Άρατος: Περί του ζωδιακού κύκλου

Απόσπασμα αρχαίου κειμένου αναφορικά με τον Ζωδιακό και τις Ισημερίες

Δέσποινα Γιαννακοπούλου
Άρατος: Περί του ζωδιακού κύκλου

Το παρόν κείμενο είναι από τα επεξηγηματικά του Αράτου που αναφέρεται στον Ζωδιακό κύκλο και τις Ισημερίες.

Vitae Arati et Varia de Arato, Prolegomena in Aratum (= Περὶ ἐξηγήσεως) (olim sub auctore Achille Tatio) (e cod. Vat. gr. 191). {4161.007}

(529.) ΠΕΡΙ ΤΟΥ ΖΩΙΔΙΑΚΟΥ ΚΥΚΛΟΥ (t)

ὅτι διὰ δύο αἰτίας καλεῖται ζῳδιακός, ἢ διὰ τὰ πε- (1)

ριεχόμενα ἐν αὐτῷ ιβʹ ζῴδια, ἢ διὰ τὸ τὴν ζωὴν τῶν

ἐνταῦθα σημαίνειν ἢ ποιεῖν. ὅτι δὲ κύκλος διὰ πολλὰς

αἰτίας, ἢ διὰ τὸ μιμεῖσθαι τὸν δημιουργόν (ὥσπερ

γὰρ ὁ δημιουργὸς οὔτε ἀρχῇ ὑποπίπτει οὔτε τέλει, (5)

οὕτω καὶ ὁ κύκλος οὐκ ἔχει οὔτε ἀρχὴν οὔτε τέλος),

ἢ διὰ τὸ [τοῦ κύκλου σχῆμα] στερεὸν εἶναι, ἢ διὰ τὸ

εὐκίνητον τοῦ σχήματος, ἢ διὰ τὸ πολυχώρητον αὐτοῦ.

ἐφάπτεται δὲ ὁ ζῳδιακὸς ἑκατέρων τῶν τροπικῶν

κύκλων, τοῦ χειμερινοῦ [τροπικοῦ ἐφάπτεται] κατὰ (10)

τὸν Αἰγοκέρωτα, τοῦ δὲ θερινοῦ κατὰ τὸν Καρκίνον.

τοῦ δὲ ἰσημερινοῦ ἐφάπτεται κατὰ δύο, κατά τε τὸν

Κριὸν καὶ τὸν Ζυγόν, ἐν μὲν Κριῷ ποιῶν τὴν ἰσημερίαν

(530.) τὴν ἐαρινήν, ἐν δὲ Ζυγῷ τὴν ἰσημερίαν τὴν φθινοπω-

ρινήν.

συγκινεῖται δὲ τῷ οὐρανῷ ὁ ζῳδιακὸς κύκλος, καὶ

κατὰ τὴν ἰδίαν αὑτοῦ κίνησιν ἔχει ἐναντίαν τινὰ τῷ

κόσμῳ φοράν. εἰδέναι δὲ δεῖ ὅτι καὶ τὰ ἐν τῇ ἀπλανεῖ (5)

σφαίρᾳ ἄστρα ἔχει ἰδίαν τινὰ κίνησιν, ὡς Πτολεμαῖος

ἀποδείκνυσι (Magna Synt. I, p. 6), καὶ ἕκαστος τῶν

ἀστέρων τούτων κινεῖται κατὰ τὴν ἰδίαν αὑτοῦ κίνησιν

διὰ ἑκατὸν ἐτῶν μοῖραν μίαν πρὸς τὸ μέγεθος τοῦ

ἑαυτοῦ κύκλου, τὰς δὲ τῶν τροπικῶν μοίρας μείζους (10)

εἶναι τῶν μοιρῶν τοῦ ἀρκτικοῦ, ἐπειδήπερ καὶ οἱ τροπι-

κοὶ κύκλοι μείζους εἰσὶ τοῦ ἀρκτικοῦ. ὅμως δὲ εἰς ἴσας

τῷ ἀριθμῷ μοίρας διῃρημένοι εἰσὶν οἱ κύκλοι, κἄντε

ἴσοι ὦσιν ἀλλήλοις κἄντε ἄνισοι.

κινεῖται δὲ λοξῶς ὁ ζῳδιακὸς ὡς οὐδεὶς τῶν ἄλλων (15)

κύκλων πλὴν τοῦ γαλαξίου, ἐπειδὴ ὁ ἥλιος οὐδένα τῶν

ἄλλων κύκλων διικνεῖται, ἀλλὰ τὸν ζῳδιακὸν μόνον.

καὶ ἐπειδὴ ὁ ἥλιός ἐστιν ὁ τὰ ἐνταῦθα ψύχων καὶ θερ-

μαίνων καὶ ὑγραίνων καὶ ξηραίνων καὶ τὰς διαφό-

ρους τροπὰς κινούμενος ποιῶν (λέγω δὴ ἐαρινὴν θερι- (20)

νὴν φθινοπωρινὴν καὶ χειμερινήν), κατ’ εὐθεῖαν δὲ

κινούμενος οὐκ <ἂν> ἠδύνατο τὰ ἐνταῦθα ποτὲ μὲν

ψύχειν, ποτὲ δὲ θερμαίνειν, ἀλλ’ ἦν ἀνάγκη τοὺς αὐτοὺς

(531.) τόπους ἀεὶ θερμαίνεσθαι καὶ μηδέποτε ψύχεσθαι, καὶ

ἑτέρους τόπους ἀεὶ ψύχεσθαι καὶ μηδέποτε θερμαίνεσθαι,

καὶ εἰ τοῦτο ἦν οὔτε καρποὶ ἐφύοντο ἄν, οὔτε τὰ ἡμέτερα

σώματα ἐσώζοντο, ἅτε δὴ ἐξ ἐναντίων συγκείμενα

(οὐ μόνον γὰρ ψύξεως χρῄζομεν ἢ θερμότητος, ἀλλὰ (5)

καὶ ὑγρότητος καὶ ξηρότητος, ἅτε δὴ ἐκ τούτων συγ-

κείμενοι), εἰκότως ὁ δημιουργὸς λοξὸν ἐποίησε τὸν

ζῳδιακόν. ὅτε οὖν γίνεται ὁ ἥλιος εἰς τὰ βόρεια μέρη,

θερμαίνεται τὰ ἐνταῦθα, ὅτε δὲ εἰς τὰ νότια, ψύχεται

τὰ ἐνταῦθα. καὶ αὕτη μέν ἐστιν ἡ αἰτία δι’ ἣν λοξῶς (10)

κινεῖται ὁ ζῳδιακός.

διῄρηται δὲ εἰς τμήματα ιβʹ ἃ καλεῖται ζῴδια, ὅτι

πρῶτος ὁ δωδέκατος ἀριθμὸς δέχεται τοὺς θείους εʹ

λόγους τοὺς μουσικούς, τὸν διπλασίονα, τὸν τριπλασίονα,

τὸν τετραπλασίονα, τὸν ἡμιόλιον, τὸν ἐπίτριτον. διῃρη- (15)

μένου δὲ τοῦ ζῳδιακοῦ εἰς ιβʹ ζῴδια, ἔτι διαιρεῖται

ἕκαστον τῶν ζῳδίων εἰς μοίρας λʹ, εἰς δεκανοὺς γʹ.

δεκανὸς δέ ἐστι δύναμίς τις δέκα μοίρας περιέχουσα

ἐν τῷ ζῳδίῳ. ἡ δὲ μοῖρα ἔχει λεπτὰ ἑξήκοντα.

κινεῖται οὖν ἐν ταύταις ταῖς μοίραις καὶ ταῖς ὥραις (20)

τῶν τε ἡμερῶν καὶ νυκτῶν ὁ ἥλιος τὸν ἑαυτοῦ διανύων

(532.) δρόμον, καὶ τὸν χρόνον ὅλον συμπερατοῖ. ἔστωσαν οὖν

σοι οἵ τε μῆνες καὶ αἱ ἡμέραι καὶ ὧραι εὔγνωστοι εἰς

κινεῖται ὁ ζῳδιακός.

διῄρηται δὲ εἰς τμήματα ιβʹ ἃ καλεῖται ζῴδια, ὅτι

πρῶτος ὁ δωδέκατος ἀριθμὸς δέχεται τοὺς θείους εʹ

λόγους τοὺς μουσικούς, τὸν διπλασίονα, τὸν τριπλασίονα,

τὸν τετραπλασίονα, τὸν ἡμιόλιον, τὸν ἐπίτριτον. διῃρη- (15)

μένου δὲ τοῦ ζῳδιακοῦ εἰς ιβʹ ζῴδια, ἔτι διαιρεῖται

ἕκαστον τῶν ζῳδίων εἰς μοίρας λʹ, εἰς δεκανοὺς γʹ.

δεκανὸς δέ ἐστι δύναμίς τις δέκα μοίρας περιέχουσα

ἐν τῷ ζῳδίῳ. ἡ δὲ μοῖρα ἔχει λεπτὰ ἑξήκοντα.

κινεῖται οὖν ἐν ταύταις ταῖς μοίραις καὶ ταῖς ὥραις (20)

τῶν τε ἡμερῶν καὶ νυκτῶν ὁ ἥλιος τὸν ἑαυτοῦ διανύων

(532.) δρόμον, καὶ τὸν χρόνον ὅλον συμπερατοῖ. ἔστωσαν οὖν

σοι οἵ τε μῆνες καὶ αἱ ἡμέραι καὶ ὧραι εὔγνωστοι εἰς

τὸ ἐπισκέπτεσθαι τὰς ἀνατολάς τε καὶ δύσεις τῶν τε

ζῳδίων τῶν δυοκαίδεκα καὶ τῶν λοιπῶν ἄστρων, καὶ

οὐχ ἁμαρτήσῃ τῆς διασκέψεως.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved