Σε συνέχεια του προηγούμενου κειμένου και αυτό είναι αφιερωμένο στο γένος του Αράτου.
Vitae Arati et Varia de Arato, Arati genus. {4161.004}
(14.) ΓένοςἈράτου (t)
Ἄρατοςπατρὸςμένἐ- (1)
στινἈθηνοδώρου, μητρὸς
δὲΛητοφίλας, τὸδὲγένος
ἀπὸ Σόλων τῆς Κιλικίας.
ὠνομάσθαι δέ φασι τὴν (5)
πόλιν ἀπὸ Σόλωνος τοῦ
Λινδίου. ἀδελφοὺς δ’ ἔσχε
Λύρην τε καὶ Καλλιώδαν
καὶἈθηνόδωρον, ὅν φησιν
Εὐφράνωρ ... ἀντιγράψαι (10)
πρὸς τὰς Ζωίλου κατη-
γορίας. διέπρεψε δὲ παρὰ
Ἀντιγόνῳ, ὃς ἐβασίλευσε
Μακεδονίας, παρελθούσης
τῆς βασιλείας εἰς αὐτὸν (15)
τρόπον τοῦτον. μετὰ τὴν
(15.) Ἀλεξάνδρου τελευτὴν ἐ-
κράτει τῆς Μακεδονίας
Ἀριδαῖος ὁ κληθεὶς Φίλιπ-
πος. τούτου δὲἀποθανόν-
τος, διεδέξατο Σέλευκος ὁ (5)
Νικάνωρ, ὃν ἀναιρεῖ Πτο-
λεμαῖος ὁ κληθεὶς Κεραυ-
νός, Πτολεμαίου τοῦ Σω-
τῆρος καὶ Εὐρυδίκης υἱός,
ὃς βασιλεύει Μακεδονίας. (10)
ἀναιρεθέντος δὲ αὐτοῦὑπὸ
Γαλατῶν ἑαυτοῖς αἱροῦν-
ται Μακεδόνες Σωσθένην,
μεθ’ ὃν βασιλεύει αὐτῶν
Ἀντίγονος Φιλίππου, οὗ (15)
γίνεται παῖς Δημήτριος ὁ
Πολιορκητής, Δημητρίου
δὲἈντίγονος ὁ Γονατᾶς,
παρ’ ᾧ διέτριβεν αὐτός,
καὶ σὺν αὐτῷ Περσεὺς ὁ (20)
Στωικὸς καὶἈνταγόρας ὁ
Ῥόδιος ὁ τὴν Θηβαίδα
ποιήσας καὶἈλέξανδρος
ὁ Αἰτωλός, ὡς αὐτός φησιν
ὁἈντίγονος ἐν τοῖς πρὸς (25)
Ἱερώνυμον. ἐπισταθεὶς δὲ
τῷ βασιλεῖ πρῶτον μὲν
αὐτῷ ποίημα ἀνέγνω τὸ
εἰς τὸν Πᾶνα τὸν Ἀρκα-
δίας, εἶτ’ ἐκείνου κελεύ- (30)
σαντος ἔγραψε τὰ Φαινό-
μενα.
ἐκέχρητο δὲὁἌρατος
(16.) Ζήνωνι τῷ στωικῷ φιλο-
σόφῳ, καὶ γέγραπται αὐτῷ
ἐπιστολὴ πρὸς τοῦτον.
διώρθωσε δὲ καὶ τὴν (5)
Ὀδύσσειαν ............
ἐγένετο δὲ σφόδρα πο- (12)
λυγράμματος ἀνήρ, ὡς μαρ-
τυρεῖὁ Καλλίμαχος .....
...................... (15)
Δωσίθεος δὲὁ πολιτικὸς (18)
ἐν τῷ πρὸς Διόδωρον ἐλ-
θεῖν φησιν αὐτὸν καὶ πρὸς (20)
Ἀντίοχον τὸν Σελεύκου καὶ
διατρῖψαι παρ’ αὐτῷ χρόνον
ἱκανόν.
τὴν δὲ τῶν Φαινομένων
ὑπόθεσιν παρέβαλεν αὐτῷ (25)
ὁἈντίγονος δοὺς τὸ Εὐ-
δόξου σύγγραμμα καὶ κε-
λεύσας ἕπεσθαι αὐτῷ. ὅθεν
τινὲς τῶν ἁπαλωτέρως προ-
σερχομένων ταῖς ἐξηγήσε-
(17.) σιν ἔδοξαν μὴ μαθηματι-
κὸν εἶναι τὸν Ἄρατον.
ὑπέλαβον γὰρ μηδὲν ἕτε-
ρον τῶν Εὐδόξου Φαινο-
τὸ σύγγραμμα θεῖναι. ταύ-
της δὲ τῆς γνώμης ἔχεται
καὶἽππαρχος ὁ Βιθυνός.
ἐν γὰρ τοῖς Πρὸς Εὔδοξον
καὶἌρατον πειρᾶται τοῦτο (10)
ἀποδεικνύναι. συναγορεύει
δὲ αὐτῷ καὶ Διονύσιος ...
........ ἐν τῷ Περὶ συγ-
κρίσεως Ἀράτου καὶὉμή-
ρου περὶ τῶν μαθηματι- (15)
κῶν, ὅσπερ γέ φησιν“ οὐ
τίθεμεν αὐτὸν ἰατρὸν εἶναι
γράψαντα Ἰατρικὰς δυνά-
μεις, οὐδὲ μαθηματικὸν θή-
σομεν οὐδὲν ξένον εἰπόντα (20)
τῶν Εὐδόξου“. βιάζονται
δ’ οὐ μετρίως. ἦν γὰρ καὶ
τὸ εἰδέναι μεταφράσαι ἐμ-
πειρίας μαθηματικῆς. εὑ-
ρήσομεν δὲ αὐτὸν καὶἐπι- (25)
μελέστερον τὰ πλεῖστα τοῦ
Εὐδόξου ἐπιστάμενον. ἤδη
καὶὁ Καλλίμαχος, συνεγ-
γίζων αὐτῷ κατὰ τοὺς χρό-
γονος ἀγρυπνίης“, τῆς τῶν
φαινομένων θεωρίας, διὰ
τὴν παρατήρησιν.
πολλοὶ δὲ μετ’ αὐτὸν (5)
ἐγένοντο Φαινόμενα γρά-
ψαντες, καὶ οὐδεμιᾶς ἀξιοῦν-
ται φροντίδος.
καὶ περὶ μὲν τούτου το-
σαῦτα.
Πηγή: T.L.G.