Άρατος: Εξ ετέρων σχολίων εισαγωγή

Απόσπασμα του Αράτου σχετικό με τη Γη και τη δημιουργία της

Δέσποινα Γιαννακοπούλου
Άρατος: Εξ ετέρων σχολίων εισαγωγή

Το παρόν κείμενο του Αράτου αναφέρεται στην δημιουργία του κόσμου, της γης και της ζωής σε αυτήν, τους κύκλους (αρκτικό και ανταρκτικό), τους μεσημβρινούς και τους παράλληλους, τις ζώνες και τα ημισφαίρια.



Vitae Arati et Varia de Arato, Ἐξ ἑτέρων σχολίων εἰσαγωγή . {4161.012}

(t.) ΕΞ ΕΤΕΡΩΝ ΣΧΟΛΙΩΝ ΕΙΣΑΓΩΓΗ

(1.) Προοίμιον. (t)

Καλὸν κατὰ τὸν Κυρηναῖον (Callim Epigr XXVII) ἀμείψα- (1)

σθαι τῶι λόγωι τὸν Ἀράτου πόνον, ὃν ἐπόνησεν

ἥμενος (οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν·

Πληιάδας εἰσορόωντι καὶ ὀψὲ δύοντα Βοώτην

Ἄρκτον θ’, ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν) (5)

ὑπὲρ τὸν Ἰθακήσιον κυβερνήτην (Od V 271—3)· τῶι μὲν γὰρ

Ἁλικαρνασσεῖ (Herod I 8) ὦτα ἀπιστότερα ὀφθαλμῶν τυγχάνει,

Ἄρατος δὲ τὴν μάθησιν ἅμα τοῖς ὠσὶν ἐπιδείκνυσι τοῖς ὄμμα-

σιν. οὐ περὶ ἀστρολογίας δέ, ἀλλὰ περὶ ἀστρονομίας τὸν λόγον

ποιούμεθα, μαθήματος εὐχρήστου τῶι βίωι, δι’ ὃ καὶ ἡ Μέτω- (10)

νος γεωμετρία καὶ ἡ Πυθαγόρου φιλοσοφία. τοῦτο τὸ μάθημα

κυβερνήτην μὲν ἐν καιρῶι πεποίηκεν <Ὀδυσσέα>, Ἀτρέα δὲ βα-

σιλέα· δείξας γὰρ ἄστρων τὴν ἐναντίαν ὁδόν καὶ τὴν ἄρνα

ἔλαβε τὴν χρυσῆν καὶ τὴν βασιλείαν ἀπείληφε (Eur fr 861) πολυ-

χρύσοιο Μυκήνης (Il XI 46 al). οὐδὲ μὴν οὐδὲ Ὅμηρος τοῦ μα- (15)

θήματος ἀμύητος, ἀλλ’ οἶδε μεθ’ Ἡφαίστου τὰ κατ’ οὐρανὸν

ἄστρα τῆι τοῦ Ἀχιλλέως ἀσπίδι ἐγγράφειν. παρ’ αὐτῶι δὲ καὶ

στρατιώτης νυκτομαχῶν τοῖς ἄστροις τὴν νύκτα μετρεῖ (Il X

252 sq.)·

ἄστρα δὲ δὴ προβέβηκε· παρώιχηκεν δὲ πλέον νὺξ (20)

τῶν δύο μοιράων, τριτάτη δ’ ἔτι μοῖρα λέλειπται.

εἰ δέ τωι φίλον καὶ τὰς παρ’ Ὁμήρωι ἀλληγορίας ἐξετάσαι,

ῥάιδιόν ἐστιν ἰδεῖν καὶ τοῦ πόλου καὶ τὴν ἀΐδιον κίνησιν καὶ

τὰ ἡμισφαίρια καὶ τὴν εἰς φῶς αὐτῶν ἀμοιβὴν. ... ἄλλοτε δ’

αὖ<τε> Τεθνᾶσι (Od XI 303, 4). μὴ βλασφημήσηις, ἄνθρωπε, (25)

οὐκ ἀποθνή<ι>σκει θεός. τὸ ἀφανὲς τούτου θάνατος ἦν. διὰ

τοῦτο καὶ ζωγράφοι τέμνουσι τῶν θεῶν τὴν κεφαλὴν εἰς ἴσον

ἑκατέρωι <τῶν> τοῦ πόλου ἡμισφαιρίων.

ἀρκτέον οὖν λέγειν περὶ τῆς τῶν πάντων ἀρχῆς.

(2.) Περὶ ἀρχῆς. (t)

Ὁ τῶν ὅλων δημιουργὸς τῶν πάντων στοιχείων ἀτάκτως ἐν (1)

ἀλλήλοις πλανωμένων καὶ στρεφομένων καὶ περὶ ἄλληλα κυλιν-

δουμένων καὶ φερομένων ἀκόσμως πνεῦμα θεῖον ἐμβάλλει, ὅπερ

οἱ ποιηταὶ καλοῦσι νεῖκος (ἦν γὰρ τὸ πᾶν εἰς ἑαυτὸ συντεθλιμ-

μένον ἀσκοῦ τρόπον καὶ ἐν τῆι θλίψει συμμεμυκός). τὸ δὲ (5)

πνεῦμα τὸ θεῖον ἐμπεσὸν ὠ<ι>οτόκησε τὸ πᾶν διαστῆσαν καὶ

ἀνευρῦναν ἀπ’ ἀλλήλων τὰ στοιχεῖα. τοῦτο τὸ γενόμενον χάος

οἱ ποιηταὶ καλοῦσι διὰ τὸ κεχηνέναι. ἐκ τοῦ πνεύματος ὁ πόλος

γίνεται, οὗ τὸ ἄνω χάσμα οὐρανὸς διπλοῦς, ὃ μὲν ἄνω αἰωρού-

μενος, ὃ δὲ κάτω κυλινδούμενος. τὴν γῆν οὖν οὖσαν βαρυτάτην (10)

μέσην συνέβη συναχθῆναι (ὁρμήσασαν γὰρ διὰ βαρύτητα δῦναι

κάτω)· τὸ <γὰρ> πνεῦμα πανταχόθεν περιελάσαν αὐτὴν ἐν μέσωι

στῆναι τοῦ παντὸς φυσήματος συνέσχεν. ἔμεινεν οὖν πᾶσα ἡ

γῆ τῶν μὲν ἄνωθεν ἐκκρεμαμένη, τοῖς κάτωθεν δὲ ἐπαιωρου-

μένη κατὰ τὸ ἐπὶ τοῦ φακοῦ καὶ τῆς φύσης παράδειγμα· καὶ (15)

γὰρ φακοειδής ἐστιν ἡ γῆ, ἐκ μὲν ἑκατέρων τῶν μερῶν τοῦ τε

ἄνω καὶ <τοῦ> κάτω πρὸς ὕψος ὀγκουμένη, πρὸς δὲ τὰ πέρατα

εἰς λεπτότητα στενοχωρουμένη. ὡς οὖν ὑποστάθμη οὖσα διὰ τὸ

βάρος πρώτη μετὰ τὸ χάος πέπηγεν. διά τοι τοῦτο καὶ Ἡσίοδος

τοῦτ’ εἰδώς φησιν (Theog 116 sq.)· (20)

ἤτοι μὲν πρώτιστα χάος γένετ’, αὐτὰρ ἔπειτα

γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί.

ὅτι δὲ καὶ μέση ἡ γῆ, μαρτυρεῖ Ἄρατος λέγων (v. 22, 3)·

ἄξων αἰὲν ἄρηρεν, ἔχει δ’ ἀτάλαντον ἁπάντη

μεσσηγὺς γαῖαν.

τὸ γὰρ ἀτάλαντον ἀντὶ τοῦ ἀκίνητον. περὶ δὲ τὴν γῆν κυ-

κλικῶς ἄλλη ἐστὶν ἐπάνω σφαῖρα ἡ τοῦ ὕδατος μείζων τῆς γῆς

(τὸ γὰρ περιέχον τοῦ περιεχομένου μεῖζον εἶναι δεῖ), μετὰ δὲ

τὴν τοῦ ὕδατος εὐθὺς ἡ τοῦ ἀέρος καὶ αὐτὴ κύκλωι τὸ ὕδωρ

περιέχουσα, μετὰ δὲ τὴν τοῦ ἀέρος ἡ τοῦ αἰθέρος. διὸ καὶ Ὅμη- (30)

ρός που λέγει (Il XIV 287 sq.)·

εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ’ ἐν Ἴδηι

μακροτάτη πεφυυῖα δι’ ἠέρος αἰθέρ’ ἵκανεν.

εἰσὶν οὖν τέσσαρες σφαῖραι, ἃ στοιχεῖα καλοῦσιν οἱ παλαιοὶ

διὰ τὸ στοίχωι καὶ τάξει ἕκαστον αὐτῶν ὑποκεῖσθαι, ὥς που (35)

καὶ Ἀλκμὰν ὁμοστοίχους ἐκάλεσε (fr 146a B.) τὰς ἐν τάξει χο-

ρευούσας παρθένους. καὶ ἐν γραμματικῆι στοιχεῖα καλοῦμεν τὰ

γράμματα διὰ τὸ στοίχωι καὶ τάξει τὰς ἐξ αὐτῶν πλέκεσθαι

συλλαβάς. μέσα οὖν ἐστι τὰ βαρέα στοιχεῖα· θαυμαστῶς γὰρ

πάντα κατέταξεν ὁ δημιουργός· ὁ γὰρ αἰθὴρ καὶ τὸ πνεῦμα (40)

πάντα εἰς ἑαυτὰ ἔξωθεν ἐπάγεται καὶ οὔτε τῶι ἀέρι ῥυῆναι

συγχωρεῖ οὔτε τῶι ὕδατι χυθῆναι, ἀλλ’ ἕκαστον μόνιμον τοῦ

τόπου τηρεῖ<ν> τὴν στάσιν κατὰ τὸ ἐπὶ τοῦ λύχνου ὑπόδειγμα καὶ

τῆς παρὰ τοῖς ἰατροῖς σικύας, ἣ τῶι πυρὶ πρὸς ἑαυτὴν ἄγχει τὰς

φλέβας. ὁ μὲν οὖν ἀὴρ ὑπὸ τοῦ πυρὸς συνέχεται, τὸ δὲ πῦρ (45)

μετὰ τοῦ ἀέρος <συνέχει> τὰ πάντα. διὸ τοῦτο <τῶι> ὕδωρ καὶ

γαῖα γένοισθε, οὐχ ὥς τινες, κατάραν τοῖς στρατιώταις κατηρά-

σατο, ἀλλὰ τὸν ὄκνον εἰδὼς ἐκ τῶν βαρυτάτων ὄντα στοιχείων

τὴν βαρύτητα αὐτοῖς ὠνείδισεν εἰπὼν (Il VII 99) ἀλλ’ ὑμεῖς

μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. (50)

(3.) Εἰ ἕστηκεν ἡ γῆ ἢ κινεῖται. (t)

Τινὲς καὶ αὐτὴν συμπεριστρέφεσθαι τῶι παντί φασιν, (1)

ἀναισθήτως δὲ ἡμᾶς τοὺς ἐνοικοῦντας ἔχειν διὰ τὸ ἐν μικρῶι

<μ>ορίωι τῆς γῆς κατοικεῖν. βέλτιον δὲ αὐτὴν ἀκίνητον λέγειν

πανταχόθεν ὑπὸ τῶν περὶ αὐτὴν στοιχείων περιωθουμένην.

δῶμεν δὲ καὶ ὑπόδειγμα. ὁ ἄξων ἀπὸ ἀρκτικοῦ πόλου μέχρι (5)

τοῦ ἀνταρκτικοῦ διήκει διὰ τοῦ αἰθέρος καὶ τῶν ἄλλων στοιχείων

ἱκνούμενος. ἡ γῆ οὖν βαρυτάτη οὖσα ἐνεῖρται καὶ ἐμπεπερόνη-

ται ἐμπεριειλημμένη ὑπὸ τοῦ ἄξονος, ὡς μὴ δύνασθαι κινεῖσθαι,

τὰ δὲ ἄλλα χαυνότερα ὄντα τόπον ἔχοντα στρέφεται, ὥσπερ ἂν

εἴ τις ὀβελίσκωι ξύλον ἀκινήτως ἐμπερονήσειεν ἐμπεριθεὶς τῶι (10)

ξύλωι τροχοὺς κυκλοτερεῖς· συμβαίνει γὰρ τοὺς μὲν τροχοὺς

κινεῖσθαι, τὸ δὲ ξύλον ἀκινητεῖν ὑπὸ τοῦ κρατοῦντος στενοχω-

ρούμενον.

φασὶ δὲ Διόδωρος καὶ Κοδρᾶτος καὶ ὁ διδάσκαλός μου

Ἰσιδωριανὸς διαφέρειν σφαίρας τὸ σφαιροειδὲς ταύτηι, ἧι ἡ μὲν (15)

σφαῖρα κυκλοτερῶς πανταχόθεν εἰς λειότητα ἀπήρτισται, τὸ

σφαιροειδὲς δὲ κύκλος, οὐ μὴν ἴσος, ἀλλ’ ἔχων εἰσοχὰς καὶ ἐξο-

χάς. ἔστιν οὖν ἡ γῆ σφαιροειδὴς ἐν κοιλότησί τε ταπεινουμένη

καὶ ἐν ἀναστήμασιν ὑψουμένη. ἣν οὖν οἰκοῦμεν ἡμεῖς γῆν,

μαστός ἐστιν καὶ ὥσπερ κορυφὴ τῆς πάσης, καθάπερ καὶ τὰς (20)

νήσους ἐν μέσωι τῶι πελάγει ἐπαναβάσας τῶι ὕδατι ὁρῶμεν.

οὕτω καὶ τὴν πᾶσαν οἰκουμένην γῆν νήσου τρόπον ἐπέχει<ν φα-

σὶν> τῶι ὄγκωι τοῦ ἀναστήματος ἐπανακύπτουσαν· συμβαίνει

γὰρ τὸ ὕδωρ κατά τινα μέρη τῆς γῆς, καθ’ ἃ ἂν τύχηι, ποτὲ

μὲν πλεονάζειν ποτὲ δὲ λήγειν οὕτως, ὥστε ἐπινηχομένην φέρε- (25)

σθαι τὴν γῆν. καὶ τὸ πάθος οὐ περὶ τὸ πάσχον, ἀλλὰ περὶ τὸ

βαστάζον, καθάπερ καὶ ἐν τῆι θαλάσσηι γίνεται· τὸ <γὰρ> ὕδωρ

ὑπὸ τῶν ἀνέμων κινούμενον ἀνώμαλον δείκνυσι τὴν ἐπιφάνειάν

ποτε μὲν κυρτουμένων κυμάτων διὰ τὴν τοῦ πνεύματος σφοδρό-

τητα, εἶθ’ ὑπὸ τῆς φυσικῆς ἀνάγκης εἰς λειότητα διαχεομένων. (30)

εἰ οὖν συμβαίη κῦμα ὑψηλὸν ὑποδραμεῖν ναῦν, ἐπαιωρίζει μὲν

αὐτὴν εἰς ὕψος, διαχυθὲν δὲ συγκατασπᾶι καὶ τὴν ναῦν. καὶ ἡ

κίνησις οὐ τῆς νηός, ἀλλὰ τοῦ ὕδατος γίνεται. δεῖ δὲ εἰδέναι,

ὅτι τῶν στοιχείων ἕκαστον οὐ τὴν ἑαυτοῦ μόνην ἔχει φύσιν, ἀλλὰ

καὶ τὴν τῶν λοιπῶν, καὶ οὐδὲν ἄμοιρον τῆς τῶν λοιπῶν μετουσίας. (35)

ἐπὶ τούτοις δὴ τοῖς στοιχείοις ἔξωθέν ἐστι πάντα περι-

έχων ὁ οὐρανός, σφαῖρα πέμπτη, οὔτε βαρὺς οὔτε κοῦφος, ἀλλὰ

μεμιγμένην ἐκ πάντων ἔχων τὴν κρᾶσιν (διὸ καὶ τὴν σύστασιν ἐκ

τῆς κράσεως βεβαίαν ἔχει), καὶ ὠνόμασται παρὰ τὸ ὀρούειν, ὅ

ἐστιν ὁρμᾶν· προώρμησε γὰρ ὁ οὐρανὸς τῶν ἄλλων στοιχείων. (40)

εἰ δὲ ἔστι τι κενὸν ἔξωθεν τοῦ οὐρανοῦ, οὐ περίεργος ἡμῖν

ἡ ζήτησις. πλὴν οἱ Στωϊκοὶ λέγουσιν εἶναι (ταύτηι γὰρ διαφέρειν

τὸ ὅλον τοῦ παντός), ἀλλ’ οὐκ ἄπειρον, ὡς Ἐπίκουρος (p. 211 Us)

καὶ οἱ λοιποί (cf Aetius p. 316 D.). ἐπεὶ δὲ συμμεμίχθαι τῶι

ὕδατι τὴν γῆν φαμεν τυχόν, ἀμφοτέρων ποίημα ἦν ὁ ἄνθρωπος. (45)

Ἡσίοδος (Opp 61) γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν

αὐδήν Καὶ <σθένος>. τοῦτό ἐστιν ὁ μῦθος ὁ Προμηθέως.

(4.) Εἰ ζῶια τρέφει ὁ αἰθήρ. (t)

Ὁ μὲν ποιητής που λέγει (Il XVII 425) δι’ αἰθέρος ἀτρυ- (1)

γέτοιο ἄγονον καὶ ἄκαρπον, ὥς τινες, αὐτὸν αἰνιττόμενος (ἧς

γνώμης κινδυνεύει καὶ ὁ Πίνδαρος εἶναι λέγων [Ol I 10] ἐρήμας

δι’ αἰθέρος), εὑρίσκομεν δὲ αὐτὸν ζωογονοῦντα καὶ ζῶια ἔχοντα,

μάλιστα τοὺς πλάνητας, διὰ τὸ αὐτοκίνητον. καὶ Ὅμηρος (Il (5)

III 277) Ἠέλιος—ὃς πάντ’ ἐφορᾶις καὶ πάντ’ ἐπακούεις ζῶιον

εἰπὼν ἔδειξε τὸν ἥλιον. τί οὖν λέγομεν ἀτρύγετον; οὐ τὸ ἄκαρ-

πον καὶ ἄγονον; ἔοικε δὲ καὶ διὰ τὴν τάξιν τοῦ παντὸς καὶ τὴν

φύσιν. Ὅμηρος οὖν καταμίγνυσι τὸ μυθῶδες τῶι φυσικῶι· ὁ

γὰρ Ζεύς, ὅν φαμεν εἶναι τοῦ παντὸς δημιουργόν, πρὸς τὸν ἀέρα (10)

τὴν Ἥραν λέγει (Il XV 18 sq.)·

ἦ οὐ μέμνηι, ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν

ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα;

ἔστι μὲν γὰρ ὁ κρεμάμενος ἀὴρ Ἥρα, οἱ δὲ ἄκμονες τῶν στοι-

χείων τὰ βαρύτατα τοῦ ἀέρος ἠρτημένα, ὁ δὲ χρυσοῦς δεσμὸς (15)

τῶν χειρῶν τὸ πῦρ· συνδέδεται γὰρ τῶι αἰθέρι τὸ πᾶν. ζῶια

δὲ τοῦ ἀέρος τὰ ἐν τῶι ἀέρι φερόμενα αὐτομολήσαντα πρὸς

τὸ φυσᾶν.

(5.) Περὶ κύκλων. (t)

Κύκλοι δέ εἰσι τὸν ἀριθμὸν ιαʹ, ἀρκτικὸς ἀνταρκτικὸς τρο- (1)

πικοὶ δύο ἰσημερινὸς ὁρίζων μεσημβρινὸς ζωιδιακὸς γαλαξίας

κόλουροι δύο. μνημονεύων δὲ αὐτῶν Ἄρατος οὐθετέρως αὐτοὺς

καλεῖ (v. 460, 1, Aratea p. 53)·

ἄρκιος εἴην (5)

ἀπλανέων τά τε κύκλα τά τ’ ἠέρι σήματ’ ἐνισπεῖν.

ἐπαινῶν δὲ αὐτῶν τὴν ἰσότητα τῆς δημιουργίας

οὐκ ἂν Ἀθηναίης (φησί) χειρῶν δεδαημένος ἀνὴρ

ἄλληι κοσμήσειεν

εἰσὶ δὲ οὗτοι· ἀρκτικὸς θερινὸς τροπικὸς ἰσημερινὸς (10)

χειμερινὸς τροπικὸς ἀνταρκτικός. οὗτοι οἱ πέντε καλοῦνται παράλ-

ληλοι διὰ τὴν τάξιν τῆς θέσεως· κεῖνται γὰρ παραλλήλως ἐφεξῆς.

ὁ μὲν οὖν ἀρκτικός, ὁ ἄνω πρὸς τῶι ἄκρωι τοῦ ἄξονος τῶι

ὑψηλῶι, καλεῖται κατά τινας, ὅτι πρῶτος ἄρχεται, τὸ δ’ ἀληθές,

ὅτι ἐν αὑτῶι τὰς καλουμένας Ἄρκτους ἔχει. ἐντεῦθεν μανθάνομεν (15)

τὸ παρὰ τῶι ποιητῆι (Il XVIII 487—9, Od V 273—5)·

Ἄρκτον θ’, ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν,

ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει,

οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.

οὖσα γὰρ ἐν τῶι ἀρκτικῶι, ὡς ὁρῶμεν, οὐ καταδύεται, ὡς δὲ ἡ (20)

χάρις φησὶν ἡ ποιητική, ἐν Ὠκεανῶι οὐ λούεται. ζητοῦμεν οὖν,

πῶς μόνην αὐτὴν εἶπε μὴ λούεσθαι, τουτέστι καταδύεσθαι, καὶ

τοῦ Δράκοντος καὶ μέρους τοῦ Κηφέως μὴ καταδυομένου. λυθή-

σεται οὖν τὸ ζητούμενον ἐν τῶι περὶ ἀρκτικοῦ λόγωι (in scholiis?).

εὐθὺς μετὰ τοῦτον καταβαίνοντί ἐστιν ὁ καλούμενος θερι- (25)

νὸς τροπικός, ὅτι γενόμενος ἥλιος ἐν Καρκίνωι, ὃς κεῖται ἐν

αὐτῶι, θερινὰς τροπὰς ποιεῖται, κατὰ Μακεδόνας μὲν Πανήμου

εἰκάδι τετάρτηι, κατὰ δὲ Ἀλεξανδρέας Ἐπιφὶ τετάρτηι εἰκάδι.

περὶ τούτου φησὶν Ἄρατος (v. 497—9, Aratea p. 94)·

τοῦ μὲν—τε—δι’ ὀκτὼ μετρηθέντος (30)

πέντε μὲν ἔνδια στρέφεται καθ’ ὑπέρτερα γαίης,

τὰ τρία δ’ ἐν περάτηι. θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.

μετὰ τοῦτον ὑποκαταβάντι ἐστὶν ὁ καλούμενος ἰσημερινός,

ὅτι ὁ ἥλιος ἐν τῶι ζωιδιακῶι κύκλωι φερόμενος, ὅταν κατὰ

Κριὸν γένηται ἢ κατὰ Χηλάς, τὰς καλουμένας ὑπ’ Αἰγυπτίων (35)

Ζυγόν, ἰσημερίαν ποιεῖ, ἅπαξ μὲν Φαμενὼθ εἰκάδι τετάρτηι,

... τουτέστι Γορπιαίου. καὶ ἐν Κριῶι μὲν ἐαρινὰς ποιεῖ τροπάς,

ἐν δὲ Χηλαῖς, ἤτοι Ζυγῶι, φθινοπωρινάς.

μετὰ τοῦτον κατ’ ἐναντίαν ἐστὶν ὁ καλούμενος χειμερινὸς

τροπικός, ἐπειδὴ ἥλιος ἐν Αἰγόκερωι γενόμενος, ὃς κεῖται ἐν (40)

αὐτῶι, χειμερινὰς ποιεῖ τροπάς.

μετὰ τοῦτόν ἐστιν ὁ καλούμενος ἀνταρκτικός, ἢ ἐπεὶ ἀντί-

κειται ἢ ἐπεὶ ἴσος ἐστὶ τῶι ἀρκτικῶι.

ἔστι δὲ ἴσος ὁ ἀρκτικὸς τῶι ἀνταρκτικῶι, ὁ χειμερινὸς τρο-

πικὸς τῶι θερινῶι τροπικῶι. ὁ δὲ πάντων μείζων ὁ ἰσημερινός (45)

ἐστι μέσος ὤν, ἰσομεγέθης ὢν τῶι ζωιδιακῶι καὶ τῶι γαλαξίαι.

ἔστι δὲ ζώιδια τὰ κατὰ κάθετον ἀλλήλοις κείμενα Καρκίνος

Αἰγόκερωι, Χηλαὶ Κριῶι.

ὁ δὲ ὁρίζων λέγεται μέν, ἐπειδὴ διορίζει κατὰ πλάτος τὰ δύο

ἡμισφαίρια, διάζωσμα ὢν τοῦ οὐρανοῦ, κεῖται δὲ ἔξω τῆς σφαίρας (50)

ὡς πρὸς τὴν ἡμετέραν ὄψιν. τὸ δ’ ἀληθές, τῶι νῶι αὐτὸν ἔσω

δεῖ παραλαβεῖν κείμενον. οἱ δὲ ποιηταὶ Ὠκεανὸν αὐτὸν καλοῦ-

σιν. ὁ γοῦν Εὐφορίων φησίν (fr 108 p. 155 M.)· Ὠκεανός, τῶι

πᾶσα περίρρυτος ἐνδέδεται χθών.

ὁ δὲ μεσημβρινὸς καλεῖται μὲν οὕτως, ὅτι ἥλιος ἐν τῶι ζωι- (55)

διακῶι κύκλωι φερόμενος, ὅταν γένηται κατὰ μεσημβρίαν, τούτου

ἅπτεται· τοσοῦτον γὰρ ἀπέχει τῆς ἀναβάσεως ὅσον τῆς κατα-

βάσεως. ἔστι δὲ ὁ χαλκός, ὃ<ς> κύκλωι ἐν τῆι σφαίραι περι-

κείμενος διὰ τοῦ ἄξονος ἐμπέπηγεν.

ὁ δὲ ζωιδιακὸς καλεῖται μέν, ἐπειδὴ ἐν αὑτῶι τὰ ιβʹ ζώιδια (60)

ἔχει. ἔχει δὲ ἐγχαράξεις τρεῖς, ἃς οἱ μαθηματικοὶ ταινίας κα-

λοῦσιν. πλατὺς δέ ἐστιν· ἐν αὐτῶι γὰρ φέρεται ὁ ἥλιος πλατυ-

κῶς. φασὶ δὲ οἱ ἀστρολόγοι, εἴ ποτε παραρρυείη τι τῶν ταινιῶν

ἡ τοῦ ἡλίου φορά, τέρας εἶναι τότε τὸ γεννώμενον. ἔστι δὲ ὁ

κατακεχρισμένος ἐν τῆι σφαίραι κηρῶι μεμιλτωμένωι. (65)

ὁ δὲ γαλαξίας καλεῖται μέν, ὡς οἱ μῦθοί φασιν, οἳ μὲν <δι’>

Ἡρακλέα, οἳ δὲ <δι’> Ἑρμῆν, ὅτε προσετέθη<σαν> τῶι μαζῶι τῆς

Ἥρας ὑπὸ τοῦ Διός, ἵνα κλέψειεν ὁ θεὸς τοῖς τέκνοις ἀθανασίας

τροφήν. ἣ δέ, ἐπεὶ ἠγανάκτησε πρὸς τὴν κλοπήν, ἐξανέστη καὶ

τὴν θηλὴν τοῦ στόματος ἀπέσπασε βίαι ἐκμυζῶντος ἔτι τοῦ παι- (70)

δίου, ὥστε τὸ <ἐκ> τῆς θηλῆς ῥέον τῶι οὐρανῶι κύκλωι περιχυθὲν

ἐκτυπῶσαι τὸ σχῆμα τῆς ἐκροῆς. τὸ δὲ ἀληθές, διὰ τὴν λευκό-

τητα φερωνύμου προσηγορίας ἔτυχεν. ἔστι δὲ ὁ κατακεχρισμένος

ἐν τῆι σφαίραι κηρῶι λευκῶι.

οἱ δὲ κόλουροι λέγονται μέν, ὅτι τὸ καταδῦνον αὐτῶν εἰς (75)

τὸν ἀνταρκτικὸν ἀφανὲς ὂν ὁλόκληρον ἡμῶν γενέσθαι κολούει

τὴν θέαν. εἰ δὲ ἦσαν τέσσαρες, ὥς φασί τινες, μέχρι τοῦ βλέ-

ποντος ἀπαρτιζόμενοι, οὐκ ἂν ἦσαν κόλουροι. εἰ δέ τις λέγοι

καὶ γὰρ τῶν ἄλλων κύκλων τὰ ὑπὸ γῆν οὐ φαίνονται, ὥστε

κἀκεῖνοι κόλουροι, ἴστω, ὅτι τῶν μὲν τοῦ πόλου στρεφομένου (80)

καὶ τὰ ὑπὸ γῆν ὀφθήσεται, τῶν δὲ κολούρων καὶ ἐν ταῖς τοῦ

πόλου στροφαῖς τὰ ἐν τῶι ἀφανεῖ πάντα καταδέδυκεν.

τούτων τῶν ιαʹ διχῆι τέμνουσι τὴν σφαῖραν οἵδε· ὁρίζων

μεσημβρινὸς ζωιδιακὸς γαλαξίας ἰσημερινὸς οἱ δύο κόλουροι. οἱ

μὲν οὖν κόλουροι καὶ ὁ ἰσημερινὸς καὶ ὁ ὁρίζων καὶ <> μεσημ- (85)

βρινὸς κύκλωι φέρονται καὶ ἴσον τῆι μεταφορᾶι τὸν κύκλον

ἔχουσιν, ἀλλ’ ὡς πρὸς τὴν θέσιν τῆς σφαίρας εἰσὶ λοξοί. ὁ

γοῦν ζωιδιακὸς καὶ λοξίας ὑπό τινων καλεῖται, ἐπειδὴ ἥλιος τὰς

ὁδοὺς ἐν αὐτῶι πορεύεται λοξάς. ἐν δὲ τῶι ἡλίωι ὁ Ἀπόλλων,

ὃς καλεῖται Λοξίας ὑπὸ τῶν ποιητῶν, εἶναι πιστεύεται. ἄρχε- (90)

ται δὲ ὁ ζωιδιακὸς ἄνωθεν ἀπὸ τοῦ θερινοῦ τροπικοῦ, ἔνθα

συνέχει τὸν Καρκίνον ὁ κύκλος, καταβαίνει δὲ λοξούμενος ὡς

πρὸς τὰ κάτω μέχρι τοῦ θερινοῦ τροπικοῦ, ὅπου συνέχει Αἰγό-

κερων. τοῦτον τὸν πόρον ὁ ἥλιος, ὡς ἔφαμεν, βαδίζων ὄντα

λοξόν πη μὲν ὑπερπετεῖς καὶ πλατείας ὁδοὺς βαδίζει τὰς (95)

ἄνω, ὅταν ἦι ἐν Καρκίνωι, ὡς πρὸς τὸ ἡμέτερον κλίμα ἐν

ὑψηλῶι κείμενον, πὴ δὲ στενὰς καὶ χθαμαλὰς τὰς κάτω, ὅταν

ἐν Αἰγόκερωι, τὰς δὲ μέσας καὶ ἴσας ἀμφοῖν, ὅταν ἐν Κριῶι

ἢ Ζυγῶι.

(6.) Περὶ ζωνῶν. (t)

Ζῶναι δέ εἰσιν ἐν οὐρανῶι καὶ ἐπὶ γῆς πέντε. ὧν δύο μόναι (1)

οἰκοῦνται, μία μὲν ἡ μεταξὺ τοῦ ἀρκτικοῦ καὶ θερινοῦ τροπικοῦ,

ἑτέρα δὲ ἡ μεταξὺ χειμερινοῦ τροπικοῦ μέχρις ἀνταρκτικοῦ, αἱ

δὲ λοιπαὶ ἀοίκητοι δύο μὲν διὰ ψυχρότητα, αἱ ὑπὸ ἀρκτικὸν

καὶ ἀνταρκτικόν, μία δὲ διὰ θερμότητα, ἡ ὑπὸ τὸν ἰσημερινόν, (5)

<> καλεῖται διακεκαυμένη. οἰκοῦμεν δὲ ἡμεῖς τὴν παρὰ θερι-

νὸν τροπικὸν τεκμαιρόμενοι, ὅτι ἡμεῖς ταύτην ἔχοντες τὴν οἰ-

κουμένην <ἐν> δεξιᾶι μὲν ἔχομεν τὴν διὰ ψυχρότητα ἀοίκητον

κατὰ βορρᾶν ζώνην, ἐν ἀριστερᾶι δὲ τὴν διακεκαυμένην· εἰ γὰρ

τὴν ὑπὸ χειμερινὸν τροπικὸν ὠικοῦμεν, δεξιὰ μὲν ἦν ἂν ἡμῖν (10)

ἡ διακεκαυμένη, ἀριστερὰ δὲ ἡ πρὸς τὸν νότον κατεψυγμένη.

τινὲς δέ, ὧν ἐστι Παναίτιος ὁ Στωϊκὸς (p. 73 van Lynden, fr 33

Fowler) καὶ Εὔδωρος ὁ Ἀκαδημαϊκός (p. 22 D.), οἰκεῖσθαί φασι

τὴν διακεκαυμένην τῆς κράσεως τοῦ ἀέρος γινομένης ἔκ τε τοῦ

σφοδροτέρους εἶναι ἐκεῖσε τοὺς ἐτησίας καὶ ἐκ τοῦ τὴν ἀναπνοὴν (15)

τῆς ἐκεῖ μεγάλης θαλάσσης μιγνύναι τὴν ἀναθυμίασιν τῆς ψυχρό-

τητος πρὸς τὴν τῆς θερμότητος καῦσιν.

καλοῦνται δὲ οἱ ταύτας οἰκοῦντες τὰς ζώνας περίοικοι ἄντ-

οικοι ἀντίχθονες ἀντίποδες, περίοικοι μὲν οἱ τὴν αὐτὴν οἰκοῦν-

τες ζώνην διὰ τὸ περὶ τὸν αὐτὸν οἰκεῖν τόπον, ἄντοικοι δὲ (20)

[ἀλλήλοις] οἱ τὴν ὑπ’ Αἰγόκερω ζώνην τοῖς τὴν ὑπὸ τὸν Καρκίνον

οἰκοῦσιν, ἀντίχθονες δὲ οἱ ἐν τῶι κάτω ἡμισφαιρίωι κατὰ κάθετον

οἰκοῦντες τοῖς ἐν τῶι θερινῶι ἢ χειμερινῶι τροπικῶι οἰκοῦσιν.

ἄνω δὲ οἱ αὐτοὶ καὶ ἀντίποδες λέγονται, ἀντίχθονες μὲν διὰ

τὸ ἄνω εἶναι καὶ κάτω, ἀντίποδες δὲ διὰ τὸ κατὰ κάθετον ἀλ- (25)

λήλων στῆναι. συντόμως δὲ εἰπεῖν, οἱ περίοικοι τὰ αὐτὰ δι’

ἑκατέρων ἀλλήλοις ἔχουσι, τάς τε τοῦ ἐνιαυτοῦ ὥρας καὶ τὰς

νύκτας καὶ τὰς ἡμέρας τὰς αὐτάς. οἱ ἄντοικοι τὸ μὲν τῶν

ἡμερῶν ἔχουσιν ὡσαύτως, τὸ δὲ τῶν καιρῶν οὐκ ἔχουσιν. οἱ

ἀντίχθονες τὸ μὲν τῶν καιρῶν ἔχουσι, τὸ δὲ τῶν ἡμερῶν οὔ. οἱ (30)

ἀντίποδες οὔτε τὸ τῶν ἡμερῶν οὔτε τὸ τῶν ὡρῶν. πλὴν καὶ

ταύτηι οἱ ἀντίχθονες ἀλλήλων διαφέρουσιν, ὅσωι τῶν ἄνω ἀγόν-

των μακρὰς ἡμέρας οἱ κάτω κολοβωτέρας ἔχουσι τὰς ἑαυτῶν

ἡμέρας. τὸ δὲ αἴτιον ἡ τῶν κύκλων ἀνισότης.

στρέφεται δὲ τὸ πᾶν αὐτὸ περὶ αὑτὸ ὁσημέραι καὶ ὧραι, (35)

καθὸ καὶ ὁ Ἀκραγαντῖνός φησι (v. 138 St) σφαῖρος κυκλοτερής,

μονίηι περιηγέι χαίρων σφαῖρον μὲν καλέσας τὴν σφαῖραν, ὡς

καὶ Ὅμηρος ἕσπερον τὴν ἑσπέραν (Od I 422 al), [καὶ] κυκλοτερῆ

δὲ διὰ τὸ σφαιροειδές, μονίαν δὲ περιηγέα τῆς στροφῆς τὴν

μονήν. (40)

φέρεται δὲ ὁ οὐρανὸς ἀπὸ τῶν ἀνατολῶν ἐπὶ τὰς δυσμάς,

ὁ δὲ ἥλιος καὶ οἱ λοιποὶ πλάνητες τὴν ἐναντίαν, τουτέστιν ἀπὸ

τῶν δυσμῶν ἐπὶ τὰς ἀνατολάς, ὡς εἶναι διπλῆν κίνησιν αὐτῶν γε,

τὴν μὲν ἐρχομένων, τὴν δὲ φερομένων, καθὰ ἐπὶ τοῦ τροχοῦ καὶ

μύρμηκος καὶ τῆς νηὸς καὶ τοῦ ἐν αὐτῆι πρὸς τὴν ἐναντίαν (45)

αὐτῆς φορὰν ἔχοντος. πεποίηκε δὲ τοῦτο ὁ δημιουργός, ἵνα μὴ

μετὰ ῥύμης φερόμενον τὸ πᾶν ἑτεροκλινῆι μίαν τὴν κίνησιν ἔχον

σφοδράν, ἀνθελκόμενον δὲ καὶ τῆς ἐντόνου φορᾶς μειούμενον

τῆι τῶν πλανητῶν πρὸς τοὐναντίον ὁλκῆι εὐσταθεστέραν τῆς

κινήσεως τὴν ὁρμὴν λαμβάνηι. ὡς δὲ οἱ μῦθοι παίζουσιν, (50)

μονήν. (40)

φέρεται δὲ ὁ οὐρανὸς ἀπὸ τῶν ἀνατολῶν ἐπὶ τὰς δυσμάς,

ὁ δὲ ἥλιος καὶ οἱ λοιποὶ πλάνητες τὴν ἐναντίαν, τουτέστιν ἀπὸ

τῶν δυσμῶν ἐπὶ τὰς ἀνατολάς, ὡς εἶναι διπλῆν κίνησιν αὐτῶν γε,

τὴν μὲν ἐρχομένων, τὴν δὲ φερομένων, καθὰ ἐπὶ τοῦ τροχοῦ καὶ

μύρμηκος καὶ τῆς νηὸς καὶ τοῦ ἐν αὐτῆι πρὸς τὴν ἐναντίαν (45)

αὐτῆς φορὰν ἔχοντος. πεποίηκε δὲ τοῦτο ὁ δημιουργός, ἵνα μὴ

μετὰ ῥύμης φερόμενον τὸ πᾶν ἑτεροκλινῆι μίαν τὴν κίνησιν ἔχον

σφοδράν, ἀνθελκόμενον δὲ καὶ τῆς ἐντόνου φορᾶς μειούμενον

τῆι τῶν πλανητῶν πρὸς τοὐναντίον ὁλκῆι εὐσταθεστέραν τῆς

κινήσεως τὴν ὁρμὴν λαμβάνηι. ὡς δὲ οἱ μῦθοι παίζουσιν, (50)

ἀπεστράφη ταῦτα τὰ ἄστρα <διὰ> τὰ Θυέστεια δεῖπνα καὶ <ἐν>-

έμεινε τῆι φορᾶι πλανώμενα.

δεῖ δὲ τὸν τὴν σφαῖραν ἐξηγούμενον ἀπ’ ἀνατολῶν ἐπὶ

δυσμὰς αὐτὴν κινεῖν ἀνατολὰς λαμβάνοντα τὴν κατὰ πρόσωπον

αὐτοῦ τοῦ κινοῦντος φοράν.

Πηγή: T.L.G.



©2011-2024 Astrology.gr - All rights reserved