Άρατος: Επιστολή προς τον Ιουλιανό

Επιστολή του Αράτου προς τον Ιουλιανό που παρέχει συγκεκριμένα στοιχεία και εξηγήσεις

Το παρόν κείμενο είναι μια επιστολή του Αράτου προς τον Ιουλιανό, όπου αναφέρονται συγκεκριμένα δεδομένα και εξηγήσεις περί φιλοσοφικών και άλλων βιβλίων.

Vitae Arati et Varia de Arato, Epistula ad Julianum quendam data. {4161.009}

(533.) EPISTVLA AD IVLIANVM QVENDAM DATA (t)

Ταῦτά σοι, ὦ Ἰουλιανέ, συναγαγόντες ταχεῖαν πε- (1)

ποιήμεθα τὴν ἐπαγγελίαν. ἄλλοις δὲ μελέτω γραφὰς

ἀλλοίας ποιεῖν, εἰ μέντοι ὁ Ἄρατος μνησθείη Περσέως,

πάντα τὰ περὶ Περσέως διερευνᾶν, εἰ δὲ περὶ Βοώτου,

τὰ περὶ ἐκεῖνον, εἰ δὲ περὶ Ἀργοῦς, τὰ περὶ Ἀργοναύτας. (5)

τοῖς γὰρ βουλομένοις τὰ περιμηκέστερα βιβλία ἢ πλείο-

να καὶ τοῦ ἀναγκαίου ἐκτὸς καταλιπεῖν, τὰ σὰ

ὁδός. ἡμῖν δὲ τί καὶ ταῖς κατὰ καιρὸν ἐξηγήσεσι [κατα-

λείπω] τὸ περιττὸν τῆς συνταγματικῆς ἐκδόσεως;

(534.) εἴρηται δὲ πάντα τὰ ἀναγκαῖα καὶ συντελοῦντα πρὸς

τὸ σαφὲς ἀπεριέργως, καὶ ὡσὰν ἀνδρὶ διὰ τῶν μαθη-

μάτων φιλοσοφοῦντι ἐξηγήσασθαι πρέπον ἦν. τὰ [ποιή-

ματα] δὲ λίαν φανερά, ὡς λέγουσιν, ἐξ ἀγωνίας παρα-

λέλειπται. τί γὰρ ἤπειγεν ἄκαιρον ἐνδείκνυσθαι πολυ- (5)

μάθειαν, καὶ καταλέγειν ὅσων καὶ ἡλίκων ἀστέρων

ἕκαστον ἄστρον, καὶ θέσεις διηγεῖσθαι κύκλων πολλῶν

μηδὲν εἰς τὸ ποίημα συντελούντων, καὶ τὰ ἄλλα ὅσα

γράφουσιν ἀμέτρως, οὐ πολυμάθειαν τὴν αὑτῶν εἰς

μέσον τιθέντες ... πάντες δὲ φιλόσοφοι θέλοντες εἶναι.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved