Vettius Valens: Πόνημα Οὐάλεντος

Απόσπασμα κειμένου, που αφορά στα ζώδια, τον Ωροσκόπο και το Μεσουράνημα

Δέσποινα Γιαννακοπούλου
Vettius Valens: Πόνημα Οὐάλεντος

Το κύριο έργο του αστρολόγου, Vettius Valens, είναι η Ανθολογία, δέκα τόμοι γραμμένοι στην Ελληνική γλώσσα, περίπου την περίοδο 150 έως 175. Η Ανθολογία είναι η μεγαλύτερη και πιο λεπτομερής πραγματεία για την αστρολογία που έχει διασωθεί από την Ελληνιστική περίοδο. Παρακάτω, παρουσιάζουμε ένα απόσπασμα κειμένου, που αφορά στα ζώδια, τον Ωροσκόπο και το Μεσουράνημα.

Vettius Valens Astrol., Fragmenta (Heeg). {1764.006}

5,3.

(112.) Πόνημα Οὐάλεντος. (4t)

Λέγει ὁ Οὐάλης· βλέπε εἰς τὴν ἐρώτησιν τοὺς ἀστέρας τοὺς ὄντας (5)

εἰς τὸν ὡροσκόπον καὶ τὸ μεσουράνημα καὶ εἴπερ δηλοῦται ἡ ἐρώτησις

ἀπ’ ἐκείνων καὶ μάλιστα ὅταν ἔχωσι πλείονας λόγους εἰς αὐτοὺς οἱ

ἀστέρες οἱ ὄντες ἐν αὐτοῖς καὶ οἱ κύριοι τῶν τοιούτων ζῳδίων καὶ ὅταν

μὲν ἀπορρέῃ ἀπ’ ἐκείνων κακοποιὸς ἀστήρ, λέγε περὶ τοῦ παρελθόντος.

ὅταν δὲ ἀπέρχωνται εἰς σχηματισμόν, λέγε περὶ τοῦ μέλλοντος. καὶ (10)

ταῦτα μὲν ὅταν ἀπορρέῃ καὶ σχηματίζῃ ἐν ἐκείνῳ τῷ ζῳδίῳ, ἐν ᾧ ἐστιν.

εἰ δὲ ἐξέλθῃ καὶ οὕτως σχηματίζῃ, οὐκ ἔστι δυνατόν.

(117.) Οὐάλης. (7t)

Λέγει ὁ Οὐάλης καὶ οἱ Βαβυλώνιοι· εἰ βούλει γνῶναι, πότε ἔσται (8)

τὸ τέλος τῆς ἐρωτήσεως, ἰδὲ τὸν Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν

ὡροσκόπον καὶ ἰδὲ ποῖος ἀπὸ τούτων ἔχει πλείονας λόγους εἰς τὴν (10)

ἐρώτησιν καὶ ποῖος πλησιάζει τῇ ἐρωτήσει, καὶ οὗτος δηλώσει τὸν

καιρὸν τῆς ἀποβάσεως. καὶ γίνωσκε ὅτι ἀληθέστερός ἐστιν ἀπὸ τούτων

ὁ συσχηματιζόμενος τῷ ὡροσκόπῳ, ὅταν ἔχῃ πλείονας λόγους εἰς τὴν

ἐρώτησιν.

Οὐάλης. (23t)

Λέγει ὁ Οὐάλης· ἦσαν πολλοὶ ἄνθρωποι ἀπὸ τῶν μαθηματικῶν (24)

τῆς Βαβυλωνίας καὶ ἔβλεπον τὸν ἀστέρα τὸν ἔχοντα πλείονας λόγους (25)

εἰς τὴν ἐρώτησιν. καὶ ἐσκόπουν ἀπὸ τῶν δύο φωστήρων, ποῖος ἔχει

πλείονας λόγους εἰς τὸν τοιοῦτον καὶ τὸν συσχηματιζόμενον αὐτῷ

ἀγαθῷ σχήματι, καὶ ἐλάμβανον ἀπὸ τούτου τὸ τέλος τῆς ἀποβάσεως.

καὶ ἔλεγον, ὅτι, ὅταν συνάπτῃ ὁ τοιοῦτος ἀστὴρ τῷ ὁρίῳ, ἐν ᾧ ἦν ὁ

ἔχων πλείονας λόγους, τότε γίνεται τὸ ἀποτέλεσμα. ἔκρινον δὲ τοῦτο (30)

οὕτως, ὅταν ἐγίνωσκον, ὅτι ἀποτελεῖται τὸ πρᾶγμα, συνεργοῦσι δὲ

μάλιστα καὶ αἱ τῶν ἀστέρων μαρτυρίαι. καὶ εἴδομεν γεγραμμένον ἐν τῷ

βιβλίῳ τῶν μυστηρίων τῶν Ἰνδῶν ὅτι· ἰδὲ ἐν ταῖς ἐρωτήσεσι τὸν

ὡροσκόπον καὶ τὸν κύριον αὐτοῦ· οὗτοι γάρ εἰσι δυνατώτεροι πάντων

(118.) τῶν ἀστέρων, ὥσπερ καὶ τὸ ζῴδιον, ἐν ᾧ ἐστιν ὁ Ἥλιος. ἔχει γὰρ

δύναμιν ὑπὲρ πάντας ἀστέρας. καὶ γίνωσκε ὅτι τὰ γενέθλια καὶ τὰ

οὕτως, ὅταν ἐγίνωσκον, ὅτι ἀποτελεῖται τὸ πρᾶγμα, συνεργοῦσι δὲ

μάλιστα καὶ αἱ τῶν ἀστέρων μαρτυρίαι. καὶ εἴδομεν γεγραμμένον ἐν τῷ

βιβλίῳ τῶν μυστηρίων τῶν Ἰνδῶν ὅτι· ἰδὲ ἐν ταῖς ἐρωτήσεσι τὸν

ὡροσκόπον καὶ τὸν κύριον αὐτοῦ· οὗτοι γάρ εἰσι δυνατώτεροι πάντων

(118.) τῶν ἀστέρων, ὥσπερ καὶ τὸ ζῴδιον, ἐν ᾧ ἐστιν ὁ Ἥλιος. ἔχει γὰρ

δύναμιν ὑπὲρ πάντας ἀστέρας. καὶ γίνωσκε ὅτι τὰ γενέθλια καὶ τὰ

ἐρωτήματα καὶ τὰ ἀγαθὰ καὶ τὰ ἐναντία ἐν τῷ ὡροσκόπῳ κεῖνται καὶ

τῷ καταυγάσματι. καὶ ὥσπερ ὅταν ἀνέρχηται ὁ Ἥλιος ἀπὸ τοῦ ὁρίζον-

τος φέρει τὸ φῶς καὶ ἀφανίζει τὸ σκότος, οὕτως ὁ ὡροσκόπος τῆς (5)

ὥρας. τῆς ὥρας ἐκείνης δὲ λάβε ἀπὸ τούτων καὶ τὴν ἀπόβασιν. καὶ

ποίησον τοὺς περιπάτους εἰς τὸν ἀγαθοποιὸν καὶ εἰς τὸν κακοποιὸν καί,

εἰ μέν ἐστιν ὁ τοιοῦτος ἀστὴρ μετὰ τοῦ κυρίου τοῦ ὡροσκόπου ἢ μετὰ

τοῦ κυρίου τῆς Σελήνης ἢ τοῦ τριγώνου τῆς Σελήνης ἢ τοῦ ὁρίου

αὐτῆς ἢ μετὰ τοῦ κυρίου τῆς ὥρας, ποίησον περίπατον τοῦ τοιούτου (10)

ἀστέρος ἄνευ τοῦ ὡροσκόπου. καὶ ὅταν μὲν ἑνωθῇ ἀγαθοποιῷ,

τληροῦται τὸ πρᾶγμα· ὅταν δὲ κακοποιῷ, καταλύεται.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved