Άρατος: Απλανών άστρων σφαίρα

Απόσπασμα κειμένου του Αράτου αναφορικά με τους απλανείς αστέρες και τους πλανήτες

Δέσποινα Γιαννακοπούλου
Άρατος: Απλανών άστρων σφαίρα

Το παρόν κείμενο του Αράτου αναφέρεται στους απλανείς αστέρες και τους πλανήτες.

Vitae Arati et Varia de Arato, Sphaera. {4161.014}

(t.) ΣΦΑΙΡΑ

(1.) ΑΠΛΑΝΩΝ ΑΣΤΡΩΝ ΣΦΑΙΡΑ (t)

Ἥδ’ ἐστὶν ἄστρων τάξις· ἀμφὶ μὲν πόλον (1)

Ἄρκτους διπλᾶς πρὸς νῶτα νευούσας τύποις

ἀντιστρόφοις οὐραῖσιν ἀλλήλων φοραῖς

σκολιὸς διείργει μὴ πελάζεσθαι Δράκων.

τοῦδ’ ἀμφὶ χάσμ’ Ἐγγόνασι δεξιὸν πόδα (5)

ἔχει, κάρα δὲ κρατὸς Ὀφιούχου πέλας,

ὃς ἐν μετώπωι Σκορπίου βαίνει ποδί.

τῆς Μείζονος δ’ ὄπισθεν ἵσταται Φύλαξ

Ἄρκτου. ποσὶν δὲ τοῦδε Παρθένος κυρεῖ

ἔχουσα λαμπρὸν χειρὶ Δήμητρος Στάχυν. (10)

μεταξὺ δ’ ἄστρων τῶνδε κυκλοῦνται τύποις

ὤμου μὲν Ἀρκτούροιο δεξιοῦ πέλας

Στέφανος, ὕπερθεν δ’ Ὄφιος, ὃν φέρει χερί,

Ὀφιοῦχος. Ἄρκτου δ’ ἐγκυκλούμενος πάλιν

ὀπισθίοις ἐν βήμασιν κεῖται Λέων. (15)

μέσαις δὲ θεριναῖς ἐν τροπαῖσι Καρκίνος,

Δίδυμοι δ’ ἔνερθεν προσθίων κεῖνται ποδῶν.

κεφαλὴν δ’ ὕπ’ αὐτὴν Ἁρματηλάτης ποδί

Ταύρου κέρατι τῶι δεξιῶι στηρίζεται.

λαιῶι δ’ ἐν ὤμωι Ζηνὸς Αἴξ ἐστι τροφός, (20)

ἣν αὐτὸς ἄστροις ἐγκαθίδρυσεν καλῶς

θρόνων κρατήσας, οὐρανοῦ σκηπτουχίας.

Ἔριφοι δὲ ταύτης νέρθεν εἴληχαν τόπον

καρπὸν κάτ’ ἄκρας χειρὸς Ἡνιοστρόφου.

Ἄρκτου δὲ Μικρᾶς ἐς τὸν ἔσχατον πόδα (25)

Κηφεὺς τριγώνου τάξιν ἐξεργάζεται

Ὄρνιθα χειρὶ δεξιᾶι θηρώμενος·

πτέρυγα δ’ ὕπ’ αὐτὴν Ἵππος ἰθύνει πόδα

μέσαισι χώραις Ἰχθύων ὁρώμενος.

ἄστρων δὲ τῶν πρὶν τῶν τε νῦν εἰρημένων (30)

ὅδ’ ἐξικνεῖται καὶ πεπλήρωται τόπος.

Ἔμπροσθε κεῖται Κασσιέπεια Κηφέως

αὐτός θ’ ὁ Περσεὺς ὠκύς ἐσθ’ ἅρπην ἔχων

πόδας τιθεὶς νώτοισιν Ἁρματηλάτου.

Ἵππωι συνάπτουσ’ Ἀνδρομέδα τὸν κρᾶτ’ ἔχει, (35)

τὸν αὐτὸν Ἵππου γαστρὶ κοινὸν ἀστέρα.

μεταξὺ δ’ Ὄρνιθός τε τοῦ τ’ Ἐγγούνασι

Λύρα τέτακται. πρὸς μέσον δὲ τοὔμπαλιν

πρὸς ἀνατολάς τε τῶνδε Δελφῖνος δέμας

Ἵππου τε κεφαλὴ πλησίον φαντάζεται. (40)

Ὕδωρ χέοντα δ’ ὕπερθεν Αἰγόκερως ἔχει

οὐρὰν παρ’ αὐτὴν ἐξικνούμενος κάρα.

Δελφὶς δ’ ὕπερθεν Οἰστὸς Αἰετός θ’ ὁμοῦ·

αὐτὸς Δράκοντα δ’ ἐν διπλαῖς χερσὶν κρατεῖ

Ὀφιοῦχος ἐγγύς. ἀλλ’ Ὀφιούχεον κάρα (45)

Στεφάνωι συνάπτει νέρθεν ἐξικνούμενον.

τούτοις μὲν οὖν βόρειος ὥρισται τόπος.

Τὰ πρὸς νότον δὲ τήνδε τάξιν ἐκπερᾶι·

ὑπ’ αὐτὸ κέντρον Σκορπίου Βωμὸς τέως,

Χηλαῖς δ’ ὕπ’ αὐταῖς Σκορπίου τε σώματι (50)

τὰ πρόσθε Κενταύροιο φαίνεται μέλη,

νέρθεν χεροῖν δὲ τοῦδε Θηρίου δέμας.

ἐμπροσθίοιν δὲ Τοξότου χεροῖν ὕπο

δινωτὸς ἄστρων Κύκλος ἀμφελίσσεται

[ἐνθένδε δ’ ἄλλος κύκλος, ὃς κικλήσκεται] (55)

ὁ νότιος Ἰχθύς τ’ ἄλλος ἐσθ’ ὁρώμενος,

Ὕδρα δ’ ὑπ’ αὐτὴν Παρθένον Λέοντά τε

μέσον, πρὸς αὐτὸν Καρκίνον δὲ κρᾶτ’ ἔχει,

οὐρὰν δὲ Κενταύρου πρὸς ὀπισθίους πόδας.

καμπαῖς δ’ ἔπ’ αὐταῖς ἐστιν εὔσημος μάλα (60)

Κρατὴρ Κόραξ τε πρὸς τὰ Κενταύρου μέλη.

ἴδοις δ’ ἂν Ὠρίωνος ἐξ ἀριστερᾶς

Ποταμὸν ποσίν θ’ ὕπ’ αὐτοῖς ὠκύπουν Λαγών,

ὃς λαμπρὸν αὐγαῖς Σείριον φεύγει κύνα.

Κυνὸς δ’ ὀπισθίοις πελάζεται ποσί (65)

Πηδάλιον ἀστήρ τ’ ἐξαναστράπτων φλογί

μέλεσι συνάπτει. καὶ πεπλήρωται τόπος.

Ταύρου δὲ δεινὸν πρὸς πόδ’ ἐντείνων χέρα

λαμπροῖς ἐν ἄστροις λαμπρὸς Ὠρίων μέγας

Διδύμοις προτείνει χεῖρα δεξιούμενος. (70)

Προκύων δὲ χειρὸς δεξιᾶς ἐστιν πέλας

Κριός θ’ ὑπ’ αὐτὸν Ἰχθύων τε σώματα.

παρ’ οὓς ἱκνεῖται Κῆτος. ἐν πρώτοισι δέ

Σύνδεσμον Ἰχθῦς κοινὸν ἔσχον ἀστέρα.

Τοιᾶιδε τάξει σχηματίζοντ’ ἀστέρες (75)

θεῶν βροτοῖσι τὴν χάριν δωρουμένων.

εἴτ’ οὖν ἀμήτωρ Παλλὰς ὥρισεν βροτοῖς

εἴθ’ Ἥλιος τηλωπὸν ἀστέρων θέσιν,

θεῶν τὸ μηχάνημα. πάντας δ’ ἐν βραχεῖ

φράσαι βρότειος οὐκ ἂν ἐξεύροι νόος. (80)

Ἄθρει δέ, κόσμου τὸν δι’ αἰῶνος δρόμον

ὡς εὖ διεστάθμησεν αὐτουργὸς φύσις.

Πρῶτος χορείας Κριὸς ἡγεῖται κύκλου,

διότι κρίσει γε πάντα συγκρίνας ἔχει·

συνῆλθε γὰρ πρὸς αὐτὸ τοῦτο συγκριθείς, (85)

ἐξ οὗ γε τοῦτο Κριὸς ὄνομ’ ἔσχεν βροτοῖς,

κρίνων μὲν ἔαρος χείματός τε μεταβολάς,

κρίνων δὲ μῆκος ἡμέρας νυκτός τ’ ἴσον.

ὅθεν γε κόσμου κόσμον ἀντηλλάξατο.

ὃ γὰρ βροτοῖς ἔνειμε παρὰ θεῶν ἔχει. (90)

διὸ δὴ κρίσει καὶ τοὔνομ’ ὥρισαν θεοί

Κριόν· κριτηρίωι γὰρ εὖ διείλετο

ἴσην πρὸς ἠῶ καὶ πρὸς ἑσπέραν ἔχων

τὴν ἐν κύκλωι δίνησιν οὐρίωι δρόμωι.

Κεῖται δ’ ἐφεξῆς Ταῦρος, ὡς γεωμόροις (95)

τυποῦσ’ ἐοικώς, κεῖνος ὃς κατ’ αὐχένα

στερρῶι τένοντι τοῖον ἁρμόζει ζυγόν

γαμψοῖς ἀρότροις αὔλακας σχίζων γέας,

ἧι δ’ ἀστέρων ἡ τάξις, ὃς πάλαι ποτέ

ἐκλήιζετ’ οὐχὶ ταῦρος, ἀλλ’ οὖρος βροτοῖς, (100)

ὥσπερ καλεῖται πᾶσι τερμόνων φύλαξ.

Δίδυμοι δὲ κεῖνται τάξεσιν σαφεστάταις,

ἐπεὶ τότ’ ἤδη καρπὸς αὔξεται διπλοῦς,

χλόη δ’ ὑπὲρ γῆς ἄρχεται σχίζειν φύσιν

καὶ δισσὰ φύλλων αὔξεται βλαστήματα (105)

πρὸς εὐδιεινὴν ἠέρος κατάστασιν.

Ὁ δ’ ἀλλαγὲν στοιχεῖον ἀντιλαμβάνων

Καρκίνος ὑπάρχων ἐν χρόνοισι καρπίμοις

ἐκ τοῦ τέλειον καρπὸν ἐμφαίνειν βροτοῖς

ἑξῆς τέτακται τάξεσιν σαφεστάταις. (110)

Ἔχει δ’ ἀριθμὸν ἐν μέρει πέμπτωι Λέων·

λεαίνεται γὰρ αἶα καὶ χαράσσεται,

θερμαῖς πυριφλόγοισι δ’ ἡλίου βολαῖς

τὰ πρὶν βρύοντα γῆς ὕπερθεν αὔεται,

ὁ δ’ ὀλλύων φλογμοῖσιν αὐδᾶται Λέων. (115)

Ἐγγὺς δὲ τούτου Παρθένου κεῖται τύπος·

πρὸ τοῦ γὰρ εἰς τόδ’ ἄστρον ἥλιον μολεῖν

ἄφθαρτα γαίης πάντα τηρεῖται γένη·

τὸ δ’ οὐδέπω τὴν πεῖραν εἰληφὸς φθορᾶς

κατωνόμασται πᾶσι παρθένου βίος. (120)

Χηλαὶ δ’, ἐπειδὴ σῖτος εἰς δόμους βροτῶν

γεωμόροισι χερσὶν ἐξηθροισμένος

πόνοισιν εἰς τὰ δώματ’ ἐνσωρεύεται.

τότ’ εἰς μέλαθρα συμφορούμενος τροφάς

παρέχει τροφαῖσι ταῖσιν ἠριθμημέναις. (125)

Ὅταν δὲ Πλειὰς ὥριον τεύχηι σπόρον

ὃς ἐκκομίζει σπέρμα γῆς ἐν ἀγκάλαις

μόχθων ἔπ’ ἄκρων ἐκτὸς εἰσφορούμενον,

ὕπερθεν ἤδη Σκορπίος τότ’ οἴχεται·

σκορπίζεται γὰρ σῖτος εἰς δόμους χθονός, (130)

ὅπως τέλειος καρπὸς αὐξηθῆι βροτοῖς.

Μεθ’ ὃν κύκλου φοραῖσι ταῖς πολυστρόφοις

εὔσημος οὐκ ἄσημός ἐστι Τοξότης

(ἐκ γῆς γὰρ ἤδη καρπὸς ἐκτοξεύεται)

τὰ νέρθε δεικνὺς γαστρὸς οὐ κεκρυμμένα (135)

νέοις θ’ ὕπερθε φύεται κεντρίσμασιν.

Ὁ δ’ ἐκ διμόρφου σώματος φαίνων μέλη

τηλωπὸς ἄστρων Αἰγόκερως κεκλημένος

καλῶς τετύχηκεν ὀνόματος τοῦδ’ ἐν βροτοῖς·

τὰ πρόσθε μὲν γὰρ αἰγόπλαστα δείκνυται, (140)

οὐρὰ δ’ ὄπισθεν ἰχθύος θαλασσίου·

ἣ μὲν γὰρ ἐν γῆι φέρβεται χλοηφόρωι,

ὃ δ’ ἐν κλύδωνι νήχεται γλαυκηπόρωι.

εἰς ταὐτὸν ἤχθη· πᾶσα γὰρ θνητὴ φύσις

ἔχει δίυγρον πνεῦμα καὶ ξηρὰς τροφάς. (145)

Δεινὸν δ’ ὕπερθεν τάξιν ἐκλιπὼν ὕδωρ

νέος προβάλλει λοξὸν ἐκχύσας δέπας,

ὃς συνταράσσει χείματος κόσμον πάγοις·

ἐκ γῆς δὲ νοτίδα νάματος διαρπάσας

ἐπάγει πολὺν χειμῶνα καὶ πνοὰς βροτοῖς (150)

κόσμον καλύπτων οἷαπερ λευκῶι πέπλωι,

δεικνὺς ἐν οἵοις σῆμα δηλοῦται κύκλου.

διοδὴ καλῶς εἴληχε καὶ τόδ’ ἐπώνυμον

Ὑδρηχόος δίναισιν εἰς τάξιν μολών.

Μεθ’ ὃν κυκλεῖται κύκλος εἱλίσσων πνοάς (155)

ἀνέμοις ἐναλλὰξ σχῆμα τηλαυγὲς διπλοῦν

ἀντίστροφον δρόμοισιν ἐμφαίνων τρόπον

(οὐ γὰρ κάρα μὲν λοξὸν οὐδ’ ἀπόστροφον

πρόσωπον ὀρθὴν τάξιν εἱλεῖται κύκλου),

ὃ μὲν βορείου κλίματι προσνεύων πόλου, (160)

ὃ δ’ εἰς νότου κέλευθον εἰσδύνων βίαι.

διοδὴ πνοαῖσι τἀν βυθῶι κεκρυμμένα

ἔδειξαν Ἰχθῦς· πᾶς γὰρ εἰς βυθὸν πεσών

ἄνεμος ταράσσει κῦμα σημαίνων βροτοῖς

χειμῶν’ ἄτακτον. ἐκ δ’ ἐπιστροφῆς κλύδων (165)

εἱλιγμὸν ἐκ γῆς ὕδασι προσφέρων σφοδρόν

δείκνυσι καιροῦ σχῆμα, χειμῶνος φύσιν.

ὅθεν διπλοῖσι χρώμενοι καιροῦ δρόμοις

ἀνέμων ἔχουσι τάξιν οὐ μετρουμένην.

(2.) ΠΛΑΝΗΤΩΝ ΑΣΤΕΡΩΝ ΣΦΑΙΡΑ (t)

Ἑπτὰ πολυπλανέες κατ’ Ὀλύμπιον ἀστέρες οὐδόν (1)

εἰλεῦνται, καὶ τοῖσιν ἀεὶ κανονίζεται αἰών.

νυκτιφαὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς,

παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς

καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ’ οὗ φύσις ἐβλάστησεν. (5)

οἱ δ’ αὐτοὶ μερόπων γένος ἕλκουσ’, ἔστι δ’ ἐν ἡμῖν

Μήνη Ζεὺς Ἄρης Παφίη Κρόνος Ἥλιος Ἑρμῆς,

οὕνεκ’ ἀπ’ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν

ὅθεν διπλοῖσι χρώμενοι καιροῦ δρόμοις

ἀνέμων ἔχουσι τάξιν οὐ μετρουμένην.

(2.) ΠΛΑΝΗΤΩΝ ΑΣΤΕΡΩΝ ΣΦΑΙΡΑ (t)

Ἑπτὰ πολυπλανέες κατ’ Ὀλύμπιον ἀστέρες οὐδόν (1)

εἰλεῦνται, καὶ τοῖσιν ἀεὶ κανονίζεται αἰών.

νυκτιφαὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς,

παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς

καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ’ οὗ φύσις ἐβλάστησεν. (5)

οἱ δ’ αὐτοὶ μερόπων γένος ἕλκουσ’, ἔστι δ’ ἐν ἡμῖν

Μήνη Ζεὺς Ἄρης Παφίη Κρόνος Ἥλιος Ἑρμῆς,

οὕνεκ’ ἀπ’ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν

δάκρυ γέλωτα χόλον γένεσιν λόγον ὕπνον ὄρεξιν.

δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς δὴ γένεσις, λόγος Ἑρμῆς, (10)

θυμὸς Ἄρης, Μήνη δ’ ἄρ’ ὕπνος, Κυθέρεια δ’ ὄρεξις,

Ἠέλιος δὲ γέλως· τούτωι γὰρ ἅπασα δικαίως

καὶ θνητὴ διάνοια γελᾶι καὶ κόσμος ἀπείρων.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved