Άρατος: Φαινόμενα Ζ' μέρος
Το έβδομο μέρος των Φαινομένων του Αράτου
Το παρόν κειμενο είναι ένα ακόμα απόσπασμα από το περίφημο σύγγραμμα του Αράτου «Φαινόμενα και Διοσημεία», ένα αστρονομικό και μετεωρολογικό ποίημα, που προκάλεσε το θαυμασμό των συγχρόνων του. Άλλα γνωστά του συγγράματα είναι το «Περί ανατολής ή ανατομής» και «Αστρολογία».
Πρῖνοι δ’ αὖ καρποῖο καταχθέες, οὐδὲ μέλαιναι
σχῖνοι ἀπείρητοι· πάντη δέ τε πολλὸς ἀλωεὺς (1045)
αἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρῃ.
Πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι
χειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος.
Μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη,
τηλοτέρω δ’ αὐχμοῖο συνασταχύοιεν ἄρουραι. (1050)
Τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαι
γίνονται καρποῖο, φέρει δέ τε σήμαθ’ ἑκάστη
ἑξείης ἀρότῳ. Καὶ γάρ τ’ ἀροτήσιον ὥρην
τριπλόα μείρονται, μέσσην καὶ ἐπ’ ἀμφότερ’ ἄκρας·
πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσην (1055)
καρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων.
Ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,
κείνῳ κ’ ἐξ ἄλλων ἄροσις πολυλήϊος εἴη,
τῷ δέ γ’ ἀφαυροτάτῳ ὀλίγη, μέσσῳ δέ τε μέσση.
Αὕτως δ’ ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ, (1060)
σήματ’ ἐπιφράσσασθαι ὁμοιίου ἀμήτοιο.
Ὅσσα δ’ ἐνὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῷ,
τοσσάδε κεν σκίλλης τεκμαίροιτ’ ἄνθεϊ λευκῷ.
Αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ
πάντη βεβρίθωσι, καὶ ἑσπερίων προπάροιθεν (1065)
Πληϊάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,
οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.
Θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγες
ὁππότ’ ἀναστρωφῶσιν ὀχῆς, ταὶ δ’ ἄρσεσι, πάντα
δεξάμεναι, πάλιν αὖτις ἀναβλήδην ὀχέωνται, (1070)
αὕτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.
Ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε
χαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντι
εὔδιον φαίνουσι βιβαζόμεναι ἐνιαυτόν.
Χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς (1075)
ὥριον ἐρχομέναις, ὁ δ’ ἀώροις αὐτίκα μᾶλλον·
αὕτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισιν,
πρώϊα μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένῃσιν
πρώϊοι· αὐτὰρ ὅτ’ ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι
πλειότερον φορέονται ἐπὶ χρόνον, οὐδ’ ἅμα πολλαί, (1080)
ἀμβολίῃ χειμῶνος ὀφέλλεται ὕστερα ἔργα.
Εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρην
γαῖαν ὀρύσσωσιν, κεφαλὰς δ’ ἀνέμοιο βορῆος
ἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ
Πληϊάδες χειμῶνα κατερχόμεναι φορέοιεν. (1085)
Μὴ δὲ λίην ὀρύχοιεν, ἐπεὶ μέγας οὐ κατὰ κόσμον
γίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτ’ ἀρότοισιν·
ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐπ’ ἀρούραις
μήπω κεκριμένῃ μηδὲ βλωθρῇ ἐπὶ ποίῃ,
ὄφρα τις εὐεστοῖ χαίρῃ ποτιδέγμενος ἀνήρ. (1090)
Οἱ δ’ εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί,
μηδ’ εἷς μηδὲ δύω μηδὲ πλέονες κομόωντες·
πολλοὶ γὰρ κομόωσιν ἐπ’ αὐχμηρῷ ἐνιαυτῷ.
Οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ,
ἐκ νήσων ὅτε πολλαὶ ἐπιπλήσσωσιν ἀρούραις (1095)
ἐρχομένου θέρεος, χαίρει· περιδείδιε δ’ αἰνῶς
ἀμητῷ, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθῃ
αὐχμῷ ἀνιηθείς. Χαίρει δέ που αἰπόλος ἀνὴρ
αὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν,
ἐλπόμενος μετέπειτα πολυγλαγέος ἐνιαυτοῦ. (1100)
Οὕτω γὰρ μογεροὶ καὶ ἀλήμονες ἄλλοθεν ἄλλοι
ζώομεν ἄνθρωποι· τὰ δὲ πὰρ ποσὶ πάντες ἑτοῖμοι
σήματ’ ἐπιγνῶναι καὶ ἐς αὐτίκα ποιήσασθαι.
Ἀρνάσι μὲν χειμῶνας ἐτεκμήραντο νομῆες,
ἐς νομὸν ὁππότε μᾶλλον ἐπειγόμενοι τροχόωσιν, (1105)
ἄλλοι δ’ ἐξ ἀγέλης κριοί, ἄλλοι δὲ καὶ ἀμνοὶ
εἰνόδιοι παίζωσιν ἐρειδόμενοι κεράεσσιν·
ἢ ὁπότ’ ἄλλοθεν ἄλλοι ἀναπλίσσωσι πόδεσσιν
τέτρασιν οἱ κοῦφοι, κεραοί γε μὲν ἀμφοτέροισιν·
ἢ καὶ ὅτ’ ἐξ ἀγέλης ἀεκούσια κινήσωσιν (1110)
δείελον εἰσελάοντες ὅμως, τὰ δὲ πάντοθι ποίης
δάκνωσιν πυκινῇσι κελευόμενα λιθάκεσσιν.
Ἐκ δὲ βοῶν ἐπύθοντ’ ἀρόται καὶ βουκόλοι ἄνδρες
κινυμένου χειμῶνος, ἐπεὶ βόες ὁππότε χηλὰς
γλώσσῃ ὑπωμαίοιο ποδὸς περιλιχμήσωνται (1115)
ἢ κοίτῳ πλευρὰς ἐπὶ δεξιτερὰς τανύσωνται,
ἀμβολίην ἀρότοιο γέρων ἐπιέλπετ’ ἀροτρεύς.
Οὐδ’ ὅτε μυκηθμοῖο περίπλειοι ἀγέρωνται
ἐρχόμεναι σταθμόνδε βόες βουλυσίῳ ὥρῃ,
σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο (1120)
αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι.
Οὐδ’ αἶγες πρίνοιο περισπεύδουσαι ἀκάνθαις
εὔδιοι, οὐδὲ σύες φορυτῷ ἔπι μαργαίνουσαι.
Καὶ λύκος ὁππότε μακρὰ μονόλυκος ὠρύηται,
ἢ ὅτ’ ἀροτρήων ὀλίγον πεφυλαγμένος, ἀνδρῶν
ἔργα κατέρχηται, σκέπαος χατέοντι ἐοικώς,
ἐγγύθεν ἀνθρώπων, ἵνα οἱ λόχος αὐτόθεν εἴη,
τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν.
Οὕτω καὶ προτέροις ἐπὶ σήμασι τεκμήραιο
ἐσσομένων ἀνέμων ἢ χείματος ἢ ὑετοῖο (1130)
αὐτὴν ἢ μετὰ τὴν ἢ καὶ τριτάτην ἔτ’ ἐς ἠῶ.
Ἀλλὰ γὰρ οὐδὲ μύες, τετριγότες εἴ ποτε μᾶλλον
εὔδιοι ἐσκίρτησαν ἐοικότες ὀρχηθμοῖσιν,
ἄσκεπτοι ἐγένοντο παλαιοτέροις ἀνθρώποις,
οὐδὲ κύνες· καὶ γάρ τε κύων ὠρύξατο ποσσὶν (1135)
ἀμφοτέροις χειμῶνος ἐπερχομένοιο δοκεύων,
κἀκεῖνοι χειμῶνα μύες τότε μαντεύονται.
[Καὶ μὴν ἐξ ὕδατος καὶ καρκίνος ᾤχετο χέρσον
χειμῶνος μέλλοντος, ἐπαΐσσεσθαι ὁδοῖο.
Καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες
κοίτης ἱμείρονται, ὅτ’ ὄμβρου σήματα φαίνῃ.]
χειμῶνος μέλλοντος, ἐπαΐσσεσθαι ὁδοῖο.
Καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες
κοίτης ἱμείρονται, ὅτ’ ὄμβρου σήματα φαίνῃ.]
Τῶν μηδὲν κατόνοσσο· καλὸν δ’ ἐπὶ σήματι σῆμα
σκέπτεσθαι· μᾶλλον δὲ δυεῖν εἰς ταὐτὸν ἰόντων
ἐλπωρὴ τελέθοι· τριτάτῳ δέ κε θαρσήσειας.
Αἰεὶ δ’ ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦ (1145)
σήματα συμβάλλων εἴ που καὶ ἐπ’ ἀστέρι τοίη
ἠὼς ἀντέλλοντι φαείνεται ἢ κατιόντι,
ὁπποίην καὶ σῆμα λέγοι· μάλα δ’ ἄρκιον εἴη
φράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς
τετράδας ἀμφοτέρας· αἱ γάρ τ’ ἄμυδις συνιόντων (1150)
μηνῶν πείρατ’ ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρ
ὀκτὼ νυξὶ πέλει χήτει χαροποῖο σελήνης.
Τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸν
οὐδέποτε σχεδίως κεν ἐπ’ αἰθέρι τεκμήραιο.
Πηγή: T.L.G.