Το γένος και η ζωή του Αράτου, μέρος Α'

Απόσπασμα αναφορικά με το γένος και το βίο του

Το παρόν κείμενο είναι αφιερωμένο στη ζωή και το γένος του Αράτου.

Vitae Arati et Varia de Arato, Vita Arati (= Vita 1) (olim sub auctore Achille Tatio) (e cod. Vat. gr. 191). {4161.002}

(6.) Γένος Ἀράτου καὶ βίος (t)

Ἄρατος ὁ ποιητὴς πατρὸς μὲν ἦν Ἀθηνοδώρου, (2)

μητρὸς δὲ Λητοφίλας. ἀδελφοὺς δὲ ἔσχε τρεῖς, Μύριν

καὶ Καλιόνδαν καὶ Ἀθηνόδωρον ὁμώνυμον τῷ πατρί.

μέμνηται δὲ αὑτοῦ τῶν ἀδελφῶν ἐν ταῖς εἰς αὐτὸν ἀναφε- (5)

ρομέναις ἐπιστολαῖς. Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς

ἐν τῷ ἑνδεκάτῳ περὶ γραμματικῶν Ταρσέα φησὶν αὐτὸν

γεγονέναι, ἀλλ’ οὐ Σολέα, Καλλιμάχου πολυΐστορος

ἀνδρὸς καὶ ἀξιοπίστου Σολέα λέγοντος αὐτὸν γεγονέναι

διὰ τούτων (Epigr. 27)· (10)

ἀλλ’ ὀκνέω μὴ τὸ μελιχρότατον

τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο,

καὶ τῶν ἄλλων σχεδὸν πάντων.

οἱ δὲ Σόλοι πόλις ἐπιφανεστάτη τῆς Κιλικίας, ἀφ’ ἧς

πολλοὶ κἀγαθοὶ γεγόνασιν ἄνδρες· καλεῖται δὲ νῦν (15)

Πομπηϊούπολις. εἰσὶ δὲ καὶ ἕτεροι Σόλοι τῆς Κύπρου·

ἀλλ’ οἱ μὲν Κύπριοι Σόλιοι καλοῦνται, οἱ δὲ Κιλίκιοι

Σολεῖς, ὡς καὶ διὰ τοῦ προκειμένου Καλλιμαχείου

παραδείγματος δῆλον. οὐδὲν δὲ θαυμαστὸν εἰ ἀπὸ τοῦ

(7.) αὐτοῦ ὀνόματος διάφορα τῶν πολιτῶν τὰ ὀνόματα. καὶ

γὰρ Σάις πόλις ἐστὶν ἐν Θρᾴκῃ καὶ ἑτέρα ταύτῃ ὁμώνυμος

ἐν Αἰγύπτῳ· ἀλλ’ ἀπὸ μὲν τῆς ἐν Αἰγύπτῳ οἱ πολῖται

Σαῖται καλοῦνται, οἱ δὲ τῆς Θρᾴκης Σάιοι, ὡς καὶ Ἀρχί-

λοχός φησιν (fr. 13 Lasserre)·(5)

ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ

ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.

καὶ πάλιν Ἀθῆναι μέν εἰσι τῆς Ἀττικῆς, εἰσὶ δὲ καὶ

τῆς Εὐβοίας Ἀθῆναι αἱ Διάδες, ὧν μέμνηται ἐν Γλαύκῳ

Ποντίῳ Αἰσχύλος (fr. 61 Mette)· κἄπειτ’ Ἀθήνας (10)

Διάδας παρεκπερῶν. ἀλλ’ ἀπὸ τῶν ἐν τῇ Ἀττικῇ οἱ

πολῖται Ἀθηναῖοι, ἀπὸ δὲ τῶν ἐν Εὐβοίᾳ Ἀθηνῆται

λέγονται, ὥσπερ Ἐρατοσθένης φησὶν ἐν τῷ πρώτῳ

Γεωγραφουμένων (p. 352 Berger). οὕτως οὖν καὶ

ἀπὸ τῶν ἐν Κιλικίᾳ Σόλων οἱ πολῖται Σολεῖς, ἀπὸ δὲ (15)

τῶν ἐν Κύπρῳ Σόλιοι. μέμνηται δὲ τούτων Σόλων ἐν

ταῖς ἐλεγείαις ταῖς πρὸς Κυπράνορα τὸν βασιλέα, ὃν

συμβουλευθεὶς ὑπὸ Σόλωνος κτίσαι τὴν πόλιν χάρις

τοῦ ἀνδρὸς Σόλους ὠνόμασεν ἀμοιβὴν ταύτην νέμων τῆς

συμβουλῆς αὐτῷ. λέγει δὲ ὁ Σόλων οὕτως (fr. 7 Diehl)· (20)

νῦν δὲ σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδ’ ἀνάσσων

την δε πόλιν ναίοις καὶ γένος ὑμέτερον·

αὐτὰρ ἐμὲ ξὺν νηὶ θοῇ κλεινῆς ἀπὸ νήσου

ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος.

γέγονε δὲ ὁ Ἄρατος κατὰ Ἀντίγονον τὸν τῆς Μα- (25)

κεδονίας βασιλέα, ὃς ἐπεκαλεῖτο Γονατᾶς. ἦν δὲ υἱὸς

Δημητρίου τοῦ Πολιορκητοῦ καὶ γυναῖκα εἶχε Φίλαν

τὴν Σελεύκου καὶ Στρατονίκης θυγατέρα. ἦν δὲ φιλόλο-

(8.) γος γενόμενος, καὶ περὶ ποιητικὴν ἐσπουδακὼς περὶ

πολλοῦ ἐποιήσατο πολλοὺς μὲν καὶ ἄλλους τῶν πεπαιδευ-

μένων ἔχειν παρ’ αὑτῷ καὶ δὴ καὶ τὸν Ἄρατον. ὃς παρὰ

τῷ βασιλεῖ γενόμενος καὶ εὐδοκιμήσας ἔν τε τῇ ἄλλῃ

πολυμαθείᾳ καὶ <τῇ> ποιητικῇ προετράπη ὑπ’ αὐτοῦ (5)

τὰ Φαινόμενα γράψαι, τοῦ βασιλέως Εὐδόξου ἐπιγραφό-

μενον βιβλίον Κάτοπτρον δόντος αὐτῷ καὶ ἀξιώσαντος

τὰ ἐν αὐτῷ καταλογάδην λεχθέντα περὶ τῶν φαινομένων

μέτρῳ ἐντεῖναι καὶ ἅμα εἰπόντος ὡς εὐδοξότερον

ποιεῖς τὸν Εὔδοξον ἐντείνας τὰ παρ’ αὐτῷ κείμενα (10)

μέτρῳ.

γέγονε δὲ Ἀντίγονος κατὰ τὴν ρκεʹ Ὀλυμπιάδα,

καθ’ ὃν χρόνον ἤκμασεν ὁ Ἄρατος καὶ Ἀλέξανδρος ὁ

Αἰτωλός. μέμνηται δὲ τοῦ Κατόπτρου Εὐδόξου καὶ

Ἀντιγόνου <καὶ> Ἀλεξάνδρου τοῦ Αἰτωλοῦ καὶ ὡς (15)

ἠξιώθη ὑπὸ τοῦ βασιλέως γράψαι ἐν ταῖς ἰδίαις ἐπιστο-

λαῖς Ἄρατος.

λέγεται δὲ ἐσχολακέναι Διονυσίῳ τῷ Ἡρακλειώτῃ.

καὶ τὴν Ὀδύσσειαν δὲ διώρθωσε, καὶ καλεῖταί τις

διόρθωσις οὕτως Ἀράτειος ὡς Ἀριστάρχειος καὶ Ἀρι- (20)

στοφάνειος. τινὲς δὲ αὐτὸν εἰς Συρίαν ἐληλυθέναι φασὶ

καὶ γεγονέναι παρ’ Ἀντιόχῳ καὶ ἠξιῶσθαι ὑπ’ αὐτοῦ

ὥστε τὴν Ἰλιάδα διορθώσασθαι, διὰ τὸ ὑπὸ πολλῶν

λελυμάνθαι.

οἱ δὲ λέγοντες Νίκανδρον τὸν Κολοφώνιον μετὰ Ἀρά- (25)

του Ἀντιγόνῳ συγκεχρονικέναι, καὶ Ἄρατον μὴ

εἶναι ἐπιστήμονα τῶν οὐρανίων μήτε Νίκανδρον τῶν

ἰατρικῶν (λέγουσι γὰρ ὡς ἄρα ὁ Ἀντίγονος Ἀράτῳ

μὲν ὄντι ἰατρῷ ἐπέταξε τὰ Φαινόμενα γράψαι, Νικάνδρῳ

δὲ ἀστρολόγῳ ὑπάρχοντι τὰ Θηριακὰ καὶ τὰ Ἀλεξιφάρ- (30)

μακα, ὅθεν καὶ ἑκάτερον αὐτῶν ἐσφάλθαι κατολισθαί

(9.) νοντα ἐπὶ τὰ ἴδια τῆς τέχνης) ψεύδονται. ἀγνοοῦσι γὰρ

ὡς οὐ συνήκμασε τῷ Ἀράτῳ Νίκανδρος, ἀλλ’ ἔστιν

αὐτοῦ πολὺ νεώτερος. Ἀντίγονος γάρ, ᾧ συνεγένετο

Ἄρατος, κατὰ τὸν πρῶτον καὶ δεύτερον γέγονε Πτολε-

μαῖον, Νίκανδρος δὲ κατὰ τὸν πέμπτον. μέμνηται γοῦν (5)

αὐτοῦ καὶ Καλλίμαχος ὡς πρεσβυτέρου οὐ μόνον ἐν τοῖς

ἐπιγράμμασιν, ἀλλὰ καὶ ἐν τοῖς πρὸς Πραξιφάνην (fr. 460

Pf.), πάνυ ἐπαινῶν αὐτὸν ὡς πολυμαθῆ καὶ ἄριστον

ποιητήν.

γέγονε δὲ ὁ Ἄρατος ζηλωτὴς Ἡσιόδου, ὡς καὶ (10)

Καλλίμαχος παρεσημήνατο τοῦτο διὰ τοῦ εἰς αὐτὸν

ἐπιγράμματος οὕτως (Epigr. 27)·

Ἡσιόδου τόδ’ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved