Αράτου γένος, μέρος Γ'
Το τρίτο και τελευταίο μέρος που είναι και αυτό αφιερωμένο στο γένος του Αράτου
Vitae Arati et Varia de Arato, Vita Arati (= Vita 4) (e codd. Matrit. 4691 + 4629; Vat. gr. 1910; Paris. gr. 2403; Scorial. Σ III 3; Palat. 40; Estensi II B14). {4161.005}
(19.) Ἀράτουγένος (t)
ἌρατοςἐγένετοπατρὸςμὲνἈθηνοδώρου, μητρὸςδὲ (1)
Λητοδώρας, ἐκΣόλωντῆςΚιλικίας. ὠνομάσθαιδὲτὴν
πόλινφασὶνἀπὸΣόλωνοςτοῦΛινδίου, ἔστιδὲἡνῦν
Πομπηϊούπολις. ἦνδὲἐπὶΠτολεμαίουτοῦΦιλαδέλφου,
καὶἐσχόλασεΔιονυσίῳτῷἩρακλεώτῃ, συνῆνδὲἈντι- (5)
γόνῳ τῷ Μακεδονίας βασιλεῖ καὶ Φίλᾳ τῇ τούτου γα-
μετῇ, συνήκμασε δὲἈλεξάνδρῳ τῷ Αἰτωλῷ καὶ Καλ-
λιμάχῳ καὶ Μενάνδρῳ καὶ Φιλητᾷ. ἀδελφοὺς δὲ εἶχε
(20.) τρεῖς, Μύριν Καλώνδαν καὶἈθηνόδωρον, ὃς πρῶτος
ἀντειπεῖν λέγεται Ζωίλῳ τῷ κατὰ τῆς ὁμηρικῆς ποιήσεως
γράψαντι. σχολάσας δὲὁἌρατος Περσαίῳ τῷ φιλοσόφῳ
Ἀθήνησι καὶ συνελθὼν αὐτῷ εἰς Μακεδονίαν μεταπεμ-
φθέντι ὑπ’ Ἀντιγόνου καὶ παρελθὼν εἰς τὸν Ἀντιγόνου (5)
καὶ Φίλας γάμον καὶ εὐδοκιμήσας, τὸ λοιπὸν τοῦ χρόνου
διέτριψεν αὐτόθι. ἦν δὲἈντίγονος υἱὸς Δημητρίου τοῦ
Πολιορκητοῦ καὶ παρέλαβε τὴν ἀρχὴν περὶἑκατοστὴν
καὶ πέμπτην ὀλυμπιάδα, καθ’ ἣν ὁ Πτολεμαῖος ὁ Φιλάδελ-
φος Αἰγύπτου ἐβασίλευεν. ὥστε τὸ διαθρυλλούμενον (10)
ὑπό τινων ὡς ἦν κατὰ τὸν αὐτὸν χρόνον Νικάνδρῳ τῷ
Κολοφωνίῳ τῷ τὰ Θηριακὰἐκθεμένῳ καταφανῶς
ψεῦδος δείκνυσθαι [ὅτι προὔτειναν ἀλλήλοις ὁ μὲν τῷ
Ἀράτῳ σκέψασθαι τὰ Φαινόμενα, ὁ δὲ Νικάνδρῳ τὰ
Θηριακά]. δώδεκα γὰρ ὀλυμπιάσιν ὅλαις ὁ Νίκανδρος (15)
νεώτερος φαίνεται.
(21.) ἔνιοι δέ φασι τὸν Ἄρατον Μνασέου πατρὸς γεγονέναι.
Ἀριστοθήρου δέ τινος μαθηματικοῦἤκουσεν. ἰατρὸς δὲ
προηγουμένως, καὶ ποιητὴς ἐν τοῖς Ἀντιγόνου βασι-
λείοις. γηραίῳ δὲ τῷ Κυρηναίῳἐπεβάλετο, παρ’ οὗ καὶ
ἐπιγράμματος ἠξιώθη. συνήκμασε δὲ Νικάνδρῳ τῷ (5)
Κολοφωνίῳ τῷ μαθηματικῷ καὶ αὐτῷ θεραπεύοντι ἅμα

τὸν αὐτόν. ζηλωτὴν δὲ τοῦτόν φασι γενέσθαι Ὁμήρου,
οἱ δὲἩσιόδου μᾶλλον.
Πηγή: T.L.G.