Περὶ τῶν Φαινομένων Ἀράτου

Απόσπασμα σχετικό με το πιο γνωστό σύγγραμμα του Αράτου, Φαινόμενα

Το παρόν κείμενο είναι επεξηγηματικό, ως προς το τι αναφέρεται στο πιο φημισμένο ίσως σύγγραμμα του Αράτα, Φαινόμενα και Διοσημεία.

Vitae Arati et Varia de Arato, Excerpta varia de phaenomenis Arati. {4161.010}

(t.) EXCERPTA VARIA

Περὶ τῶν Φαινομένων Ἀράτου

(1.) πρῶτον μὲν ἀπαγγέλλει προοίμιον εἰς Δία. δεύτε-

ρον δὲ διεξέρχεται τὴν τῶν φαινομένων ἀπλανῶν δια-

κόσμησιν, εἰς τρία μέρη διελὼν αὐτήν, ἓν μὲν τὸ ἐντὸς

τοῦ ἀρκτικοῦ φαινόμενον ἀεὶ ὑπὲρ γῆν, ἔπειτα μέρη

δύο ἀνατέλλοντα καὶ δύνοντα, τὸ μὲν βόρειον μεταξὺ (5)

ἀρκτικοῦ καὶ ζῳδιακοῦ, τὸ δὲ νότιον μεταξὺ ζῳδιακοῦ

καὶ ἀνταρκτικοῦ. ἀπαγγέλλει δὲ ἕκαστον κατὰ μῆκος

καὶ πλάτος, τὰ μὲν μήκη ἀπὸ ἀνατολῶν ἰὼν ἐπὶ δυσμὰς

διὰ τῶν προανατελλόντων, μέχρις ἂν ἐπανέλθῃ, τὰ δὲ

πλάτη ἀπὸ βορέου ἐπὶ νότον. κατὰ μῆκος μὲν οὖν τὸν (10)

βόρειον τόπον ἀπὸ τοῦ Ἐνγούνασι καὶ Ὀφιούχου εἰς

τὸ πρόσθεν ἀεὶ μέχρι τῶν αὐτῶν [κύκλων] ἀπαγγέλλει,

τὸν δὲ νότιον ἀπὸ Ὠρίωνος καὶ Κυνὸς καὶ Ἀργοῦς

ὁμοίως μέχρι τῶν αὐτῶν· κατὰ πλάτος δὲ τὸν μὲν βό-

ρειον τόπον ἀπ’ ἀρκτικοῦ μέχρι ζῳδιακοῦ, τὸν δὲ νότιον (15)

ἑξῆς ἀπὸ ζῳδιακοῦ μέχρι τοῦ ἀνταρκτικοῦ, συντάσσων

τὰ μὲν ἑξῆς καθ’ ἕν, τὰ δὲ κατὰ ἴλας καὶ συγγενείας

καὶ ἄλλας τινὰς αἰτίας εὐλόγους περιλαμβάνων. συντελέ-

σας δὲ τὴν διάθεσιν τῶν ἀπλανῶν, μετὰ ταῦτα περὶ

τῶν πέντε πλανητῶν λέγει. ἑξῆς δὲ ἁρμόσας τοὺς κύ- (20)

κλους ἑκάστων ἀπαγγέλλειν ἀναίνεται μὲν τοὺς τῶν

πλανωμένων καὶ οὐ θαρρεῖ λέγειν ὡς χαλεπόν, εὔχεται

δὲ ἱκανὸς γενέσθαι τῶν ἀπλανῶν τά τε κύκλα τά τ’

αἰθέρι σήματ’ ἐνισπεῖν (461), καὶ τοὺς ἀναγκαιο-

τάτους κύκλους τῶν ἀπλανῶν τοὺς τέσσαρας λέγει, (25)

δύο μὲν τροπικούς, ἕνα δὲ ἰσημερινόν, καὶ τέταρτον

τὸν ζῳδιακόν. πάρεργον δὲ [αὐτὸν] ἐν παραδείγματος

μέρει τὸν γαλαξίαν παραβέβληται. μετὰ ταῦτα δὲ ἀνα-

τολὰς ἑκάστων καὶ δύσεις ἀπαγγέλλει, χρώμενος <τού-

τῳ> τῷ τρόπῳ· ἕκαστον τῶν ζῳδίων καταλέγει, καὶ (30)

τοὺς συνανατέλλοντας ... ἀρξάμενος ἀπὸ ἑσπερινῆς

ἀνατολῆς καὶ Καρκίνου. κατὰ δύο δὲ τρόπους ταῦτα

διεξέρχεται, ποτὲ μὲν προτέρους τοὺς συνανατέλλοντας

καὶ δευτέρους τοὺς ἀντιδύνοντας, ποτὲ δὲ τουναντίον

προτέρους μὲν τοὺς ἀντιδύνοντας, ὑστέρους δὲ τοὺς (35)

συνανατέλλοντας. καὶ τούτῳ μᾶλλον τῷ τρόπῳ πλεο-

νάζει ἤπερ τῷ προτέρῳ. μετὰ ταῦτα δὲ καὶ περὶ Διὸς

σημείων διεξέρχεται. καὶ πρῶτον μὲν προοίμιον αὐτῶν

ἀπαγγέλλει· μετὰ ταῦτα δὲ λέγει σημεῖα χειμῶνος καὶ

εὐδίας, πρῶτον μὲν ὅσα σελήνη παρέχει, δεύτερον δὲ (40)

ὅσα ἥλιος, τρίτον ὅσα ἡ καλουμένη Φάτνη. μετὰ ταῦτα

δὲ ἀπαγγέλλει σημεῖα σύμμικτα χειμῶνός τε καὶ εὐδίας

θρεμμάτων ἀρότων ὅσα δηλοῖ τά τε μετέωρα καὶ

τὰ ἐπίγεια φυτά τε καὶ ζῷα, καὶ ὅσα τούτοις παρα-

πλήσια, τὰ μὲν σεμνότερα, τὰ δὲ φαυλότερα. κοσμεῖ (45)

δὲ τὰ φαυλότερα σεμνότητι διχῶς, ποτὲ μὲν ἀναμίσγων

τὰ σεμνότερα, ποτὲ δὲ ἀπολογούμενος καὶ τὴν χρείαν

αὐτῶν ἀναγκαίαν εἶναι λέγων.

καλῶς δὲ ὠνόμασται τὰ Φαινόμενα, πρῶτον μὲν

ὅτι τὰ ἐν τῷ ἀνταρκτικῷ οὐ λέγει, τὰ ἀφανῆ τοῦ οὐρα- (50)

νοῦ (οὐ γὰρ ἴσμεν), ἀλλὰ μόνα λέγει τὰ ἐν τοῖς φανε-

ροῖς, τὰ μεταξὺ τοῦ τε ἀρκτικοῦ καὶ τοῦ βορείου πόλου·

δεύτερον δὲ ὅτι περὶ μεγεθῶν καὶ διαστημάτων οὐ

διαλέγεται· τρίτον ὅτι περὶ τῶν ὑποθεόντων πλανω-

μένων καὶ τῶν ἀκριβῶν κύκλων οὐ περιεργάζεται, (55)

καθάπερ ἄλλοι πράγματα ἀσαφῆ καὶ στοχαστικὰ καὶ

ἄδηλα κατὰ τὸ πλεῖστον λέγοντες, ἀλλὰ παραιτεῖται

οὕτωσι λέγων· οὐκέτι θαρσαλέως κείνων ἐγώ (460).

ἐν τούτοις γὰρ τὰ μὲν τῶν πλανωμένων φησὶ μὴ θαρ-

ρεῖν λέγειν, τὰ δὲ τῶν ἀπλανῶν εὔχεται ἱκανὸς γενέσθαι (60)

εἰπεῖν. πρὸς τούτοις δὲ ὅτι καὶ τῶν ἄλλων καὶ τῶν ἐν

τέλει καταλεχθέντων σημείων τὰ μὲν φαινόμενα λέγει,

τὰς δὲ αἰτίας ἑκάστων ἀφανεῖς οὔσας παρίησι, καὶ

στοχασμοὺς ἀδήλους περὶ αὐτῶν οὐ διεξέρχεται καθά-

περ οἱ φιλόσοφοι. (65)

(2.) τί ἐστιν οὐρανός; ὁ περιέχων τὰ πάντα πλὴν αὑτοῦ.

σφαιροειδὴς οὖν ἐστιν ὁ οὐρανὸς καὶ οὕτω περὶ τὴν

γῆν διάκειται ἔχων αὐτὴν ἐν ἑαυτῷ. καὶ τὸ μὲν ἓν ἡμι-

σφαίριόν ἐστιν ..... ὑπὸ γῆν. διὰ πάσης δὲ ὥρας

στρέφεται καὶ κινεῖται. (5)

τοσοῦτον δὲ τὸ ὑπὲρ γῆν μέρος τοῦ οὐρανοῦ ἀπέχει

τῆς γῆς ὅσον καὶ ἡ γῆ πρὸς τὸ ἕτερον μέρος αὐτῆς ἤγουν

τέλος, τὸν καλούμενον Τάρταρον. εἶτα ἐκ τοῦ μέρους

ἐκείνου, τοῦ Ταρτάρου, τὸ ὑπὸ τὴν γῆν ἄλλο μέρος τοῦ

οὐρανοῦ πάλιν ὁμοίως διέστηκεν. ὁ γοῦν Ἡσίοδος (10)

φυσικευόμενός φησιν (Theog. 722—725)·

ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

οὐρανόθεν κατιὼν δεκάτῃ κ’ ἐς γαῖαν ἵκοιτο.

εἶτα πρὸς τὸ ἴσον βάθος τῆς γῆς·

ἐννέα δ’ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων (15)

ἐς γαῖαν κατιὼν δεκάτῃ κ’ ἐς Τάρταρον ἵκοι.

λοιπὸν δὲ καὶ τὸ ἀπὸ τοῦ Ταρτάρου ἕως τοῦ ὑπὸ γῆν

ἡμισφαιρίου διατεῖνον μέγεθος ἄλλο τοσοῦτόν ἐστιν

ὅσον τὸ τῆς γῆς βάθος. ὥστε διὰ τριάκοντα ἡμερῶν

τὰς δύο ἀρχὰς τοῦ ἄξονος δύνασθαι διανύσαι τὸν ἄκ- (20)

μονα.

στρέφεται δὲ καὶ καταφέρεται ἐπὶ δυσμὰς ὁ οὐρανὸς

ἀπὸ ἀνατολῶν.

(3.) κύκλοι πέντε, ἀρκτικὸς ὁ καὶ βόρειος καὶ ἀειφανής,

θερινὸς τροπικὸς ὅτε ὁ ἥλιος Καρκίνῳ, ἰσημερινὸς

ὅτε ὁ ἥλιος Κριῷ, χειμερινὸς τροπικὸς ὅτε ὁ ἥλιος

Αἰγοκέρωτι, ἀνταρκτικὸς ὁ καὶ νότιος, ἔνθα ἡ κεκα-

λυμμένη ζώνη. (5)

κύκλοι λοξοὶ ὅ τε ζῳδιακὸς καὶ ὁ γαλαξίας.

τὰ πέρατα τοῦ ἄξονος ἑκατέρωθεν πόλοι καλοῦνται.

ὁρίζων ὁ τέμνων τό τε ὑπὲρ γῆς ἡμισφαίριον καὶ τὸ

ὑπὸ γῆν.

(4a.) πῶς δεῖ ἱστᾶν τὴν σφαῖραν.

ὁ βουλόμενος ὁμοίως τῷ κόσμῳ θεῖναι τὴν σφαῖ-

ραν τὸν πόλον τῆς σφαίρας πρὸς βορέαν τρεπέτω.

ὁ βουλόμενος ποιεῖν τὴν φορὰν τοῦ οὐρανοῦ ὑπὸ τῇ

δεξιᾷ τὸν πόλον ἔχων στρεφέτω ἀφ’ ἑαυτοῦ εἰς τουναν- (5)

τίον τὴν σφαῖραν.

ὁ θέλων ποιεῖν ἀναπόλησιν στρεφέτω αὐτὴν εἰς

τοὐναντίον.

οἱ εὐθεῖς προγράφουσι τοῦ ποιήματος τὰ φαινό-

μενα, οἱ δὲ ἀκριβεῖς τὴν διάθεσιν τοῦ λόγου ὑπὸ τὴν (10)

θέσιν καὶ κίνησιν τῆς σφαίρας. ἡ μὲν γὰρ διάθεσις

διασαφεῖ τὸ ποίημα, τὸ δὲ ποίημα δηλοῖ τὰ φαινόμενα,

ἀλλὰ καὶ ἡ κίνησις καὶ ἡ θέσις τῆς σφαίρας τὰς ἀρχὰς

καὶ ἀναφορὰς ὅλων τῶν φαινομένων περιέχουσι καὶ

πᾶσαν ἑξῆς τὴν θεωρίαν σαφῆ καὶ ἑτοίμην παρέχουσι (15)

πάντως ξυνεπομένην.

Ὅμηρον μὲν ἓν εἶδος γραφέων βλάπτει, τῶν βιβλιο-

γράφων, Ἄρατον δὲ δύο, βιβλιογράφων τε καὶ ζωγρά-

φων, ὧν τὰ ἁμαρτήματα τῶν Ἀράτου θεωρημάτων

ἐγκλήματα ποιοῦσιν οἱ κουφότεροι, διὰ τὴν ἄγνοιαν (20)

τοῦ παντὸς λόγου καὶ τῆς ἀληθείας.

(4b.) σφαῖρά ἐστι σχῆμα στερεὸν ὑπὸ μιᾶς ἐπιφανείας

περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τῆς

σφαίρας κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι

πρὸς τὴν αὐτῆς περιφέρειαν ἀλλήλαις εἰσὶν ἴσαι. τὸ δὲ

σημεῖον τοῦτο κέντρον καλεῖται, ὅ ἐστιν ἡ γῆ. (5)

(5a.) Ἱππάρχου Σπόρος.

διαιρεῖ δὲ τὴν σφαῖραν εἴς τε βόρεια καὶ νότια,

καὶ τῶν βορείων βορειότερα, ἐξ ὧν καὶ τὴν ἀρχὴν ποι-

εῖται, ἢ καθ’ ὃ ὑψηλὰ ὄντα φανερά ἐστιν, ἢ διὰ τὴν

καθ’ ἡμᾶς οἰκουμένην. ἢ πρὸς τιμὴν τοῦ Διὸς ἐκεῖθεν (5)

ἤρξατο. ὁ γὰρ ἀρκτικὸς κύκλος περιέχει τὰς Ἄρκτους

καὶ τὸν Δράκοντα, περὶ ὧν φέρεται ἱστορία ἥδε· τὸν

Δία ἐν Κρήτῃ τεχθέντα δύο νύμφαι ἐκεῖσε ἀνέτρεφον.

καὶ ἡ μὲν Ἑλίκη ὠνομάζετο, ἡ δὲ Κυνόσουρα. Κρόνου

δὲ ἐπελθόντος ποτὲ ὁ Ζεὺς τὸν ἑαυτοῦ πατέρα παραλο- (10)

γισάμενος τὰς μὲν νύμφας μετέβαλεν εἰς ἄρκτους,

αὐτὸς δὲ εἰς δράκοντα μετεβλήθη. εἶτα τῆς βασιλείας

ἀντιλαβόμενος τὸ σχῆμα ἀνεστήριξε, φημὶ δὴ τὰς νύμφας

καὶ ἑαυτόν.

(5b.) ἄξων δὲ λέγεται ἐπεὶ περὶ αὐτὸν ἄγεται ὁ οὐρα-

νός. πόλοι δέ, ἐπεὶ περὶ αὐτοὺς πολεῖται καὶ στρέφεται

ὁ οὐρανός. φασὶ δὲ τὸν ἄξονα τοῦτον εἶναι τὸν παρὰ τῷ

ποιητῇ Ἄτλαντα εἰρημένον.



Πηγή: T.L.G.





©2011-2024 Astrology.gr - All rights reserved