Vettius Valens: Περὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων κατὰ θεματίου καὶ γενεθλίου

Απόσπασμα κειμένου, που αφορά στους πλανήτες σε ένα γενέθλιο ωροσκόπιο

Δέσποινα Γιαννακοπούλου
Vettius Valens: Περὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων κατὰ θεματίου καὶ γενεθλίου

Το κύριο έργο του αστρολόγου, Vettius Valens, είναι η Ανθολογία, δέκα τόμοι γραμμένοι στην Ελληνική γλώσσα, περίπου την περίοδο 150 έως 175. Η Ανθολογία είναι η μεγαλύτερη και πιο λεπτομερής πραγματεία για την αστρολογία που έχει διασωθεί από την Ελληνιστική περίοδο. Παρακάτω, παρουσιάζουμε ένα απόσπασμα κειμένου, που αναφέρεται σε μια έρευνά του για τους πλανήτες σε ένα γενέθλιο ωροσκόπιο

Vettius Valens Astrol., Fragmenta (Cumont). {1764.007}

8,1.

(163.) Τοῦ σοφωτάτου Οὐάλεντος περὶ τὰς ἐπεμβάσεις (1t)

τῶν ἀστέρων κατὰ θεματίου καὶ γενεθλίου. (2t)

Περὶ <τοῦ> Κρόνου. (3t)

Ὁ Κρόνος ἐλθὼν εἰς τὸν ὡροσκόπον τὰς μὲν ἀρχὰς ἔχει καλάς· (4)

ποιεῖ γὰρ συστάσεις καὶ ὠφελείας καὶ περικτήσεις· τὰ δὲ ἔσχατα (5)

διερχόμενος λύπας καὶ βλάβας, καὶ κινδύνους ἐπιφέρει τοῖς τόποις

τούτοις· ἐὰν δὲ ἔλθῃ εἰς τὸ μεσουράνημα, ποιεῖ τὰ ὅμοια τῷ

ὡροσκόπῳ, ἐν δὲ τοῖς πράγμασιν καὶ ταῖς βλάβαις ἠπιώτερος, πρὸς

δὲ τὰς τοῦ βίου πράξεις βραδύτερος μὲν καὶ νωχελής, πολύπρακτος

δὲ μετὰ βίας· ἐν δὲ τῷ δύνοντι ταραχώδης καὶ κινδυνώδης· ποιεῖ (10)

γὰρ ἀποβολὰς καὶ δάκρυα καὶ ἀθυμίας ψυχικὰς καὶ δι’ ἀλλοτρίων

ζημίας καὶ ἀπ’ ὑγρῶν κινδύνους καὶ ἰδίων ἀλλοτριώσεις. ἐν δὲ τῷ

ὑπὸ γῆν γενόμενος τὰ αὐτὰ ἀποτελεῖ, πλὴν ἐν τῷ τόπῳ τούτῳ καὶ

νόσους ἐπικινδύνους καὶ φόβους.

Ἐὰν δὲ ἔλθῃ ἐπὶ τὸν τοῦ Διὸς ποιεῖ συκοφαντίας, ζημίας ἢ (15)

παλαιῶν πραγμάτων ἀνάλωσιν καὶ ἀναγκαίων θανάτους καὶ εἰς

(164.) ἀλλοτρίους δαπάνας καὶ πρὸς ὑπερεχόντων δυσωπείας καὶ ἐπιθέσεις·

ἐν δὲ τῷ τοῦ Ἄρεως ἐλθὼν ποιεῖ σωματικοὺς κινδύνους, ἀλλο-

τριώσεις, ἰδίων ζημίας, ἁρπαγὰς καὶ ἀθυμίας, ἔχθρας πρὸς ἰδίους

καὶ ἀλλοτρίους, δικασίας καὶ ἐπιθέσεις. ἐὰν δὲ ὁ Κρόνος ἐφ’

ἑαυτὸν ἔλθῃ, ἀποδημίας ἐστὶν κινητικὸς ἀνωφελοῦς, πολλάκις δὲ (5)

<κακῷ> περιβάλλει· ἔστι δὲ πραγμάτων κινητικὸς καὶ ἀγωνίας

ἐμποιῶν, <ἔσθ’> ὅτε δὲ καὶ εἱρκταῖς καὶ δεσμοῖς περιβάλλει, ἔσθ’

ὂτε καὶ θανάτους γονέων καὶ φίλων περιποιεῖ, ἀλλὰ καὶ ἀναλωμάτων

ἐστὶ περιποιητικός, ἐπὶ ἰδίων καὶ ἀλλοτρίων ἀκαταστασίας, φίλων

δὲ προδοσίας, ἀθυμίας, ταραχάς, διὰ γυναικὸς ζημίας καὶ ταραχὰς (10)

καὶ λύπας καὶ ὑπ’ ἐνίων ἀχαριστίας καὶ δειγματισμοὺς καὶ ῥευμάτων

ἐπιφοράς. ἐπὶ δὲ <τὸν> τοῦ Ἑρμοῦ ἀφικόμενος ἀπὸ γραμμάτων

τελεῖ καὶ πραγμάτων καὶ λόγων καὶ κοινωνιῶν καὶ δούλων καὶ

τέκνων ζημίας καὶ λύπας· τελεῖ δὲ καὶ ὑπὸ ἐνίων βλάβας, ἐπιορ-

κίας, ἀθυμίας, ἀποβολάς. ἐὰν δὲ ἐπὶ τὸν Ἥλιον ἀφίκηται, ποιεῖ (15)

τόπων μετακινήσεις ἀκαίρους καὶ κινδύνων ἐπαγωγὰς καὶ ζημίας

καὶ ἀπραξίας καὶ ὅσα δ’ ἂν διαπράξηται, μετὰ βίας τελεῖ, καὶ

ῥευμάτων καὶ ἐκζεμάτων ἐπιφορὰς καὶ ὀφθαλμῶν ἀμαυρώσεις.

ἐπὶ δὲ τὴν Σελήνην ἐλθὼν νόσων ποιεῖ ζημίας. εἴωθεν δὲ καὶ

ἐξ ὕψους καταβάλλειν καὶ εἰς ὕψος ἀναίρειν. πάντα γὰρ οὗτος ὁ (20)

ἀστὴρ εὐεργετήσας ἐπὶ τῆς γενέσεως αὐτὸς πάλιν ἀφαιρεῖται.

Καὶ περὶ γενεθλίου· Ἐὰν δὲ ἔλθῃ ἐπὶ τὸ τετράγωνον τῆς

γενέσεως, τὰς μὲν πράξεις εὐλυτωτέρας ποιεῖ καὶ ἀρχαίων πραγ-

μάτων διοικήσεις, ἐκδημίας δὲ ἀνωφελεῖς· ἐὰν δὲ ἔλθῃ εἰς τὸ

τρίγωνον, ὅσα· μὲν πρὸς πρᾶξιν καὶ ζημίαν εὐχερῶς τὰ πράγ- (25)

ματα διοικονομεῖ, ὅσα δὲ πρὸς φίλους ἀπροκόπως σημαίνει·

ἐὰν δὲ εἰς τὸ διάμετρον τῆς γενέσεως ἔλθῃ, κατὰ πάντα ἕξει

ζημίας, ἀναγκαίων ἐπιβουλάς, ψυχικὰς ἀθυμίας, ἀχαριστίας, ἰδίων

χωρισμούς, ἀθεσίας φίλων, ἀναγκαίων ἔχθρας καὶ νόσους ἐπικιν-

(165.) δύνους· ἐὰν δὲ ἔλθῃ εἰς τὸ ζῴδιον οὗ ὁ ἐνιαυτὸς κατάγηται,

ἀποτελεῖ στενοχωρίας καὶ βλάβας καὶ ἀπραγίας καὶ γυναικῶν χωρισ-

μοὺς καὶ ἐπιθέσεις.

Περὶ τοῦ Διός. (4t)

Ὁ Ζεὺς ἐλθὼν εἰς τὸν ὡροσκόπον ποιεῖ τιμὰς καὶ δόξας, (5)

φανερώσεις ἐν ὄχλοις καὶ περικτήσεις καὶ πραγμάτων κατορθώσεις

καὶ τοῖς γεγαμηκόσιν τέκνα, ἀποβολήν δὲ τῶν ἀπὸ τοῦ αἵματος.

ἐπὶ δὲ τοῦ μεσουρανήματος ἐλθὼν ποιεῖ τὰς ἀναστροφὰς ἐνδό-

ξους, πραγμάτων κατορθώσεις, μεταβολὰς ἐπὶ τὸ κρεῖττον καὶ

προσόδους καὶ συστάσεις. ἐπὶ δὲ τὸ δῦνον ζῴδιον ἐλθὼν ἄγει (10)

λύπην ἀκαταστασίαν τε βίου καὶ σώματος, τέκνων καὶ ἀναγκαίων

ἀποβολάς. ἀφ’ οὗ δὲ παραλλάξει ἀπὸ τοῦ ζῳδίου τοῦ ἀποκρύπ-

τοντος, μεταβάλλει οὗτος ἐπὶ τὸ κρεῖττον. ἐπὶ δὲ τὸ ὑπόγειον

ἐλθὼν ἐν ἀρχαῖς ἀποκρυπτῶν πραγμάτων ἀτελέστων ἢ τετελειω-

μένων προδιοικήσεις χρονίας σημαίνει, τὴν δὲ ψυχὴν κατάλυπον (15)

καὶ πολυμέριμνον.

Ἐπὶ δὲ τὸν Κρόνον ἐλθὼν, τελεῖ πραγμάτων ἀποκοπὰς ἀσυμ-

φόρους ζημιώδεις· ὅσα γὰρ διοικηθῇ ἐν ἐκείνῳ τῷ χρόνῳ, ἔσται

τελούμενα ἐπιζήμια ἢ δαπανηρά. ἐπὶ δὲ τοῦ ἑαυτοῦ τόπου ἐλθὼν

κατὰ πάντα ἔσται ἀσύμφορος, πλὴν ὅτι διαβολὰς καὶ μέμψεις (20)

ποιεῖ χάριν οὐδαμινῶν πραγμάτων. ἐπὶ δὲ τὸν Ἄρεα ἐλθὼν

ἀσύγκριτος ἔσται ὁ καιρὸς πρὸς εὐποιΐαν καὶ δόξαν, πάσας δὲ

τὰς πράξεις καὶ τὰς διοικήσεις μετὰ ἀθυμίας ἀποτελεῖ. ἐπὶ δὲ τὴν

Ἀφροδίτην ἐλθὼν συναρμογάς τε ἀγάμων καὶ γάμους καὶ συνηθείας

ποιεῖ, γεγαμηκόσιν δὲ τέκνα, λέσχας δὲ καὶ λύπας, τὰς δὲ τοῦ (25)

βίου πράξεις εὐλογωτέρας καὶ ἐπωφελεῖς. ἐπὶ δὲ τοῦ Ἑρμοῦ

ἐλθὼν τελεῖ ἐργασίας καὶ κινήσεις ἐκ τόπου ἐπωφελεῖς, λήψεις

(166.) καὶ δόσεις καὶ κοινωνίας ἐπικερδεῖς· εὐλογωτέρας γὰρ ποιεῖ τὰς

τοιαύτας πράξεις τοῖς τοιούτοις τόποις. ἐπὶ δὲ τοῦ Ἡλίου ἐλθὼν

τελεῖ νόσους ἐπισφαλεῖς, ἀπὸ ὑγρῶν κινδύνους καὶ ναυάγια καὶ

ῥευμάτων ἐπιφοράς· ἀσυμφόρους ἐξοδιασμούς καὶ λύπας τοῖς

βιωτικοῖς ἐμποιεῖ. (5)

Καὶ περὶ γενεθλίου· Ἐπὶ δὲ τὴν γένεσιν ἐλθὼν ποιεῖ νωθρό-

τητα σωμάτων καὶ πράξεων ὁμοίαν, πλὴν ἀγάμων γάμους. εἴωθεν

δὲ καὶ τέκνα διδόναι καὶ τῷ βίῳ προσθήκας ποιεῖν. ἐπὶ δὲ τὸ

τρίγωνον τῆς γενέσεως ἐλθὼν τὰς μὲν ἀρχὰς ταράσσει, ἐν ἐσχάταις

δὲ εὐπορείας καὶ πράξεις περιποιεῖ· εἰς δὲ τὸ τετράγωνον ἐλθὼν (10)

τελεῖ ὠφελείας πολυπροσώπων πραγμάτων· οἰκονομικὸς γάρ ἐστι

καὶ καλὸς πρὸς συστάσεις καὶ δόξας. ἐπὶ δὲ τὸ διάμετρον ἐλθὼν

ὠφελείας πολυπροσώπων πραγμάτων δίδωσιν καὶ κτῆσιν καὶ

γεγαμηκόσιν τέκνα· καὶ ἐπ’ ἐνίοις λυπεῖ· ψύχει δὲ καὶ ταράσσει

τὰς πράξεις καὶ φόβους ἐμποιεῖ. (15)

Περὶ τοῦ Ἄρεως. (16t)

Ὁ τοῦ Ἄρεως ἐλθὼν εἰς τὸν ὡροσκόπον τελεῖ πραγμάτων ἀνα- (17)

νεώσεις ἀπὸ ἐξαίματος· θορυβεῖ γὰρ τὸν βίον καὶ μάλιστα διὰ

γυναικῶν· πρὸς δὲ γυναῖκας καὶ φόβους ποιεῖ καὶ νόσους καὶ

κακός ἐστιν κατὰ πάντα. εἰς δὲ τὸ μεσουράνημα ἐλθὼν ** ὠφέλιμος (20)

δὲ εἰς ἀκρωτηρίων κοπὰς καὶ ὀμμάτων κινδύνους· καὶ πτώσεως

ἢ ἐμπρησμῶν ἢ ὄχλων ἢ τετραπόδων αἰφνιδίους ἐπιφέρει κιν-

δύνους, πρὸς δὲ τὰς διοικήσεις καὶ ὠφελείας οὐκ ἄχρηστος. εἰς δὲ

τὸ δῦνον ἐλθὼν λίαν ἐστὶν ἀηδής, καὶ γὰρ τὴν οἰκίαν καὶ τὸν βίον

ταράσσει, καὶ μάχας ποιεῖ καὶ ἐπιβουλάς καὶ ψυχῆς φόβους, μάλιστα (25)

δὲ διὰ γυναῖκας, γεγαμηκόσιν δὲ καὶ γυναικῶν κλιμακτῆρας. εἰς

δὲ τὸ ὑπόγειον ἐλθὼν ποιεῖ ἐξοδιασμοὺς ἀκαίρους καὶ κινήσεις

ἀνωφελεῖς καὶ κρυπτῶν πραγμάτων ἕνεκα λέσχας, καὶ κατὰ πάντα

κακός ἐστιν καὶ πρὸς βίον καὶ πράγματα καὶ συστάσεις.

(167.) Ἐπὶ δὲ τὸν τοῦ Κρόνου ἐλθὼν λίαν ἐστίν ἔμπρακτος καὶ ἱλαρὸς

καὶ βιωφελὴς κατὰ πάντα. ἐπὶ δὲ τὸν Δία ἐλθὼν λίαν ἐστὶ

ταρακτικὸς καὶ ζημιώδης καὶ δειλοποιός. ἐφ’ ἑαυτὸν ἁπλοῦς γενό-

μενος χείρων ἐστι καὶ ἀηδὴς καὶ κινητικός· σημειοῦ δὲ τὸν ἀστέρα

ἐν ἐκείνῳ τῷ χρόνῳ λίαν ὄντα πονηρὸν κατὰ πάντα. ἐπὶ δὲ τὴν (5)

Ἀφροδίτην ἐλθὼν πρὸς θηλυκὰ πρόσωπα συνάπτει καὶ διὰ θηλυκὰ

πράγματα ἀνωφελεῖς ἀκαταστασίας ποιεῖ καὶ καταγνώσεις καὶ διὰ

προσχήματα γυναικῶν ἐν πᾶσιν θορυβώδης ἐπὶ δὲ τὸν Ἑρμῆν

ἐλθὼν ποιεῖ δόλους καὶ κεκρυμμένα πράγματα καὶ φόβους καὶ

κλοπάς, ἀκαταστασίας φίλων, οἰκιακῶν ἐνέδρας καὶ ἀποστερήσεις (10)

καὶ ἐπιορκίας. ἐπὶ δὲ τὸν Ἥλιον ἐλθὼν ποιεῖ νόσους ἐπισφαλεῖς,

οἰκίας μεταβάσεις καὶ κινήσεις, ἀποδημίας αἰφνιδίους, ἀπὸ ὄχλου

καὶ πυρὸς καὶ αἵματος <καὶ> κακούργων φόβους, καὶ πτώσεως καὶ

ἀπὸ τετραπόδων κινδύνους.

Περὶ γενεθλίου. Ἐὰν δὲ ἔλθῃ ἐπὶ τὸ γενέθλιον, κατὰ πάντα (15)

σημειοῦ τὸν ἀστέρα. νοσώδης γὰρ καὶ ζημιώδης ἐστὶν καὶ ἄπρακτος

καὶ ἐπικίνδυνος, εἰς ὑποψίας ἄγων ματαίας καὶ ἀγωνίας ψυχῆς καὶ

προσγενῶν ἀκαταστασίας. ἐὰν δὲ ἔλθῃ εἰς τὸ τῆς γενέσεως

τρίγωνον, θορυβώδης οὐδαμινῶν πραγμάτων ἕνεκεν καὶ μάλιστα

διὰ γυναῖκας· μετεωρισμοὺς γὰρ καὶ μερίμνας ἀκαίρους ποιεῖ. (20)

ἐὰν δὲ ἔλθῃ εἰς τὸ τετράγωνον τῆς γενέσεως, ποιεῖ λογομαχίας

πρὸς θηλυκὰ πρόσωπα καὶ βιωτικὰς βλάβας καὶ σωματικὰς ἐπι-

ζητήσεις. ἐὰν δὲ ἔλθῃ εἰς τὸ διάμετρον τῆς γενέσεως, ἧττόν

ἐστιν κάκιστος καὶ πονηρός.

Περὶ τοῦ Ἡλίου. (25t)

Ὁ Ἥλιος γενόμενος ἐν τῷ ὡροσκόπῳ ποιεῖ ἀσθενείας, μετε- (26)

ωρισμούς, κινδύνους, κινήσεις· τοὺς δὲ ἤδη προπεπονθότας πρὶν

ἐλθεῖν αὐτὸν εἰς τόπον ῥώννυσιν. ἐπὶ δὲ τὸν ἴδιον τόπον ἀφικό-

μενος ποιεῖ μερίμνας καὶ κακοπαθείας ψυχῆς, ταραχάς, φόβους

ματαίους καὶ κινήσεις ἐξ οἰκείων· ἐπὶ δὲ τὸν Κρόνον ἐλθὼν ἀπὸ (30)

(168.) ὑγρῶν κινδύνους καὶ πάθη ἢ ῥευμάτων ἐργάζεται ἐπιφοράς· πρὸς

δὲ τὰς πράξεις ἀνυστικός. ἐπὶ δὲ τὸν Δία ἀφικόμενος ἀηδής ἐστιν

καὶ πρὸς ὄχλον καὶ πρὸς ὑπερέχοντας· καὶ φίλους καὶ διαβολὰς

καὶ μέμψεις, τὰς δὲ τοῦ βίου πράξεις εἰσανύειν· ἐπὶ δὲ τὸν Ἄρεα

ἐλθὼν ἀηδίας ποιεῖ καὶ λῃστείας, ὄχλων ἐφόδους, κινδύνους, ἐμπρη- (5)

σμούς, αἱμαγμοὺς καὶ χειρισμούς, περιπνιγὰς ἀπὸ κλιμακτήρων καὶ

μάλιστα αἰφνιδίους κινδύνους ἀπὸ ὕψους ἢ τετραπόδων πτώσεως

καὶ φόβους οἰκείων καὶ μεταστάσεις ἀποδημίας τε αἰφνιδίους καὶ

ὁρκίσεως κινδύνους. ἐπὶ δὲ τὴν Ἀφροδίτην γενόμενος τοῖς μὲν

ἔχουσι γυναῖκας περὶ γυναικῶν κινδύνους ποιεῖ καὶ διὰ γυναῖκας ἀηδίας (10)

καὶ μέμψεις· πρὸς δὲ τὴν τοῦ βίου πρᾶξίν ἐστιν ἀνυστικός. ἐπὶ

δὲ τὸν Ἑρμῆν ἀφικόμενος τὰ κρυπτὰ φανερὰ ποιεῖ καὶ οἰκιακῶν

ταραχὴν καὶ μάχας πρὸς οἰκείους διοικητάς· εἰς δὲ τὰς πράξεις

οὐ φαῦλος, μετὰ νωχελείας μέντοι.

Περὶ γενεθλίου. Ἐὰν δὲ ἔλθῃ εἰς τὸ γενέθλιον μετεωριστικός (15)

ἐστιν καὶ μεριμνοποιός, ἔτι δὲ καὶ ἀσθενείας ἐργάζεται· τὰς δὲ

πράξεις τοῦ βίου πρὸ πολλοῦ ἀτελεῖς διοικονομεῖ πρὸ ἐξόδου. ἐὰν

δὲ εἰς τὸ τετράγωνον ἔλθῃ τῆς γενέσεως, ὁρατικῶν πόνους καὶ

ἀπὸ ὑγρῶν κινδύνους· πρὸς δὲ τὰς πράξεις οὐ φαῦλος, ἀλλὰ εὐλυ-

τώτερος. ἐὰν δὲ εἰς τὸ τρίγωνον ἔλθῃ, ἔμπρακτον τε καὶ εὐλυ- (20)

τώτερον ἕξει τὸν χρόνον. εἰς δὲ τὸ διάμετρον ἐλθὼν λίαν ἐστὶν

ἀηδής· μετεωρίζει γὰρ καὶ λύπας ψυχικὰς ἐμπλεῖ καὶ ψόγον καὶ

κρυβὰς καὶ ἀσθενείας καὶ οἰκείων ἀλλοτρίωσιν.

Περὶ τῆς Ἀφροδίτης. (24t)

Ὁ τῆς Ἀφροδίτης ἐλθὼν εἰς τὸν ὡροσκόπον ἀποτελεῖ ἱλαρότητα (25)

εὐφροσύνης, εἰσοδιασμούς, γνώσεις. καὶ ἐν πᾶσιν τοῖς διαπρασσο-

μένοις ἐπικερδής, ἐὰν μήτε ἕτερος ἐν ἑτέρῳ σχήματι ἐνοχλῇ· ἐν δὲ

τῷ μεσουρανήματι γενόμενος ὁ ἀστὴρ ἀποτελεῖ ἀπραγίας, μετεω-

ρισμοὺς ψυχῆς, ἀκαταστασίας καὶ διὰ γυναῖκας ἀνωφελεῖς μέμψεις.

ἐν δὲ τῷ δύνοντι ζῳδίῳ. ἀποτελεῖ πραγμάτων ἀκαταστασίας, λέσχας, (30)

(169.) μοιχείας, γεγαμηκόσι δὲ καὶ γυναικῶν θορύβους καὶ ἐκτρώσεις.

λίαν τέ ἐστιν κακὸς ὁ ἀστὴρ οὗτος ἐν τοῖς τόποις τούτοις·

ἐὰν δὲ εἰς τὸ ὑπόγειον ἔλθῃ, τὰ αὐτὰ ἀποτελεῖ ὅσα καὶ ἐν τῷ

δύνοντι.

Καὶ περὶ γενεθλίου. Ἐὰν δὲ ἔλθῃ εἰς τὴν γένεσιν, ποιεῖ σκυλ- (5)

μοὺς καὶ ταραχὰς καὶ γυναικῶν λύπας καὶ ἀκαίρους δαπάνας καὶ

γυναικῶν ἀκαταστασίας ἢ σωματικὰς ἀσθενείας, ἐξ ὑπερεχόντων

μέμψιν καὶ στενοχωρίας καὶ ἀπραγίας. ἐὰν δὲ ἔλθῃ εἰς τὸ τετρά-

γωνον τῆς γενέσεως, ποιεῖ ἱλαρότητα καὶ ὠφελείας ἐν ἀρχαῖς,

ὕστερον δὲ χεῖρον ἀποτελεῖ τὸν ἄνδρα. ἐὰν δὲ ἔλθῃ εἰς τὸ τῆς (10)

γενέσεως τρίγωνον ἢ εἰς τὸν καταγόμενον ἐνιαυτόν, καλός ἐστιν

πανταχοῦ καὶ ὠφέλιμος καὶ γάμους διδόναι ἢ καὶ γυναικῶν

συνηθείας, γεγαμηκόσι δὲ σπορὰς τέκνων.

Ἐπὶ δὲ τὸν Κρόνον ἐλθὼν ἀπραγίας ἀποτελεῖ, περικτήσεις, προ-

κοπάς, κινήσεις ὠφελίμους, πλὴν μετὰ ἀκηδίας· πολλάκις γὰρ τὰς (15)

ὠφελείας μετὰ δακρύων ποιεῖ. ἐπὶ δὲ τὸν Δία γενόμενος ὁ ἀστὴρ

τὸν χρόνον ἐκεῖνον βλαβερὸν ποιεῖ καὶ ἀηδῆ καὶ ταραχώδη καὶ

μάλιστα πρὸς οἰκείους· ἢ διὰ γυναῖκας ποιεῖ ἐνέδρας καὶ ἐπιβουλὰς

καὶ συκοφαντίας. ἐπὶ δὲ τὸν Ἄρη γενόμενος ὁ ἀστηρ λεσχώδης,

καὶ ταρακτικὸς ὁ χρόνος· ποιεῖ γὰρ ἐκδημίας ἀκαίρους καὶ δαπάνας (20)

ματαίους καὶ γυναικῶν ἐπιθέσεις. ἐπὶ δὲ τὸν ἴδιον τόπον γινόμενος

κατὰ πάντα ἐστὶν εὐφρόσυνος, εὐδιάγωγος· πρὸς δὲ τὰς βιωτικὰς

πράξεις ἀποτελεστικὸς καὶ ἀνυστικὸς πρὸς πάντα τὰ ἐπιχειρού-

μενα. ἐπὶ δὲ τοῦ Ἑρμοῦ ἀφικόμενος ἔσται ἀγαθὸς καὶ πρὸς πάντα

τὰ τοῦ βίου ὠφέλιμος, πρὸς τὰς δόσεις καὶ λήψεις καὶ πράξεις (25)

καὶ κοινωνίας καὶ χειρισμούς· καὶ πρὸς πάντα ὅσα τις θέλει ἀγαθός

ἐστιν. ἐπὶ δὲ τὸν Ἥλιον γενόμενος παρέξει μετεωρισμοὺς καὶ βίου

καὶ ψυχῆς, πρός τε συγγενεῖς καὶ φίλους ἀκαταστασίας ἢ σωμα-

τικὰς ἀσθενείας· ποιεῖ δὲ καὶ ψόγους καὶ φόβους. καθόλου δὲ ὁ

ἀστὴρ ταρακτικὸς καὶ βλαβερός, ἕως ἐκβῇ τοὺς τόπους τούτους. (30)

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved