Άρατος: Περὶ εξηγήσεως

Απόσπασμα από τα προλεγόμενα του Αράτου στο Βατικανό

Το παρόν αρχαίο κείμενο αναφέρεται στην ουράνια σφαίρα και τους αστερισμούς.

Vitae Arati et Varia de Arato, Prolegomena in Aratum (= Περὶ ἐξηγήσεως) (olim sub auctore Achille Tatio) (e cod. Vat. gr. 191). {4161.007}

(32.) PROLEGOMENA IN VATICANO GR. 191 (t1)

SERVATA (t2)

Περὶ ἐξηγήσεως (t3)

Τὴν δὲ τῶν φαινομένων ἐξήγησιν πρῶτον μὲν ἑστώσης (1)

τῆς σφαίρας, μετὰ δὲ ταῦτα κινουμένης ἐποιήσατο

Ἄρατος. διὸ συμβέβηκε πάσας τὰς σφαίρας ἐν ἁμαρτίᾳ

ὑπὸ τῶν ζωγράφων γράφεσθαι. ἑστῶτα γὰρ καὶ ἀκίνητα

γράφοντες αὐτὰ σφάλλονται πολλὰ ἐν τῇ κινήσει ἐν (5)

τοῖς συνανατέλλουσι καὶ ἀντιδύνουσιν ἄστροις.

ποιούμενος δὲ τὴν ἀρχὴν ἑστώσης τῆς σφαίρας περὶ

ἄξονος καὶ πόλων καὶ τῶν ἐντὸς τοῦ ἀρκτικοῦ κύκλου

ἄστρων τὸν λόγον ποιεῖται (λέγω δὲ Ἄρκτων καὶ

Δράκοντος καὶ τῶν ἀπὸ τῆς ζώνης μέχρι ποδῶν τοῦ (10)

Κηφέως), εἶτα περὶ τῶν μεταξὺ τοῦ ἀρκτικοῦ καὶ

ζῳδιακοῦ εἶναι νομιζομένων. λέγει δὲ περὶ τῶν μεταξὺ

τοῦ ἀρκτικοῦ καὶ ζῳδιακοῦ καὶ ἀνταρκτικοῦ οὕτως

(319—320)·

καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο (15)

μεσσηγὺς κέχυται, τὰ δὲ νειόθεν ἄρχεται ἄλλα.

κινουμένης δὲ τῆς σφαίρας τῶν ἄστρων καὶ συνανατελ-

(33.) λόντων καὶ ἀντιδυνόντων πεποίηται <ἀρχὴν> ἀπὸ Καρ-

κίνου ἀνατέλλοντος καὶ μεσουρανοῦντος Κριοῦ καὶ

Αἰγόκερω δύνοντος. ἀρξάμενος μέντοι ἀπὸ Καρκίνου

ἀνατέλλοντος καὶ προθεὶς τὰ συνανατέλλοντα αὐτῷ

ἄστρα καὶ τὰ ἀντιδύνοντα, ἐν τοῖς ἑξῆς οὐκ ἐτήρησε (5)

ταύτην τὴν τάξιν, ἀλλὰ διαφόρως ποτὲ μὲν τὰ ἀντιδύ-

νοντα πρῶτα λέγει, ὕστερον δὲ τὰ συνανατέλλοντα, ἐπὶ

δέ τινων ἀνάπαλιν, πρῶτα μὲν τὰ συνανατέλλοντα,

ὕστερον δὲ τὰ ἀντιδύνοντα.

ἐλύμηναν δὲ πολλοὶ τοῦτο τὸ ποίημα ζωγράφοι καὶ

ἀστρονόμοι καὶ γραμματικοὶ καὶ γεωμέτραι, ἕκαστος

αὐτῶν πρὸς τὸ βούλημα τὸ ἴδιον γραφὰς καὶ ἐξηγήσεις

ἰδίας ποιούμενοι. φέρεται δὴ τὰ Φαινόμενα ὑπὸ μέν

τινων ἀπροοιμίαστα: οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλ-

λυδις ἄλλοι ἐόντες (19), ὑπὸ δέ τινων διάφορα προοί- (15)

μια, ἀρχὴν ἔχοντα ἀμφί μοι ἠελίοιο περικλειτοῖό τε

μήνης / ἕσπετε μοι Μοῦσαι, τινὰ δὲ τῶν ἀντιγράφων

Ἀγκλείδη, ξείνων ἱερὸν θάλος, εἰ δ’ ἄγε σύν μοι /

οὐρανίην ψαύσειας ἔπι τρίβον, ἔνια δὲ Ἀντίγονε,

ξείνων ἱερὸν θάλος. τὸ μὲν οὖν ἀπροοιμίαστον φέρεσθαι (20)

τὸ ποίημα παντελῶς ἐστιν ἀπρεπὲς καὶ ἀνάξιον τῆς τοῦ

ποιητοῦ ἀρετῆς καὶ τῆς τηλικαύτης ὑποθέσεως· ἄναρχον

γὰρ καὶ ἀκέφαλον ἔσται τὸ ποίημα. τὸ δὲ ἀπὸ τοῦ Ἀγ-

κλείδη καὶ τῶν ἑξῆς ἄρχεσθαι, πρὸς τῷ διὰ κακοζη-

λίαν ἐκφυγεῖν ταῦτα τὰ ἔπη τὸν Ἀράτειον χαρακτῆρα, (25)

ἔτι καὶ ἐναντίωμα ἔχει τὸ οἴεσθαι ἑβδομηκονταετηρίδα

εἶναι ἐν ᾗ ἀποκαθίσταται ὁ ἥλιος ἀπὸ σημείου ἐπὶ

σημεῖον· ἔχει γὰρ τὸ κατεψευσμένον προοίμιον οὕτως

(34.) ἕπταχα σὺν δεκάδεσσι περιπλομένων ἐνιαυτῶν, τοῦ

Ἀράτου ἐννεακαιδεκαετηρίδα εἰδότος ἀποκαταστατικὴν

τοῦ ἡλίου διὰ τούτων (752—755)·

τὰ γὰρ συναγείρεται ἤδη

ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο, (5)

ὅσσα τ’ ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα

Νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος.

ὥστε, εἰ προσδεχθείημεν τὸ προοίμιον, ἐν αὐτῷ μὲν

ἑβδομηκονταετηρίδα ἔσται λέγων ὁ ποιητής, ἐν δὲ τοῖς

ἑξῆς ἐννεακαιδεκαετηρίδα, καὶ αὐτὸς ἑαυτῷ ἐναντιού- (10)

μενος, ὅπερ ἄτοπον. ἄμεινον οὖν τὸ διὰ τῶν πλείστων

ἀντιγράφων φερόμενον προσίεσθαι, οὗ ἡ ἀρχὴ ἐκ Διὸς

ἀρχώμεσθα, τὸν οὐδέποτ’ ἄνδρες ἐῶμεν. ἁρμόττον γὰρ

ἂν εἴη ἀπ’ αὐτοῦ τὴν ἀρχὴν ποιήσασθαι τὸν περὶ τῶν

οὐρανίων ἐξηγούμενον. πρέπει δὲ καὶ ποιηταῖς μάλιστα (15)

αὕτη ἡ ἀρχή, ἐπεὶ καὶ ἐν τοῖς συμποσίοις τρεῖς κρατῆρας

ἐκίρνων, καὶ τὸν μὲν πρῶτον Διὸς Ὀλυμπίου, τὸν δὲ

δεύτερον Διοσκούρων καὶ ἡρώων, τὸν δὲ τρίτον Διὸς

Σωτῆρος. διὸ καὶ ὁ Θεόκριτος (17, 1) ἐκ Διὸς ἀρχώ-

μεσθα, φησί, καὶ ἐς Δία λήγετε Μοῦσαι, ὁ δὲ Ὀρφεὺς (20)

πάντα καιρὸν ἀνατίθησι Διὶ λέγων (fr. 21 Kern) Ζεὺς

ἀρχή, Ζεὺς μέσσα, Διὸς δ’ ἐκ πάντα τέτυκται. ὅθεν

ἀκολούθως καὶ τῷ ἔθει τῷ παλαιῷ καὶ τῇ ὑποκειμένῃ

ὑποθέσει ἀπὸ Διὸς πεποίηται τὴν ἀρχήν.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved