Άρατος: Περί των ουρανίων

Απόσπασμα από τα προλεγόμενα του Αράτου στο Παρίσι

Δέσποινα Γιαννακοπούλου
Άρατος: Περί των ουρανίων

Το παρόν κείμενο αναφέρεται στον Άρατο, το οποίο σχετίζεται με τον ουρανό, τις σφαίρες, τους κύκλους, τα σημεία, τους πόλους και τους άξονες, κι οφείλουμε να πούμε, από αστρονομικής κι όχι μόνο αστρολογικής άποψης, είναι ιδιαίτερα ενδιαφέρον.

Vitae Arati et Varia de Arato, Prolegomena in Aratum (e cod. Paris. suppl. gr. 607A). {4161.006}

(t1.) PROLEGOMENA IN PARISINO SUPPL. GR. 607A

SERVATA

(1.) Περὶ τῶν οὐρανίων (t)

σφαῖρά ἐστι σχῆμα ἐπίπεδον ἐπιφανείας πρὸς (1)

ἣν ἀπό τίνος σημείου τῶν ἐντὸς τῆς σφαίρας κειμένων

πᾶσαι αἱ πρὸς τὴν ἐπιφάνειαν προσπίπτουσαι εὐθεῖαι

ἴσαι ἀλλήλαις εἰσίν. τὸ δὲ σημεῖον κέντρον καλεῖται τῆς

σφαίρας. (5)

(2.) τί ἐστι κύκλος; (t)

σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς περιφερείας περιεχόμενον, (1)

πρὸς ἣν τῶν ἀπό τινος τῶν ἐντὸς τοῦ κύκλου κειμένων

σημείων ἅπασαι αἱ πρὸς τὴν περιφέρειαν προσπίπτουσαι

εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν. τὸ δὲ σημεῖον κέντρον

καλεῖται τοῦ κύκλου. (5)

(3.) τί ἐστι σημεῖον; (t)

οὗ μέρος οὐθέν· ταὐτὸν τῇ στιγμῇ, ἣν πέρας ἢ ἀρχὴν (1)

μεγέθους ὁρίζονται. ἡ δὲ γραμμὴ μῆκος ἀπλατές, ὥσπερ

ἐπιφάνεια μέγεθος διχῇ διαστατόν, περί τε μῆκος καὶ

πλάτος. τὸ δὲ στερεὸν μέγεθος τριχῇ διαστατόν, <περὶ>

πλάτος μῆκος βάθος. (5)

(4.) τί ἐστι πόλος; (t)

πόλος ἐστὶν ἐπὶ τῆς ἐπιφανείας τῆς κινουμένης σφαί- (1)

ρας ἀνάλογον κέντρῳ κύκλου λαμβανόμενον.

(5.) τί ἐστιν ἄξων; (t)

ἄξων ἐστὶ σφαίρας εὐθεῖα ἐπιζευγνυμένη ἀπὸ τοῦ (1)

πόλου ἐπὶ τὸ κέντρον τῆς σφαίρας καὶ ἐπὶ θάτερα ἐκβαλ-

λομένη.

(6.) τί ἐστι πέρας τοῦ ἄξονος; (t)

πέρας τοῦ ἄξονός ἐστιν ὁ πόλος. (1)

(7.) πόσοι πόλοι; (t)

πόλοι εἰσὶ δύο, ὁ μὲν καθ’ ἡμᾶς βόρειος, ὁ δὲ ἀντίχθοσι (1)

καταφανὴς νότιος.

(8.) πόσοι κύκλοι παράλληλοι; (t)

κύκλοι παράλληλοι πέντε· ἰσημερινός, τροπικοὶ βʹ, (1)

ἀρκτικοὶ βʹ. (αʹ) ἰσημερινὸς ὁ μέγιστος τῶν παραλλήλων,

ἐφ’ οὗ γινόμενος ὁ ἥλιος ἰσημερίαν ποιεῖ. (βʹ) θερινὸς

τροπικός, ἐφ’ οὗ ὁ ἥλιος γινόμενος θερινὰς ὡς πρὸς

ἡμᾶς ποιεῖται τροπάς· καὶ γράφεται διὰ Καρκίνου (5)

μοιρῶν ηʹ. (γʹ) χειμερινὸς δέ, ἐφ’ οὗ γινόμενος χειμερινὰς

ἐργάζεται τροπὰς περὶ μοῖραν Αἰγοκέρωτος ὀγδόην.

(δʹ) ὅτι τῶν ἀρκτικῶν ὁ μέν ἐστι βόρειος καὶ ἀειφανὴς

καθ’ ἡμᾶς, (εʹ) ὁ δὲ νότιος, τὸ ἀφανὲς διορίζων ἀπὸ τοῦ

φαινομένου. (10)

(9.) ὅτι ὁ ἰσημερινὸς ταύτην ἔλαχε τὴν ἐπωνυμίαν

ἐπειδὴ πρὸς πᾶσαν οἴκησιν μένει ἰσημερινός, τῶν δὲ

τροπικῶν ὁ μὲν ἡμῖν θερινὸς τοῖς ἀντίποσι χειμερινὸς

γίνεται, ὁ δὲ ἡμῖν χειμερινὸς ἐκείνοις θερινός, τοῖς δὲ

ὑπὸ τῷ ἰσημερινῷ οἰκοῦσιν οἱ δύο τροπικοὶ χειμερινοὶ (5)

τυγχάνουσιν, ἐπειδὴ μακρότατα ἀφίσταται αὐτῶν ὁ

ἥλιος.

(10.) περὶ ἀνεγκλίτων καὶ κεκλιμένων (t1)

τόπων. (t2)

ὅτι δύο τόποι εἰσὶν ἀνέγκλιτοι, ὁ ὑπὸ τῷ ἰσημερινῷ (1)

καὶ ὁ ὑπὸ τοῖς πόλοις, οἱ δὲ λοιποὶ πάντες ἐγκεκλιμένοι,

οἳ μὲν πρὸς ἄρκτον, οἳ δὲ πρὸς μεσημβρίαν.

(11.) πόσαι ζῶναι τῆς γῆς; (t)

σφαιροειδοῦς τῆς γῆς οὔσης ζῶναι αὐτῆς εἰσι πέντε, (1)

εὔκρατοι μὲν δύο αἱ μεταξὺ τῶν τροπικῶν, ἀπὸ Καρκίνου

ἕως τοῦ βορείου πόλου καὶ ἀπὸ τοῦ Αἰγοκέρωτος, τοῦ

χειμερινοῦ τροπικοῦ, ἕως τοῦ νοτίου πόλου (αὗται αἱ

δύο ζῶναι μόναι οἰκοῦνται), δύο δὲ ζῶναι ἕτεραι κατεψυγ- (5)

μέναι ὑπὸ τοῖς δυσὶ πόλοις, αἳ καὶ ἀοίκητοι, μία δὲ ἡ

μέση τῶν τροπικῶν τοῦ χειμερινοῦ καὶ θερινοῦ, λέγω

δὴ ἡ ἀπὸ Καρκίνου ἕως Ὑδριχόου λεγομένη διακεκαυ-

μένη, καὶ αὐτὴ ἀοίκητος. ὥστε δύο μὲν ζῶναι οἰκοῦνται,

τρεῖς δέ εἰσιν ἀοίκητοι. (10)

(12.) ὅτι εἰ μὴ ἦν σφαιροειδὴς ἡ γῆ, οὐκ ἂν προανατολαὶ

καὶ προκαταδύσεις ἐγίνοντο. Ἀλεξάνδρου γοῦν ἐν Ἀρ-

βήλοις παραταττομένου Δαρείῳ ἡ σελήνη ἐξέλιπε ζῳδίου

μέγεθος ἀφεστῶσα τοῦ ὁρίζοντος, ἡ δὲ αὐτὴ ἔκλειψις

τοῖς ἐν Σικελίᾳ ὑπὸ τὸν ὁρίζοντα ἐγένετο. (5)

(13.) ὅτι ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἕως τοῦ οὐρανοῦ

δύο ἄστρων ἐστὶ διάστημα, οἱονεὶ ἕκτον μέρος [ἐστὶ]

τοῦ ὁρίζοντος· ὁ γὰρ ὁρίζων ἔχει ἄστρα δώδεκα, καὶ ἡ

διάστασις ἄστρα δύο. ἡ γὰρ τοῦ ἑξαγώνου πλευρὰ

λέγεται ἴση εἶναι τῇ ἐκ τοῦ κέντρου καὶ ἑκάστη ἴση (5)

δυσὶ ζῳδίοις, καὶ οὐδὲν τὸ διαφέρον, εἴτε ἐπὶ τῆς ὄψεως

λέγοιτο εἴτε ἐπὶ τοῦ κέντρου τῆς γῆς, ὡς ἀδιαφορούσης

τῆς ἐκ τοῦ κέντρου πρὸς τὴν ἐκ τῆς ἐπιφανείας τῆς γῆς

ὄψιν.

(14.) περὶ ἀπλανῶν καὶ πλανητῶν. (t)

ὅσα τῶν ἄστρων ἐκ τῶν αὐτῶν ἀεὶ τόπων τὰς ἀνατολὰς (1)

ποιεῖται καὶ εἰς τοὺς αὐτοὺς καταδύσεις, ταυτὶ δὴ ἀπλανῆ

καλεῖται, ὅσα δὲ ἀμείβει τάς τε ἀνατολὰς καὶ τὰς δύσεις

ἐξ ἄλλων τόπων εἰς ἄλλους, ταυτὶ δὴ πλανώμενα ἐπίκλην,

οὐχ ὅτι πλανᾶται (τεταγμένως γὰρ φέρονται), ἀλλ’ οἱ (5)

ἀρχαῖοι μὴ συνιέντες αὐτῶν τῆς τάξεως ἐκείνως ἐκάλε-

σαν, ἡμεῖς δὲ τῇ συνηθείᾳ ἑπόμενοι οὕτως καλοῦμεν,

ὥσπερ καὶ τὰς ἐκλείψεις, καίτοι σαφῶς εἰδότες οὐκ

ἐκλείψεις οὔσας, ἀλλ’ ἐπιπροσθήσεις. καὶ τῶν μὲν

ἀπλανῶν.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved