, τοῦ γὰρ σκοπαί εἰσιν ἄρισται,
εἴ τί που ἤ οἱ ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ
ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα, (835)
ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω
σήματα μέλλοντος, τὰ δ’ ἐρεύθεα πάντ’ ἀνέμοιο.
Εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρωσμένος εἴη,
καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.
Εἰ δέ οἱ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο (840)
ἀκτῖνες συνίωσι καὶ ἀμφ’ ἑνὶ πεπλήθωσιν,
ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅ γ’ ἐς ἠῶ
ἔρχηται παρὰ νυκτὸς ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα,
ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα.
Μηδ’ ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλλῃσιν, (845)
τὴν δὲ μέτ’ ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῇ,
ἀμνηστεῖν ὑετοῖο. Πολὺς δ’ ὅτε οἱ πέρι κύκλος
οἷον τηκομένῳ ἐναλίγκιος εὐρύνηται
πρῶτον ἀνερχομένοιο καὶ ἂψ ἐπὶ μεῖον ἴῃσιν,
εὔδιός κε φέροιτο, καὶ εἴ ποτε χείματος ὥρῃ
ὠχρήσῃ κατιών. Ἀτὰρ ὕδατος ἡμερινοῖο
γινομένου, κατόπισθε περὶ νέφεα σκοπέεσθαι
κὰδ δὴ δυομένου τετραμμένος ἠελίοιο·
ἢν μὲν ὑποσκιάῃσι μελαινομένῃ εἰκυῖα
ἠέλιον νεφέλη, ταὶ δ’ ἀμφί μιν ἔνθα καὶ ἔνθα (855)
ἀκτῖνες μεσσηγὺς ἑλισσομένην διχόωνται,
ἦ τ’ ἂν ἔτ’ εἰς ἠῶ σκέπαος κεχρημένος εἴης.
Εἰ δ’ ὁ μὲν ἀνέφελος βάπτῃ ῥόου ἑσπερίοιο,
ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτ’ οἰχομένοιο
πλησίαι ἑστήκωσιν ἐρευθέες, οὔ σε μάλα χρὴ (860)
αὔριον οὐδ’ ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο,
ἀλλ’ ὁπότ’ ἠελίοιο μαραινομένῃσιν ὁμοῖαι
ἐξαπίνης ἀκτῖνες ἀπ’ οὐρανόθεν τανύωνται,
οἷον ἀμαλδύνονται, ὅτε σκιάῃσι κατ’ ἰθὺ
ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη. (865)
Οὐδ’ ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ
φαίνωνται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι,
ἄρραντοι γίνονται ἐπ’ ἤματι κείνῳ ἄρουραι.
Μηδ’ αὕτως, ἔτ’ ἐόντι πέρην ὁπότε προταθεῖσαι
ἀκτῖνες φαίνωνται ἐπίσκιοι ἠῶθι πρό, (870)
ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι.
Ἀλλ’ εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο
ἀκτῖνες, μᾶλλόν κεν ἐφ’ ὕδατι σημαίνοιεν·
εἰ δ’ ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν,
οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα, (875)
ἦ τ’ ἂν ἐπερχομένοιο περιδνοφέοιντ’ ἀνέμοιο.
Οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ
εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι
μᾶλλον χειμέριαι· δύο δ’ ἂν χαλεπώτεραι εἶεν.
Σκέπτεο δ’ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο (880)
εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται
ἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτερθεν·
μηδ’ αὕτως σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν·
οὐ γὰρ, ὅτ’ ἀμφοτέρωθεν ὁμοῦ περὶ μέσσον ἔχωσιν
ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο, (885)
γίνεται ἀμβολίη Διόθεν χειμῶνος ἰόντος·
εἴ γε μὲν ἐκ βορέαο μί’ οἴη φοινίσσοιτο,
ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο·
ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσ’ ὑετοῖο.
Ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις· (890)
ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.
Σκέπτεο καὶ Φάτνην. Ἡ μέν τ’ ὀλίγῃ εἰκυῖα
ἀχλύϊ βορραίη ὑπὸ Καρκίνῳ ἡγηλάζει·
ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι οὔτε μάλ’ ἐγγύς, (895)
ἀλλ’ ὅσσον τε μάλιστα πυγούσιον ὠΐσασθαι,
εἷς μὲν πὰρ βορέαο· νότῳ δ’ ἐπικέκλιται ἄλλος.
Καὶ τοὶ μὲν καλέονται Ὄνοι, μέσση δέ τε Φάτνη,
ἥτε κεἰ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος
γίνετ’ ἄφαντος ὅλη, τοὶ δ’ ἀμφοτέρωθεν ἰόντες (900)
ἀστέρες ἀλλήλων αὐτοσχεδὸν ἰνδάλλονται,
οὐκ ὀλίγῳ χειμῶνι τότε κλύζονται ἄρουραι.
Εἰ δὲ μελαίνηται, τοὶ δ’ αὐτίκ’ ἐοικότες ὦσιν
ἀστέρες ἀμφότεροι, ἐπί χ’ ὕδατι σημαίνοιεν.
Εἰ δ’ ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι (905)
λεπτὸν ἐπαχλύων, νότιος δ’ Ὄνος ἀγλαὸς εἴη,
δειδέχθαι ἀνέμοιο νότου· βορέω δὲ μάλα χρὴ
ἔμπαλιν ἀχλυόεντι φαεινομένῳ τε δοκεύειν.
Σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα
γινέσθω, καὶ μακρὸν ἔπ’ αἰγιαλοὶ βοόωντες,
ἀκταί τ’ εἰνάλιαι ὁπότ’ εὔδιοι ἠχήεσσαι
γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.
Καὶ δ’ ἂν ἐπὶ ξηρὴν ὅτ’ ἐρωδιὸς οὐ κατὰ κόσμον
ἐξ ἁλὸς ἔρχηται φωνῇ περιπολλὰ λεληκώς,
κινυμένου κε θάλασσαν ὕπερ φορέοιτ’ ἀνέμοιο. (915)
Καί ποτε καὶ κέπφοι, ὁποτ’ εὔδιοι ποτέωνται,
ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.
Πολλάκι δ’ ἀγριάδες νῆσσαι ἢ εἰναλιδῖναι
αἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν·
ἢ νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῇσιν.
Ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης,
σῆμ’ ἐγένοντ’ ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλοὶ
ἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δ’ ὀπίσσω.
Καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν,
ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο. (925)
Καὶ διὰ νύκτα μέλαιναν ὅτ’ ἀστέρες ἀΐσσωσιν
ταρφέα, τοῖς δ’ ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται,
δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιο
πνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀΐσσωσιν,
ἄλλοι δ’ ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο (930)
παντοίων ἀνέμων, οἵ τ’ ἄκριτοί εἰσι μάλιστα,
ἄκριτα δὲ πνείουσιν ἐπ’ ἀνδράσι τεκμήρασθαι.
Αὐτὰρ ὅτ’ ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτῃσιν,
ἄλλοτε δ’ ἐκ ζεφύροιο καὶ ἄλλοτε πὰρ βορέαο,
δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνήρ, (935)
μή μιν τῇ μὲν ἔχῃ πέλαγος, τῇ δ’ ἐκ Διὸς ὕδωρ.
Ὕδατι γὰρ τοσσαίδε πέρι στεροπαὶ φορέονται.
Πολλάκι δ’ ἐρχομένων ὑετῶν νέφεα προπάροιθεν
οἷα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται·
ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις· (940)
ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστήρ.
Πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθες
ἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν·
Ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀΐσσονται
γαστέρι τύπτουσαι αὔτως εἰλεύμενον ὕδωρ·
ἢ μάλα δείλαιαι γενεαί, ὕδροισιν ὄνειαρ,
αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων·
ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών·
ἤ που καὶ λακέρυζα παρ’ ἠϊόνι προυχούσῃ
χείματος ἐρχομένου χερσαῖ’ ὑπέτυψε κορώνη, (950)
ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρ’ ἄκρους
ὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα κολυμβᾷ,
ἢ πολλὴ στρέφεται παρ’ ὕδωρ παχέα κρώζουσα.
Καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο
οὐρανὸν εἰσανιδόντες ἀπ’ αἰθέρος ὀσφρήσαντο· (955)
καὶ κοίλης μύρμηκες ὀχῆς ἒξ ὤεα πάντα
θᾶσσον ἀνηνέγκαντο· καὶ ἀθρόοι ὦφθεν ἴουλοι
τείχε’ ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες
κεῖνοι τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.
Καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο, (960)
εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῇ,
οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ.
Δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν
ὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμ’ ἐγένοντο
φαινόμενοι ἀγεληδὰ καὶ ἱρήκεσσιν ὁμοῖα (965)
φθεγξάμενοι. Καί που κόρακες δίους σταλαγμοὺς
φωνῇ ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο,
ἤ ποτε καὶ κρώξαντε βαρείῃ δισσάκι φωνῇ
μακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά.
Καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶ (970)
ἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν·
ἢ ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς.
Τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένῳ ὕδωρ
γινέσθω, μηδ’ εἴ κεν ἐπιπλέον ἠὲ πάροιθεν
δάκνωσιν μυῖαι καὶ ἐφ’ αἵματος ἱμείρωνται, (975)
ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν
νύκτα κατὰ νοτίην· μηδ’ ἢν ὑπὸ χείματος ὥρην
λύχνων ἄλλοτε μέν τε φάος κατὰ κόσμον ὀρώρῃ,
ἄλλοτε δ’ ἀΐσσωσιν ἄπο φλόγες ἠΰτε κοῦφαι
πομφόλυγες· μηδ’ εἴ κεν ἐπ’ αὐτόφι μαρμαίρωσιν (980)
ἀκτῖνες· μηδ’ ἢν θέρεος μέγα πεπταμένοιο
νησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.
Μηδὲ σύ γ’ ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεω
σπινθῆρες ὅτ’ ἔωσι πέρι πλέονες, λελαθέσθαι,
μηδὲ κατὰ σποδιὴν ὁπότ’ ἄνθρακος αἰθομένοιο (985)
λάμπηται πέρι σήματ’ ἐοικότα κεγχρείοισιν.
Ἀλλ’ ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.
Εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο
πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι
φαίνωνται καθαραί, μάλα κεν τόθ’ ὑπεύδιος εἴης. (990)
Εὔδιός κ’ εἴης καὶ ὅτε πλατέος παρὰ πόντου
φαίνηται χθαμαλὴ νεφέλη, μηδ’ ὑψόθι κύρῃ,
ἀλλ’ αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.
Σκέπτεο δ’ εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον,
ἐς δὲ γαληναίην χειμωνόθεν. Εὖ δὲ μάλα χρὴ (995)
ἐς Φάτνην ὁράαν, τὴν Καρκίνος ἀμφιελίσσει,
πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὁμίχλης·
κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.
Καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ
ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνος (1000)
γινέσθω τοι σῆμα, καὶ ἥσυχα ποικίλλουσα
ὥρῃ ὅθ’ ἑσπερίῃ κρώζῃ πολύφωνα κορώνη·
καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖον βοόωντες
δισσάκις, αὐτὰρ ἔπειτα μέγ’ ἀθρόα κεκλήγοντες·
πλειότεροι δ’ ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται, (1005)
φωνῆς ἔμπλειοι· χαίρειν κέ τις ὠΐσαιτο,
οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα,
πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτ’ ἐπ’ αὐτοῦ
ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται.
Καὶ δ’ ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνης (1010)
ἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι,
οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο.
Ἦμος δ’ ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται,
οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν,
οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχῃ οὐδὲ σελήνη,
ἀλλὰ τάγ’ ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται,
μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω,
ἀλλ’ ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταί γε μένωσιν
αὐτῇ ἐνὶ χώρῃ νεφέλαι, ταὶ δ’ ἄλλαι ἐπ’ αὐταῖς,
ταὶ μὲν ἀμειβόμεναι, ταὶ δ’ ἐξόπιθεν, φορέωνται. (1020)
Καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρωμοῖο
χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη
νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,
καὶ σπίνος ἠῷα σπίζων, καὶ ὄρνεα πάντα
ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺς (1025)
δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα κολοιῶν
ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.
Οὐδ’ ἂν ἔτι ξουθαὶ μεγάλου χειμῶνος ἰόντος
πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι,
ἀλλ’ αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται· (1030)
οὐδ’ ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα
τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.
Μηδ’, ὅτε νηνεμίῃ κεν ἀράχνια λεπτὰ φέρηται
καὶ φλόγες αἰθύσσωσι μελαινόμεναι λύχνοιο,
ἢ πῦρ αὔηται σπουδῇ καὶ ὑπεύδια λύχνα, (1035)
πιστεύειν χειμῶνι. Τί τοι λέγω ὅσσα πέλονται
σήματ’ ἐπ’ ἀνθρώπους; δὴ γὰρ καὶ ἀεικέϊ τέφρῃ
αὐτοῦ πηγνυμένῃ νιφετοῦ ἐπιτεκμήραιο·
καὶ λύχνῳ χιόνος, κέγχροις ὅτ’ ἐοικότα πάντη
κύκλῳ σήματ’ ἔχει πυριλαμπέος ἐγγύθι μύξης· (1040)
ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸς
αὐτὸς ἐείδηται, μέσσῳ δέ οἱ ἠΰτε λεπτὴ
φαίνηται νεφέλη πυρὸς ἔνδοθεν αἰθομένοιο.
Πηγή: T.L.G.